Thesauros Edebiyat Tarih Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη Appianus of Alexandria

Kitap 4

17.130 ὁ δὲ Βροῦτος ἀναφεύγει μὲν ἐς τὰ ὄρη σὺν ἱκανῷ πλήθει, ὡς νυκτὸς ἐς τὸ στρατόπεδον ὑποστρέψων ἢ καταβησόμενος ἐπὶ τὴν θάλασσαν· ἐπεὶ δὲ περιείληπτο πάντα φυλακαῖς, διενυκτέρευεν ἔνοπλος μετὰ πάντων. καί φασιν αὐτὸν ἐς τοὺς ἀστέρας ἀναβλέποντα εἰπεῖν· Ζεῦ, μὴ λάθοι σε τῶνδʼ ὃς αἴτιος κακῶν,
17.130 ἐνσημαινόμενον ἄρα τὸν Ἀντώνιον. ὃ καὶ αὐτὸν Ἀντώνιόν φασιν ὕστερον ἐν τοῖς ἰδίοις κινδύνοις μεταγινώσκοντα εἰπεῖν, ὅτι συνεξετάζεσθαι Κασσίῳ καὶ Βρούτῳ δυνάμενος ὑπηρέτης γένοιτο Ὀκταουίου. τότε γε μὴν καὶ ὁ Ἀντώνιος ἔνοπλος ἐπὶ τῶν φυλακτηρίων ἀντιδιενυκτέρευε τῷ Βρούτῳ, χάρακα περιθέμενος ἐκ νεκρῶν σωμάτων καὶ λαφύρων συμφορηθέντων. ὁ δὲ Καῖσαρ ἐς μέσην νύκτα πονηθεὶς ἀνεχώρησε διὰ τὴν νόσον, Νωρβανῷ φυλάσσειν παραδοὺς τὸ στρατόπεδον.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi