Thesauros Edebiyat Tarih Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη Appianus of Alexandria

Kitap 3

 
καὶ τάδε μὲν εἴρηται τοῖς ἄνευ φθόνου καὶ φιλονικίας ἀκροωμένοις· τοῖς δὲ ἀπερισκέπτως καὶ ἀπαρασκεύως διʼ οἰκείαν ἔχθραν ἢ φιλονικίαν ἐκθορυβοῦσιν ὑμᾶς κριτὰς παραινῶ μὴ ταχεῖς εἶναι μηδὲ προπετεῖς ἐς ἄνδρας μεγίστους τε καὶ στρατιᾶς ἄρχοντας ἱκανῆς μηδὲ ἄκοντας ἐκπολεμοῦν, ἀναμιμνησκομένους Μαρκίου τε τοῦ Κοριολανοῦ καὶ τὰ ἔναγχος δὴ ταῦτα Καίσαρος, ὃν στρατιᾶς ὁμοίως ἡγούμενον καὶ σπονδὰς ἀρίστας ἂν ἡμῖν γενομένας προτείνοντα προπετῶς πολέμιον ψηφισάμενοι τῷ ὄντι πολέμιον ἠναγκάσαμεν γενέσθαι, φείδεσθαι δὲ καὶ τοῦ δήμου πρὸ βραχέος τοῖς φονεῦσι τοῖς Καίσαρος ἐπιδραμόντος, μὴ ἐς ὕβριν αὐτοῦ δοκῶμεν τοῖς μὲν ἡγεμονίας ἐθνῶν διδόναι, Δέκμον δὲ ἐπαινεῖν, ὅτι τοῦ δήμου νόμον ἀκυροῖ, καὶ Ἀντώνιον πολέμιον κρίνειν, ὅτι τὴν Κελτικὴν ἔλαβε παρὰ τοῦ δήμου. ὧν τοὺς μὲν εὖ βουλευομένους ἐνθυμεῖσθαι χρὴ ὑπὲρ τῶν ἔτι πλανωμένων, τοὺς δʼ ὑπάτους καὶ δημάρχους πλείονας κινδυνεύουσι τοῖς κοινοῖς γενέσθαι.
 
ὧδε μὲν ὁ Πείσων ἀπελογεῖτο καὶ ὠνείδιζεν ὁμοῦ καὶ ἐφόβει καὶ σαφῶς αἴτιος ἐγένετο μὴ ψηφισθῆναι πολέμιον Ἀντώνιον. οὐ μὴν ἐκράτησε τῆς Κελτικῆς αὐτὸν ἄρχειν· οἱ γὰρ τῶν σφαγέων φίλοι τε καὶ συγγενεῖς ὑπὸ δέους ἐκώλυσαν, μὴ τοῦ πολέμου λυθέντος ἐπεξέλθοι τὸν φόνον Καίσαρι συναλλαγείς· διὸ καὶ στασιάζειν αἰεὶ παρεσκεύαζον Καίσαρά τε καὶ Ἀντώνιον. ἐψηφίσαντο δʼ Ἀντωνίῳ προαγορεῦσαι Μακεδονίαν ἀντὶ τῆς Κελτικῆς ἔχειν· τὰς δὲ ἄλλας ἐντολάς, εἴτε λαθόντες εἴτʼ ἐξεπίτηδες, Κικέρωνα συγγράψαι τε καὶ δοῦναι τοῖς πρεσβεύουσι προσέταξαν. ὁ δὲ τὴν γνώμην παραφέρων συνέγραφεν ὧδε· Μουτίνης Ἀντώνιον εὐθὺς ἀπανίστασθαι καὶ Δέκμῳ τὴν Κελτικὴν μεθιέναι, ἐντὸς δὲ Ῥουβίκωνος ποταμοῦ, τοῦ τὴν Ἰταλίαν ὁρίζοντος ἀπὸ τῆς Κελτικῆς, ἡμέρᾳ ῥητῇ γενόμενον ἐπιτρέψαι τὰ καθʼ ἑαυτὸν ἅπαντα τῇ βουλῇ. οὕτω μὲν φιλονίκως τε καὶ ψευδῶς τὰς ἐντολὰς ὁ Κικέρων συνέγραφεν, οὐδεμιᾶς ἔχθρας τοσῆσδε ὑπούσης, ἀλλʼ, ὡς ἔοικε, τοῦ δαιμονίου τὰ κοινὰ ἐς μεταβολὴν ἐνοχλοῦντος καὶ αὐτῷ Κικέρωνι κακῶς ἐπινοοῦντος. ἄρτι δὲ καὶ τῶν Τρεβωνίου λειψάνων κομισθέντων καὶ τῆς ἐς αὐτὸν ὕβρεως γνωσθείσης ἀκριβέστερον, οὐ δυσχερῶς ἡ βουλὴ τὸν Δολοβέλλαν ἔκρινεν εἶναι πολέμιον.
 
οἱ δʼ ἐς τὸν Ἀντώνιον ἀπεσταλμένοι πρέσβεις, αἰδούμενοι τῶν ἐντολῶν τὸ ἀλλόκοτον, οὐδὲν μὲν ἔφασαν, αὐτὰς δʼ ἐπέδοσαν αὐτῷ. καὶ ὁ Ἀντώνιος σὺν ὀργῇ πολλὰ ἔς τε τὴν βουλὴν καὶ τὸν Κικέρωνα ἀπερρίπτει, θαυμάζων, ὅτι Καίσαρα μὲν τὸν τὰ μέγιστα ὠφελήσαντα τὴν ἀρχὴν ἡγοῦνται τύραννον ἢ βασιλέα, Κικέρωνα δὲ οὐ νομίζουσιν, ὃν Καῖσαρ μὲν εἷλε πολέμῳ καὶ οὐκ ἀπέκτεινε, Κικέρων δὲ τοὺς ἐκείνου φονέας προτίθησι τῶν φίλων αὐτοῦ καὶ Δέκμον Καίσαρι μὲν ὄντα φίλον ἐμίσει, ἀνδροφόνον δὲ αὐτοῦ γενόμενον ἀγαπᾷ, καὶ τῷ μὲν παρʼ οὐδενὸς μετὰ Καίσαρα λαβόντι τὴν Κελτικὴν προστίθεται, τῷ δὲ παρὰ τοῦ δήμου λαβόντι πολεμεῖ. τῶν τε ἐψηφισμένων μοι τελῶν τοῖς μὲν αὐτομολήσασι γέρα δίδωσι, τοῖς δὲ παραμείνασιν οὔ, διαφθείρων οὐκ ἐμοὶ μᾶλλον ἀλλὰ τῇ πόλει τὰ στρατιωτικά. καὶ τοῖς μὲν ἀνδροφόνοις ἀμνηστίαν ἔδωκεν, ᾗ κἀγὼ συνεθέμην διὰ δύο ἄνδρας αἰδεσίμους· Ἀντώνιον δὲ καὶ Δολοβέλλαν ἡγεῖται πολεμίους, ὅτι τῶν δεδομένων ἐχόμεθα. ἥδε γάρ ἐστιν ἡ ἀληθὴς αἰτία· κἂν ἀποστῶ τῆς Κελτικῆς, οὔτε πολέμιος οὔτε μόναρχός εἰμι. ταῦτα μέντοι μαρτύρομαι λύσειν τὴν οὐκ ἀγαπωμένην ἀμνηστίαν.
 
τοιάδε πολλὰ εἰπὼν ὁ Ἀντώνιος ἀντέγραφε τῷ δόγματι τῇ μὲν βουλῇ πεισθῆναι ἂν ἐς ἅπαντα ὡς πατρίδι, Κικέρωνι δὲ τῷ συγγράψαντι τὰς ἐντολὰς ὧδε ἀποκρίνεσθαι· ὁ δῆμος ἔδωκέ μοι τὴν Κελτικὴν νόμῳ, καὶ Δέκμον ἀπειθοῦντα τῷ νόμῳ μετελεύσομαι καὶ τοῦ φόνου δίκας ἀπαιτήσω μόνον ὑπὲρ ἁπάντων, ἵνα καὶ ἡ βουλὴ καθαρεύσῃ ποτὲ τοῦ μύσους, ἐμπιπλαμένη νῦν διὰ Κικέρωνα Δέκμῳ βοηθοῦντα. τάδε μὲν ὁ Ἀντώνιος εἶπέ τε καὶ ἀντέγραψε, καὶ ἡ βουλὴ αὐτὸν αὐτίκα ἐψηφίζετο εἶναι πολέμιον καὶ τὸν ὑπʼ αὐτῷ στρατόν, εἰ μὴ ἀποσταῖεν αὐτοῦ· Μακεδονίας δὲ καὶ τῆς Ἰλλυρίδος αὐτῆς καὶ τῶν ἐν ἀμφοτέραις ὑπολοίπων στρατῶν Μᾶρκον Βροῦτον ἄρχειν, μέχρι κατασταίη τὰ κοινά. ὁ δὲ ἴδιόν τε εἶχεν ἤδη στρατὸν καὶ παρὰ Ἀπουληίου τινὰ προσειλήφει καὶ ναῦς εἶχε μακράς τε καὶ ὁλκάδας καὶ χρημάτων ἐς μύρια καὶ ἑξακισχίλια τάλαντα καὶ ὅπλα πολλά, ὅσα ἐν Δημητριάδι Γαΐῳ Καίσαρι ἐκ πολλοῦ γιγνόμενα εὗρεν· οἷς ἅπασιν αὐτὸν ἡ βουλὴ τότε ἐψηφίζετο ἐς τὰ συμφέροντα τῆς πατρίδος χρῆσθαι. ἐψηφίσαντο δὲ καὶ Κάσσιον ἄρχειν τε Συρίας καὶ πολεμεῖν Δολοβέλλᾳ· τούς τε ἄλλους, ὅσοι τινὸς ἔθνους ἢ στρατοῦ Ῥωμαίων ἄρχουσιν ἀπὸ τῆς Ἰονίου θαλάσσης ἐπὶ τὴν ἕω, πάντας ὑπακούειν ἐς ὅ τι προστάσσοι Κάσσιος ἢ Βροῦτος.
 
ὧδε μὲν ὀξέως σὺν ἀφορμῇ τοὺς ἀμφὶ τὸν Κάσσιον ἐξελάμπρυνον, καὶ ὁ Καῖσαρ ἕκαστα μαθὼν ἠπόρητο, τὴν μὲν ἀμνηστίαν ἡγούμενος εὐπρέπειαν ἐσχηκέναι φιλανθρωπίας καὶ ἔλεον συγγενῶν ἀνδρῶν καὶ ὁμοτίμων, καὶ τὰς βραχυτέρας ἡγεμονίας ἀσφάλειαν· Δέκμῳ τε τὴν Κελτικὴν βεβαιοῦντας Ἀντωνίῳ δόξαι περὶ τυραννίδος διαφέρεσθαι, ᾧ προσποιήματι καὶ αὑτὸν ὑπάγεσθαι κατʼ Ἀντωνίου· τὸ δὲ καὶ Δολοβέλλαν πολέμιον ψηφίσασθαι διʼ ἕνα τῶν ἀνδροφόνων ἀναιρεθέντα καὶ Βρούτῳ καὶ Κασσίῳ τὰς ἡγεμονίας ἐς τὰ μέγιστα ἔθνη διαλλάξαι στρατόπεδά τε δοῦναι πολλὰ ἀθρόως καὶ χρήματα καὶ ἡγεμόνας ἡγεμονῶν ἀποφῆναι πάντων, ὅσοι πέραν εἰσὶ τῆς Ἰονίου θαλάσσης, σαφῶς εἶναι τὴν μὲν Πομπηίου μοῖραν αὐξόντων, τὴν δὲ Καίσαρος καθαιρούντων. ἐνεθυμεῖτο δὲ καὶ τῆς ἐς αὑτὸν ὡς μειράκιον τέχνης, εἰκόνα μὲν αὑτῷ καὶ προεδρίαν παρασχόντων καὶ ἀντιστράτηγον ἀποφηνάντων, ἔργῳ δὲ ἴδιον αὑτοῦ τὸν στρατὸν ὄντα ἀφαιρουμένων· ὑπάτων γὰρ συστρατηγούντων οὐδὲν εἶναι τὸν ἀντιστράτηγον· τά τε γέρα τοῖς ἀπὸ Ἀντωνίου μόνοις μεταστᾶσιν ἐψηφισμένα τοὺς αὑτῷ στρατευομένους ἀτιμοῦν· καὶ τὸν πόλεμον ὅλως αὑτῷ μὲν αἰσχύνην ἔχειν, ἔργῳ δὲ τὴν βουλὴν ἀποχρῆσθαί οἱ κατὰ Ἀντωνίου, μέχρι καθέλωσιν αὐτόν.
 
ταῦτα λογιζόμενος ἐπέκρυπτε καὶ θύων ἐπὶ τῇ δεδομένῃ ἀρχῇ πρὸς τὸν στρατὸν ἔφη·
 
καὶ τάδε μοι παρʼ ὑμῶν, ὦ συστρατιῶται, γέγονεν, οὐ νῦν, ἀλλʼ ἐξ οὗ τὴν ἀρχὴν ἐδίδοτε· καὶ γὰρ ἡ βουλὴ διʼ ὑμᾶς ἔδωκεν. ὥστε ἐμὲ καὶ τούτων ἴστε τὴν χάριν ὑμῖν ὀφλήσοντα καί, ἢν οἱ θεοὶ παρέχωσιν εὐπραγεῖν, ἀποδώσοντα ἀθρόως.
 
ὁ μέν οὑτωσὶ τὸν στρατὸν οἰκειούμενος ὑπήγετο, τῶν δὲ ὑπάτων Πάνσας μὲν ἀνὰ τὴν Ἰταλίαν ἐξενάγει, Ἵρτιος δὲ τῷ Καίσαρι τὸν στρατὸν ἐμερίζετο καί, ὡς αὐτῷ παρὰ τῆς βουλῆς ἐν ἀπορρήτῳ λέλεκτο, ἐς τὸ μέρος ᾔτει τὰ δύο τέλη τὰ παρὰ Ἀντωνίου μεταστάντα, εἰδὼς τάδε ὄντα τοῦ στρατοῦ τὸ ἀξιολογώτατον. καὶ ὁ μὲν Καῖσαρ ἅπαντα συνεχώρει, μερισάμενοι δὲ ἐχείμαζον μετʼ ἀλλήλων· παροδεύοντος δὲ τοῦ χειμῶνος ἤδη Δέκμος μὲν ἔκαμνεν ὑπὸ λιμοῦ, Ἵρτιος δὲ καὶ Καῖσαρ ἐς τὴν Μουτίνην ἐχώρουν, μὴ κάμνοντα τὸν Δέκμου στρατὸν ὁ Ἀντώνιος παραλάβοι. ἀκριβῶς δὲ τῆς Μουτίνης φυλασσομένης ὑπὸ τοῦ Ἀντωνίου, πανσυδὶ μὲν οὐ συνεπλέκοντο αὐτῷ Πάνσαν περιμένοντες, ἱππομαχίαι δʼ ἦσαν πυκναί, πολὺ μὲν πλείους ἱππέας ἔχοντος Ἀντωνίου· τοῦ πεδίου δὲ ἡ δυσχέρεια, διὰ χειμάρρους ἐκτεταφρευμένου, τὴν πλεονεξίαν τὸ πλῆθος ἀπεστέρει.
 
καὶ τάδε μὲν ἦν ἀμφὶ τῇ Μουτίνῃ, τὰ δʼ ἐν Ῥώμῃ τῶν ὑπάτων οὐ παρόντων ὁ Κικέρων ἦγεν ὑπὸ δημοκοπίας· καὶ συνεχεῖς ἦσαν ἐκκλησίαι, ὅπλα τε εἰργάζετο συναγαγὼν τοὺς δημιουργοὺς ἀμισθὶ καὶ χρήματα συνέλεγε καὶ βαρυτάτας ἐσφορὰς τοῖς Ἀντωνίου φίλοις ἐπετίθει. οἱ δὲ ἑτοίμως ἐσέφερον ἐκλυόμενοι τὴν διαβολήν, μέχρι Πούπλιος Οὐεντίδιος, ἐστρατευμένος τε Γαΐῳ Καίσαρι καὶ Ἀντωνίῳ φίλος ὤν, οὐκ ἤνεγκε τὴν βαρύτητα τοῦ Κικέρωνος, ἀλλʼ ἐς τὰς Καίσαρος ἀποικίας ἐκδραμὼν ὡς γνώριμος δύο ἐς τὸν Ἀντώνιον ἀνεστράτευσε τέλη καὶ ἐς τὴν Ῥώμην συλλαβεῖν Κικέρωνα ἠπείγετο. τότε μὲν δὴ θόρυβός τε ἦν ἄπλετος, καὶ τέκνα καὶ γυναῖκας ὑπεξέφερον οἱ πλείους μετὰ δυσελπιστίας, καὶ ὁ Κικέρων τῆς πόλεως ἀπεδίδρασκε. καὶ ὁ Οὐεντίδιος μαθων ἐς τὸν Ἀντώνιον ἀνέστρεφε. διακλειόμενος δὲ ὑπὸ Καίσαρός τε καὶ Ἱρτίου ἐς τὴν Πικηνίτιδα παρῆλθε καὶ τέλος ἄλλο συλλογίσας ἐφήδρευε τοῖς ἐσομένοις.
 
οἱ δὲ ἀμφὶ τὸν Καίσαρα, τοῦ Πάνσα μετὰ στρατιᾶς πλησιάζοντος, Καρσουλήιον αὐτῷ προσέπεμπον ἄγοντα τὴν Καίσαρος στρατηγίδα τάξιν καὶ τὸ Ἄρειον τέλος ἐς βοήθειαν τῆς διόδου τῶν στενῶν. ὁ δὲ Ἀντώνιος τῶν μὲν στενῶν ὑπερεῖδεν ὡς οὐδὲν πλέον ἢ κωλύσων ἐν αὐτοῖς, ἐπιθυμίᾳ δὲ ἀγῶνος, οὐκ ἔχων τοῖς ἱππεῦσιν ἐλλαμπρύνασθαι διὰ τὸ πεδίον ἑλωδέστερον ὂν καὶ τεταφρευμένον, δύο ἐνήδρευσε τέλη τὰ ἄριστα ἐν τῷ ἕλει, τῆς ὁδοῦ, χειροποιήτου καὶ στενῆς οὔσης, ἑκατέρωθεν τῷ δόνακι κρύπτων.
 
Καρσουληίου δὲ καὶ Πάνσα τὰ στενὰ νυκτὸς διαδραμόντων, ἅμα δʼ ἡμέρᾳ μόνοις τοῖς Ἀρείοις καὶ πέντε ἄλλαις τάξεσιν ἐς τὴν χειροποίητον ὁδὸν ἐσβαλόντων, ἔτι καθαρευουσαν πολεμίων, καὶ τὸ ἕλος ἑκατέρωθεν ὂν περισκεπτομένων, ὅ τε δόναξ διακινούμενος ὑπωπτεύετο, καὶ ἀσπὶς ἤδη που καὶ κράνος ἐξέλαμπε, καὶ ἡ στρατηγὶς Ἀντωνίου τάξις αὐτοῖς αἰφνίδιον ἐπεφαίνετο ἐκ τοῦ μετώπου. οἱ δʼ Ἄρειοι περιειλημμένοι τε πάντοθεν καὶ οὐδαμόσε διαδραμεῖν ἔχοντες ἐκέλευον τοὺς νεήλυδας εἰ παραγένοιντο, μὴ συνεφάπτεσθαι σφίσι τῶν πόνων, ὡς μὴ συνταράξειαν αὑτοὺς ὑπὸ ἀπειρίας, τῇ στρατηγίδι δὲ Ἀντωνίου τὴν Καίσαρος στρατηγίδα ἀντέταξαν· αὐτοὶ δὲ ἐς δύο διαιρεθέντες ἐνέβαινον ἐς ἑκάτερον ἕλος, καὶ αὐτοῖς ἐπεστάτουν τῇ μὲν ὁ Πάνσας, τῇ δὲ ὁ Καρσουλήιος. δύο δὲ τῶν ἑλῶν ὄντων δύο ἦσαν οἱ πόλεμοι, τῇ διόδῳ εἰργόμενοι μὴ γινώσκειν τὰ ἀλλήλων· καὶ κατὰ τὴν δίοδον αὐτὴν αἱ στρατηγίδες πόλεμον ἄλλον ἐφʼ ἑαυτῶν ἐπολέμουν. γνώμη δὲ ἦν τοῖς μὲν Ἀντωνίου τοὺς Ἀρείους ἀμύνασθαι τῆς αὐτομολίας οἷα προδότας σφῶν γενομένους, τοῖς δʼ Ἀρείοις ἐκείνους τῆς ὑπεροψίας τῶν ἐν Βρεντεσίῳ διεφθαρμένων. συνειδότες τε ἀλλήλοις τὸ κράτιστον ὡς εἴη τῆς ἑκατέρου στρατιᾶς, ἤλπιζον ἐν τῷδε τῷ ἔργῳ μόνῳ τὸν πόλεμον κρινεῖν. καὶ τοῖς μὲν αἰδὼς ἦν τὸ δύο τέλεσιν οὖσιν διʼ ἑνὸς ἡσσᾶσθαι, τοῖς δὲ φιλοτιμία μόνοις τῶν δύο κρατῆσαι.
 
οὕτω μὲν ἀλλήλοις ἐπῄεσαν διωργισμένοι τε καὶ φιλοτιμούμενοι, σφίσι μᾶλλον ἢ τοῖς στρατηγοῖς οἰκεῖον ἡγούμενοι τόδε ἔργον· ὑπὸ δὲ ἐμπειρίας οὔτε ἠλάλαξαν ὡς οὐκ ἐκπλήξοντες ἀλλήλους, οὔτε ἐν τῷ πόνῳ τις αὐτῶν ἀφῆκε φωνὴν οὔτε νικῶν οὔτε ἡσσώμενος. περιόδους δὲ οὐκ ἔχοντες οὔτε δρόμους ὡς ἐν ἕλεσι καὶ τάφροις, ἀραρότως συνίσταντο, καὶ οὐδέτεροι τοὺς ἑτέρους ὤσασθαι δυνάμενοι τοῖς ξίφεσιν ὡς ἐν πάλῃ συνεπλέκοντο. πληγή τε οὐδεμία ἦν ἀργός, ἀλλὰ τραύματα καὶ φόνοι καὶ στόνοι μόνον ἀντὶ βοῆς· ὅ τε πίπτων εὐθὺς ὑπεξεφέρετο, καὶ ἄλλος ἀντικαθίστατο. παραινέσεων δὲ ἢ ἐπικελεύσεων οὐκ ἐδέοντο, διʼ ἐμπειρίαν ἕκαστος ἑαυτοῦ στρατηγῶν. ὅτε δὲ καὶ κάμοιεν, ὥσπερ ἐν τοῖς γυμνικοῖς ἐς ἀναπνοὴν ὀλίγον ἀλλήλων διίσταντο καὶ αὖθις συνεπλέκοντο. θάμβος τε ἦν τοῖς νεήλυσιν ἐπελθοῦσι, τοιάδε ἔργα σὺν εὐταξίᾳ καὶ σιωπῇ γιγνόμενα ἐφορῶσι.
 
πονουμένων δὲ ὧδε πάντων ὑπὲρ φύσιν ἀνθρωπίνην, ἡ μὲν στρατηγὶς ἡ Καίσαρος ἅπασα διεφθάρη, τῶν δὲ Ἀρείων οἱ μὲν ὑπὸ τῷ Καρσουληίῳ μᾶλλον ἐκράτουν τῶν κατὰ σφᾶς, οὐκ αἰσχρῶς, ἀλλὰ κατʼ ὀλίγον ἐνδιδόντων, οἱ δὲ ὑπὸ τῷ Πάνσᾳ τὸν αὐτὸν τρόπον ἐβαροῦντο, διεκαρτέρουν δʼ ὅμως ἐπʼ ἴσης ἑκάτεροι, μέχρι Πάνσας ὀβελῷ τὴν λαγόνα τρωθεὶς ἐς Βονωνίαν ἐξεφέρετο. τότε γὰρ οἱ κατʼ αὐτὸν ἀνεχώρουν, ἐπὶ πόδα πρῶτον, εἶτα μεταβαλόντες ὀξύτερον ὡς ἐν φυγῇ. καὶ οἱ νεήλυδες ἰδόντες ἔφευγον ἀτάκτως καὶ μετὰ βοῆς ἐς τὸ χαράκωμα, ὅπερ αὐτοῖς ἐξείργαστο ὁ ταμίας Τορκουᾶτος συνεστώσης ἔτι τῆς μάχης, ὑπονοήσας ἐν χρείᾳ γενήσεσθαι. οἱ μὲν δὴ νεήλυδες ἐς αὐτὸ ἀτάκτως συνειλοῦντο, Ἰταλοὶ μὲν ὄντες ὁμοίως τοῖς Ἀρείοις· ἡ δὲ ἄσκησις ἄρα τοῦ γένους ἐς τοσοῦτον ἀρετῇ διαφέρει. οἱ δὲ Ἄρειοι οὐκ ἐσῆλθον μὲν ἐς τὸ χαράκωμα αὐτοὶ ὑπὸ ἀδοξίας, ἀλλὰ παρʼ αὐτὸ ἔστησαν· κατάκοποι δὲ ὄντες ὤργων ὅμως, εἴ τις ἐπίοι, μέχρι τοῦ ἀναγκαίου τέλους διαγωνίσασθαι. Ἀντώνιος δὲ τῶν μὲν Ἀρείων ἀπέσχετο ὡς ἐπιπόνων, τοῖς δὲ νεήλυσιν ἐπιδραμὼν πολὺν εἰργάζετο φόνον.
 
Ἵρτιος δὲ ἐν Μουτίνῃ τῆς μάχης πυθόμενος, ἑξήκοντα στάδια ἀπεχούσης, ἵετο δρόμῳ μετὰ τοῦ ἑτέρου τέλους τῶν ἀπὸ Ἀντωνίου μεταστάντων. ἤδη τε ἦν ὀψία δείλη, καὶ οἱ νικήσαντες τῶν Ἀντωνίου παιανίζοντες ἐπανῄεσαν· καὶ αὐτοῖς ὁ Ἵρτιος ἀσυντάκτοις οὖσιν ἐπιφαίνεται συντεταγμένος ὁλοκλήρῳ τέλει καὶ ἀπαθεῖ. οἱ δὲ συνετάχθησαν μὲν αὖθις ὑπʼ ἀνάγκης, καὶ πολλὰ καὶ πρὸς τούσδε ἔργα λαμπρὰ ἐπεδείξαντο· οἷα δὲ ἀκμήτων ἡσσῶντο κεκμηκότες, καὶ τὸ πλεῖστον αὐτῶν μάλιστα τὸ ἔργον Ἱρτίου διέφθειρε, καίπερ οὐ διώκοντος αὐτοὺς ὑπὸ φόβου τῶν ἑλῶν, καὶ τῆς ἑσπέρας ἤδη μελαινομένης διέλυσεν αὐτούς. καὶ τὸ ἕλος ἐπὶ πλεῖστον ἐπεπλήρωτο ὅπλων τε καὶ νεκρῶν καὶ ἀνδρῶν ἡμιθνήτων καὶ τετρωμένων· οἱ δὲ καὶ ἐρρωμένοι σφῶν ὑπὸ τοῦ κόπου κατεφρόνουν. ἱππέες δὲ αὐτοὺς ἐξ Ἀντωνίου περιθέοντες, ὅσοι παρήσπιζον αὐτῷ, διʼ ὅλης τῆς νυκτὸς ἀνελέγοντο καὶ τοὺς μὲν ἀντὶ σφῶν αὐτῶν, τοὺς δὲ σὺν ἑαυτοῖς ἐπὶ τοὺς ἵππους ἀνετίθεντο ἢ τῆς οὐρᾶς ἀντεχομένους παρεκάλουν παρατροχάζειν καὶ βοηθεῖν σφίσιν ἐς τὴν σωτηρίαν. ὧδε μὲν Ἀντωνίῳ καλῶς ἀγωνισαμένῳ διέφθαρτο ἡ ἰσχὺς διὰ Ἵρτιον ἐπελθόντα. καὶ ηὐλίσατο ἐν κώμῃ παρὰ τὸ πεδίον ἀχαρακώτως· ἀγορὰ Κελτῶν ἡ κώμη καλεῖται. ἔπεσον δὲ τῶν μὲν ἄλλων ἀμφὶ τοὺς ἡμίσεας ἑκατέρων, καὶ ἡ στρατηγὶς ἡ Καίσαρος ἅπασα, Ἱρτίου δὲ ὀλίγοι.
 
τῆς δʼ ἐπιούσης ἀνεζεύγνυον ἐς τὰ ἐν τῇ Μουτίνῃ στρατόπεδα πάντες. γνώμη δὲ ἦν Ἀντωνίῳ μὲν ἐπὶ τοσῷδε πταίσματι μὴ ἐπιχειρεῖν ἔτι τοῖς ἐχθροῖς μεγάλῃ μάχῃ μηδʼ ἐπιόντων ἀμύνεσθαι, διὰ δὲ τῶν ἱππέων τὰ ἐφήμερα μόνα αὐτοὺς ἐνοχλεῖν, μέχρι παραδῴη Δέκμος αὑτὸν ἐς ἔσχατον ἤδη λιμοῦ τετρυμένος, Ἱρτίῳ δὲ καὶ Καίσαρι διὰ τοῦτο μάλιστα τὰ ἐς τὴν μάχην ἐπείγεσθαι. ἐπεὶ δʼ ἐκτάσσουσιν αὐτοῖς ὁ Ἀντώνιος οὐκ ἐπεξῆγεν, ἐς τὰ ἐπὶ θάτερα τῆς Μουτίνης ἀφυλακτότερα ὄντα διὰ δυσχέρειαν ἐχώρουν ὡς βιασόμενοι βαρεῖ στρατῷ παρεσελθεῖν ἐς αὐτήν. καὶ ὁ Ἀντώνιος αὐτῶν ἐξήπτετο τοῖς ἱππεῦσι καὶ τότε μόνοις. ἀμυνομένων δὲ κἀκείνων αὐτὸν ἱππεῦσι μόνοις καὶ τῆς ἄλλης στρατιᾶς χωρούσης, ἐφʼ ἃ ἐβούλοντο, δείσας ὁ Ἀντώνιος περὶ τῇ Μουτίνῃ ἐξῆγε δύο τέλη· οἱ δὲ ἡσθέντες ἐπέστρεφον καὶ ἐμάχοντο. ἄλλα δὲ Ἀντωνίου τέλη καλοῦντος ἐκ τῶν ἄλλων στρατοπέδων, ὧν βραδέως ὡς ἐν αἰφνιδίῳ τε μετακλήσει καὶ μακρόθεν ἰόντων ἐκράτουν οἱ τοῦ Καίσαρος τῇ μάχῃ. Ἵρτιος δὲ καὶ ἐς τὸ στρατόπεδον ἐσήλατο τοῦ Ἀντωνίου καὶ περὶ τὴν στρατηγίδα σκηνὴν μαχόμενος ἔπεσε. καὶ αὐτοῦ τό τε σῶμα ὁ Καῖσαρ ἐσδραμὼν ἀνείλετο καὶ τοῦ στρατοπέδου κατέσχεν, ἕως μετʼ ὀλίγον ἐξεώσθη πρὸς Ἀντωνίου. διενυκτέρευσαν δὲ καὶ ἐν τοῖς ὅπλοις ἑκάτεροι.
 
καὶ ὁ Ἀντώνιος δευτέρᾳ τῇδε συμπεσὼν πληγῇ συνεβουλεύετο τοῖς φίλοις εὐθὺς ἀπὸ τοῦ πόνου. καὶ τοῖς μὲν ἐδόκει τῆς προτέρας αὐτὸν γνώμης ἔχεσθαι, πολιορκοῦντα Μουτίνην καὶ ἐς μάχην οὐκ ἐπεξιόντα· τό τε γὰρ πάθος ὅμοιον ἀμφοῖν γεγονέναι καὶ Ἵρτιον ἀνῃρῆσθαι καὶ Πάνσαν νοσεῖν καὶ σφᾶς τοῖς ἱππεῦσι πλεονεκτεῖν Μουτίνην τε ἐς ἔσχατον ἀφῖχθαι λιμοῦ καὶ εὐθὺς ἐνδώσειν. ὧδε μὲν ἤρεσκε τοῖς φίλοις, καὶ ἦν τὰ ἄριστα· ὁ δὲ Ἀντώνιος, ἤδη θεοῦ βλάπτοντος, ἐδεδοίκει, μὴ ἐς τὴν Μουτίνην ὁ Καῖσαρ, ὥσπερ ἐχθὲς ἐπιχειρήσας, ἐσδράμοι ἢ αὑτὸν ἐπιχειρήσειε περιτειχίζειν, πλέον ἔχων τὸ ἐργάσιμον, ἐν ᾧ καὶ τῶν ἱππέων, ἔφη, γιγνομένων ἡμῖν ἀχρήστων, ὑπερόψεταί με Λέπιδος καὶ Πλάγκος ἡττώμενον. εἰ δὲ Μουτίνης ἐξανασταῖμεν, Οὐεντίδιός τε ἡμῖν αὐτίκα προσέσται, τρία τέλη φέρων ἐκ τῆς Πικηνίτιδος, καὶ Λέπιδος καὶ Πλάγκος ἐρρωμένως οἱ συμμαχήσουσι. ταῦτα ἔλεγεν, οὐκ ἄτολμος ἐν τοῖς κινδύνοις ἀνήρ, καὶ εἰπὼν εὐθὺς ἀνίστατο καὶ ὥδευεν ἐπὶ τῶν Ἄλπεων.
 
Δέκμῳ δὲ ἀπαλλαγέντι τῆς πολιορκίας ὁ φόβος ἐς τὸν Καίσαρα ἐνηλλάσσετο· τῶν γὰρ ὑπάτων ἐκποδὼν γενομένων ὡς ἐχθρὸν ἐδεδοίκει. τάς τε οὖν γεφύρας τοῦ ποταμοῦ διέκοπτε πρὸ ἡμέρας καὶ κελητίῳ τινὰς ἐς τὸν Καίσαρα ἀποστέλλων ἐμαρτύρει μὲν ὡς αἰτίῳ τῆς σωτηρίας, ἠξίου δὲ μέσον ἔχοντα τὸν ποταμὸν ἐς λόγους οἱ συνελθεῖν ἐπὶ μάρτυσι τοῖς πολίταις· πείσειν γάρ, ὅτι δαιμόνιον αὑτὸν ἔβλαψεν, ἐς τὴν Καίσαρος ἐπιβουλὴν ἐπηγμένον ὑφʼ ἑτέρων. Καίσαρος δὲ τοῖς ἥκουσιν ἀποκριναμένου τε πρὸς ὀργὴν καὶ τὴν χάριν, ἣν δίδωσίν οἱ Δέκμος, διωθουμένου (οὐδὲ γὰρ Δέκμον ἐγὼ πάρειμι περισώσων, ἀλλʼ Ἀντωνίῳ πολεμήσων, ᾧ μοι καὶ συναλλαγῆναί ποτε θέμις· Δέκμῳ δὲ ἡ φύσις οὐδὲ ἐς ὄψιν ἢ λόγους ἐλθεῖν ἐπιτρέπει· σῳζέσθω μέντοι, μέχρι τοῖς ἐν ἄστει δοκεῖ), πυθόμενος τούτων ὁ Δέκμος ἔστη τε πρὸ τοῦ ποταμοῦ καὶ καλῶν ὀνομαστὶ τὸν Καίσαρα, σὺν βοῇ τὰ γράμματα τῆς βουλῆς ἀνεγίνωσκε, διδούσης οἱ τὴν Κελτικὴν ἡγεμονίαν, ἀπηγόρευέ τε Καίσαρι χωρὶς ὑπάτων μὴ περᾶν τὸν ποταμὸν ἐς ἀλλοτρίαν ἡγεμονίαν μηδὲ ἐπὶ Ἀντώνιον ἔτι χωρεῖν· αὐτὸς γὰρ αὐτὸν διώκων ἀρκέσειν. ὁ δὲ ᾔδει μὲν ὑπὸ τῆς βουλῆς αὐτὸν ἐς τήνδε τὴν θρασύτητα αὐξανόμενον, δυνηθεὶς δʼ ἂν ἐκ προστάγματος ἑλεῖν ἐφείδετο ἔτι καὶ πρὸς τὸν Πάνσαν ἐς Βονωνίαν τραπεὶς ἔγραφε τῇ βουλῇ περὶ ἁπάντων. ἔγραφε δὲ καὶ Πάνσας.
 
καὶ Κικέρων ἐν Ῥώμῃ τὰ μὲν ἐς τὸν δῆμον ἀνεγίγνωσκεν ὡς ὑπάτου, τὰ δὲ τοῦ Καίσαρος τῇ βουλῇ μόνον· θυσίας τε ἐπʼ Ἀντωνίῳ πεντήκοντα ἡμερῶν ἱκεσίους ἐψηφίζετο, ὅσας οὔτε ἐπὶ Κελτοῖς οὔτε ἐπὶ ἄλλῳ πολέμῳ ποτὲ ἐψηφίσαντο Ῥωμαῖοι, καὶ τὸν στρατὸν τῶν ὑπάτων ἐδίδου Δέκμῳ καίπερ ἔτι Πάνσα περιόντος ʽἤδη γὰρ ἀπεγιγνώσκετὀ, στρατηγόν τε τὸν Δέκμον ἀπέφηνεν ἐπʼ Ἀντωνίῳ μόνον εἶναι καὶ εὐχὰς δημοσίας ἐποιεῖτο Δέκμον Ἀντωνίου περιγενέσθαι. τοσοῦτος ἦν οἶστρος αὐτῷ κατὰ Ἀντωνίου καὶ ἀπειροκαλία. ἐβεβαίου τε αὖθις τοῖς δύο τέλεσι τοῖς ἀπὸ Ἀντωνίου μεταστᾶσι τὰς ἑκάστῳ προϋπεσχημένας παρὰ τοῦ κοινοῦ Ῥωμαίων ἐπινικίους δραχμὰς πεντακισχιλίας ὡς ἤδη νενικηκόσι καὶ στέφανον αὐτοὺς ἐν ταῖς ἑορταῖς αἰεὶ θαλλοῦ περιτίθεσθαι. περὶ δὲ Καίσαρος οὐδὲν ἦν ἐν τοῖς γραφομένοις, οὐδὲ τοὔνομα ὅλως· οὕτως αὐτίκα κατεφρονεῖτο ὡς Ἀντωνίου καθῃρημένου. ἔγραφον δὲ καὶ Λεπίδῳ καὶ Πλάγκῳ καὶ Ἀσινίῳ πολεμεῖν, ὅπως πλησιάσειαν Ἀντωνίῳ.
 
καὶ τάδε μὲν ἦν τὰ ἐν Ῥώμῃ, Πάνσας δʼ ἐκ τοῦ τραύματος ἀποθνῄσκων Καίσαρά οἱ παρεστήσατο καὶ εἶπεν·
 
ἐγὼ τῷ σῷ πατρὶ φίλος ἦν ὡς ἐμαυτῷ, ἀναιρεθέντι δὲ οὐκ εἶχον ἐπαμύνειν οὐδὲ τοῖς πλείοσι μὴ συνίστασθαι, οἷς γε δὴ καὶ σὺ καλῶς ποιῶν ὑπήκουσας, καίτοι στρατὸν ἔχων. δείσαντες δʼ ἐν ἀρχῇ δὲ καὶ Ἀντώνιον, φιλοτιμότατον κἀκεῖνον ἐς τὴν Καίσαρος γνώμην φανέντα, διαφερομένοις ὑμῖν ἐφήσθησαν ὡς ἐς ἀλλήλους συντριβησομένοις. ἐπεὶ δέ σε καὶ στρατοῦ δεσπότην εἶδον, προσεποιοῦντο εὐπρεπέσι καὶ ἀσθενέσι τιμαῖς οἷα μειράκιον. σοβαρωτέρου δέ σου καὶ ἐγκρατεστέρου τιμῆς τότε μάλιστα ὀφθέντος, ὅτε τὴν ἀρχὴν ὑπὸ τοῦ στρατοῦ σοι δεδομένην οὐκ ἐδέξω, διεταράχθησαν καὶ συστρατηγεῖν σε ἡμῖν ἀπέφηναν, ἵνα σου τὰ δύο τέλη τὰ πρακτικώτερα ἀποσπάσωμεν, ἐλπίσαντες ἡττηθέντος ὑμῶν τοῦ ἑτέρου τὸν ἕτερον ἀσθενέστερόν τε καὶ μόνον ἔσεσθαι καὶ μετʼ αὐτὸν ἤδη πᾶσαν τὴν Καίσαρος ἑταιρείαν καθελόντες ἀνάξειν τὴν Πομπηίου· τόδε γάρ ἐστιν αὐτοῖς τῆς γνώμης τὸ κεφάλαιον.
 
ἐγὼ δὲ καὶ Ἵρτιος τὸ προστεταγμένον ἐποιοῦμεν μέχρι συστεῖλαι τὸν Ἀντώνιον ἐπιπολάζοντα ὑπεροψίᾳ· ἡττηθέντα δὲ σοὶ συναλλάσσειν ἐπενοοῦμεν, ὡς τῇ Καίσαρος φιλίᾳ τόδε χαριστήριον ἔχοντες ἀποδοῦναι καὶ μόνον τῇ μοίρᾳ χρησιμώτατον ἐσόμενον ἐς τὰ μέλλοντα. τοῦτο δʼ οὐκ ἦν ἐκφέρειν σοι πρότερον, ἡττημένου δὲ νῦν Ἀντωνίου καὶ Ἱρτίου τεθνεῶτος κἀμὲ τοῦ χρεὼν ἀπάγοντος, ἐν καιρῷ λέλεκται, οὐχ ἵνα μοι γινώσκῃς χάριν ἀποθανόντι, ἀλλʼ ἵνα σὺν δαιμονίᾳ μοίρᾳ γενόμενος, ὡς τὰ ἔργα ὑποδείκνυσι, τά τε σαυτῷ συμφέροντα γινώσκῃς καὶ τὴν ἐμὴν καὶ Ἱρτίου προαίρεσίν τε καὶ ἀνάγκην. τὸν μὲν οὖν στρατόν, ὃν ἡμῖν αὐτὸς ἔδωκας, εὐπροφάσιστον ἀποδοῦναί σοι, καὶ παραδίδωμι· τοὺς δὲ νεήλυδας εἰ μὲν καθέξεις λαβών, καὶ τούσδε σοι παραδώσω, εἰ δὲ τεθήπασι τὴν βουλὴν ἀμέτρως, ὅτι καὶ οἱ ἄρχοντες αὐτῶν φύλακες ἡμῖν ἐπέμφθησαν εἶναι, καὶ τό τε ἔργον ἐπίφθονον ἔσται σοι καὶ πρὸ τοῦ δέοντος ἐξανίστησί σε, ὁ ταμίας παραλήψεται Τορκουᾶτος.
 
ταῦτα εἰπὼν καὶ τῷ ταμίᾳ τοὺς νεήλυδας ἐγχειρίσας ἀπέθανε. καὶ τούσδε μὲν ὁ ταμίας, καθὰ προσέτασσεν ἡ βουλή, Δέκμῳ παρεδίδου, Ἵρτιον δὲ καὶ Πάνσαν ὁ Καῖσαρ ἐπιφανῶς ἔθαπτε καὶ ἐς Ῥώμην ἔπεμπε μετὰ τιμῆς.
 
τῷ δʼ αὐτῷ χρόνῳ περί τε Συρίαν καὶ Μακεδονίαν τοιάδε ἐγίγνετο. Γάιος Καῖσαρ ὅτε Συρίαν διώδευε, τέλος ἐν αὐτῇ καταλελοίπει τὰ ἐς Παρθυαίους ἤδη διανοούμενος. τούτου τὴν μὲν ἐπιμέλειαν Καικίλιος Βάσσος εἶχε, τὸ δὲ ἀξίωμα Ἰούλιος Σέξστος, μειράκιον αὐτοῦ Καίσαρος συγγενές, ὅπερ ἐκδιαιτώμενον ἐς τρυφὴν τὸ τέλος ἀσχημόνως ἐπήγετο πανταχοῦ. μεμψαμένῳ δὲ τῷ Βάσσῳ ποτὲ ἐνύβρισε· καὶ καλῶν αὐτὸν ὕστερον, ἐπεὶ βραδέως ὑπήκουσεν, ἄγειν ἐκέλευσεν ἕλκοντας. θορύβου δὲ καὶ πληγῶν γενομένων ἡ στρατιὰ τὴν ὕβριν οὐ φέρουσα τὸν Ἰούλιον κατηκόντισε. καὶ εὐθὺς ἦν μετάνοια καὶ δέος ἐκ τοῦ Καίσαρος. συνομόσαντες οὖν, εἰ μή τις αὑτοῖς συγγνώμη καὶ πίστις γένοιτο, μέχρι θανάτου διαγωνιεῖσθαι καὶ ἐς αὐτὸ Βάσσον ἀναγκάσαντες ἄλλο συνέλεξαν τέλος καὶ συνεγύμνασαν. ὧδε μέν τισι περὶ τοῦ Βάσσου δοκεῖ, Λίβωνι δʼ, ὅτι τῆς Πομπηίου στρατιᾶς γενόμενος καὶ μετὰ τὴν ἧτταν ἰδιωτεύων ἐν Τύρῳ, διέφθειρέ τινας τοῦ τέλους, καὶ διεχρήσαντο τὸν Σέξστον καὶ τῷ Βάσσῳ σφᾶς ἐνεχείρισαν. ὁποτέρως δʼ ἐγένετο, Στάιον Μοῦρκον οἵδε, μετὰ τριῶν τελῶν ἐπιπεμφθέντα σφίσιν ὑπὸ τοῦ Καίσαρος, ἐγκρατῶς ἀπεμάχοντο, ἕως ὁ Μοῦρκος ἐπεκαλεῖτο Μάρκιον Κρίσπον ἡγούμενον Βιθυνίας καὶ ἀφίκετο αὐτῷ βοηθῶν ὁ Κρίσπος τέλεσιν ἄλλοις τρισίν.
 
ὡς δὲ ὑπὸ τούτων ἐπολιορκοῦντο, ὁ Κάσσιος σὺν ἐπείξει καταλαβὼν τά τε τοῦ Βάσσου δύο τέλη παρελάμβανεν αὐτίκα καὶ τὰ τῶν πολιορκούντων αὐτὸν ἕξ, φιλίᾳ τε παραδόντων καὶ ὡς ἀνθυπάτῳ κατηκόων γενομένων· ἐψήφιστο γάρ, ὥς μοι προείρηται, πάντας ὑπακούειν Κασσίῳ τε καὶ Βρούτῳ. ἄρτι δὲ καὶ Ἀλλιηνός, ὑπὸ Δολοβέλλα πεμφθεὶς ἐς Αἴγυπτον, ἐπανῆγεν ἐξ αὐτῆς τέσσαρα τέλη τῶν ἐκ τῆς ἥσσης Πομπηίου τε καὶ Κράσσου διαρριφέντων ἢ ὑπὸ Καίσαρος Κλεοπάτρᾳ καταλελειμμένων. καὶ αὐτὸν ὁ Κάσσιος οὐδὲν προπεπυσμένον ἐν τῇ Παλαιστίνῃ περιέλαβέ τε καὶ ἠνάγκασεν ἑαυτῷ προσθέσθαι, δείσαντα τοῖς τέσσαρσι μάχεσθαι πρὸς ὀκτώ. ὧδε μὲν δὴ Κάσσιος ἐκ παραδόξου δυώδεκα τελῶν ἀθρόως ἐκράτει καὶ Δολοβέλλαν ἐκ τῆς Ἀσίας σὺν δύο τέλεσιν ἐλθόντα τε καὶ ἐς Λαοδίκειαν ὑπὸ οἰκειότητος ἐσδεχθέντα περικαθήμενος ἐπολιόρκει. καὶ ἡ βουλὴ μαθοῦσα ἐφήδετο.
 
Μακεδονίας δὲ πέρι Γάιος Ἀντώνιος, ὁ Ἀντωνίου Μάρκου ἀδελφός, Βρούτῳ διεφέρετο καὶ ἐπολέμει, τέλος ἔχων ἓν ὁπλιτῶν· καὶ τὸν Βροῦτον ἡσσώμενος ἐνήδρευσεν. ὁ δʼ ἐκφυγὼν ἀντενήδρευσε καὶ οὐδὲν εἰργάσατο ἀποληφθέντας, ἀλλὰ ἀσπάσασθαι τῷ ἰδίῳ στρατῷ τοὺς ἐναντίους προσέταξε· τῶν δὲ οὐκ ἀντασπασαμένων οὐδὲ τὴν πεῖραν ἐνδεξαμένων, μεθῆκεν ἀπαθεῖς ἐκ τῆς ἐνέδρας ἀπιέναι. κατὰ δὲ ἄλλας ὁδοὺς περιελθὼν αὖθις ἐν ἀποκρήμνοις κατέστησε καὶ πάλιν οὐκ ἐπεχείρησεν, ἀλλʼ ἠσπάσατο. οἱ δέ, ὡς πολιτῶν τε περιφειδόμενον καὶ τῆς δόξης ἄξιον ἧς εἶχεν ἐπὶ σοφίᾳ τε καὶ πραότητι, ἠγάσαντο καὶ ἀντησπάσαντο καὶ ἐς αὐτὸν μετεβάλοντο. ἐπέτρεψε δὲ καὶ ὁ Γάιος ἑαυτὸν καὶ ἦν ἐν τιμῇ παρὰ Βρούτῳ, μέχρι τὸν στρατὸν πολλάκις διαφθείρων ἐλεγχθεὶς ἀνῃρέθη. οὕτω μὲν δὴ καὶ Βρούτῳ μετὰ τῶν προτέρων στρατῶν ἓξ ἐγίνετο τέλη· καὶ Μακεδόνας ἐπαινῶν δύο τέλη κατέλεξεν ἐξ αὐτῶν, καὶ ἐς τὸν Ἰταλικὸν τρόπον καὶ τάδε ἐγυμνάζετο.
 
τοιαῦτα μὲν δὴ καὶ τὰ περὶ Συρίαν καὶ Μακεδονίαν ἦν· ἐν δὲ τῇ Ἰταλίᾳ ὁ Καῖσαρ ἐν ὕβρει θέμενος ἀντὶ οὗ Δέκμον ᾑρῆσθαι στρατηγὸν ἐπὶ Ἀντωνίῳ, τὴν μὲν ὀργὴν ἐπέκρυπτε, θρίαμβον δʼ ἐπὶ τοῖς εἰργασμένοις ᾔτει. καταφρονούμενος δʼ ὑπὸ τῆς βουλῆς ὡς πρεσβύτερα τῆς ἡλικίας ἐπινοῶν, ἔδεισε, μὴ διαφθαρέντος Ἀντωνίου μᾶλλον ἔτι καταφρονηθείη, καὶ τὰς ἐς αὐτὸν συμβάσεις ἐπόθει, καθὰ καὶ Πάνσας αὐτῷ διεσήμαινεν ἀποθνῄσκων. τούς τε οὖν ἀλωμένους ἐκ τῆς ἐκείνου στρατιᾶς ἡγεμόνας ἢ στρατιώτας ἐφιλανθρωπεύετο, καὶ τοῖς ἰδίοις ἐγκατέλεγεν ἢ τοὺς ἐθέλοντας αὐτῶν ἐς τὸν Ἀντώνιον ἔπεμπεν, ὡς οὐ διʼ ἔχθρας ἀνηκέστου πρὸς αὐτὸν ἰόντα· Οὐεντιδίῳ τε τῷ Ἀντωνίου φίλῳ, μετὰ τριῶν τελῶν ὄντι, παραστρατοπεδεύσας καὶ δέος ἐμβαλὼν ἔπραξε μὲν οὐδὲν πολέμιον, ἐδίδου δὲ ὁμοίως συνεῖναί οἱ ἢ ἐς τὸν Ἀντώνιον ἀδεῶς ἀπιέναι μετὰ τοῦ στρατοῦ καὶ μέμφεσθαι τῆς ἐς τὸ κοινὸν συμφέρον ἀγνωσίας. ὧν Οὐεντίδιος συνεὶς ἐς τὸν Ἀντώνιον ἀπῄει. ὁ δὲ Καῖσαρ Δέκιον, τῶν τινα ἡγεμόνων Ἀντωνίου, περὶ Μουτίνην ληφθέντα διὰ τιμῆς ἄγων μεθῆκεν, εἰ θέλοι, πρὸς τὸν Ἀντώνιον ἀπιέναι· καὶ πυνθανομένῳ περὶ τῆς ἐς τὸν Ἀντώνιον γνώμης πολλὰ ἔφη σύμβολα τοῖς εὖ φρονοῦσιν ἐξενηνοχέναι, τοῖς δʼ ἄφροσιν οὐδὲ τὰ πλείονα ἀρκέσειν.
 
Ἀντωνίῳ μὲν δὴ τάδε ὁ Καῖσαρ ἐνεσήμαινε, Λεπίδῳ δὲ καὶ Ἀσινίῳ σαφέστερον ἔτι περὶ τῆς ἐς αὑτὸν ὕβρεως καὶ τῆς τῶν σφαγέων ἀθρόας προαγωγῆς ἐπέστελλεν, ἐκφοβῶν αὐτούς, μὴ ἐς χάριν τῆς Πομπηιανῆς ἑταιρείας καθʼ ἕνα τῶν Καίσαρος ἕκαστος ὅμοια Ἀντωνίῳ πάθοι, κἀκείνῳ διʼ ἀφροσύνην καὶ ὑπεροψίαν τοῦδε τοῦ δέους τάδε παθόντι. ἠξίου τε ἐς μὲν εὐπρέπειαν τῆς βουλῆς εἶναι κατηκόους, ἐς δὲ τὸ σφέτερον ἀσφαλὲς συμφρονεῖν, ἕως ἔτι δύνανται, καὶ ὀνειδίζειν ταῦτα Ἀντωνίῳ, μιμεῖσθαί τε τοὺς ὑπὸ σφίσιν ὁπλίτας· οὐ διαλυομένους, οὐδʼ ὅτε παύσαιντο τῶν στρατειῶν, ἵνα μὴ τοῖς ἐχθροῖς εἶεν εὐεπίθετοι, ἀλλʼ ἀθρόους ἐν ἀλλοτρίᾳ συνοικίζεσθαι διὰ τὴν ἰσχὺν μᾶλλον ἐθέλοντας ἢ καθʼ ἕνα τῶν πατρίδων ἀπολαύειν. τάδε μὲν ὁ Καῖσαρ Λεπίδῳ τε ἐπέστελλε καὶ Ἀσινίῳ· Δέκμῳ δὲ ὁ ἀρχαῖος στρατὸς ἐνόσει πιμπλάμενος ἐκ λιμοῦ καὶ τὰς γαστέρας κατερρήγνυντο, ὅ τε νεοστράτευτος ἀγύμναστος ἔτι ἦν. Πλάγκος δὲ προσεγένετο μετὰ τοῦ οἰκείου στρατοῦ, καὶ ὁ Δέκμος ἐπέστελλε τῇ βουλῇ τὸν Ἀντώνιον ἀλώμενον κυνηγετήσειν ναυτικῶν περ ἤδη γεγονότων.
 
οἵ τε Πομπηιανοὶ πυθόμενοι θαυμαστοὶ ὅσοι διεφάνησαν, ἐκβοῶντες ἄρτι τὴν πάτριον ἐλευθερίαν ἀπειληφέναι, καὶ θυσίαι καθʼ ἕνα ἦσαν καὶ χειροτονίαι δέκα ἀνδρῶν ἐς εὔθυναν τῆς ἀρχῆς τῆς Ἀντωνίου. πρόσχημα δὲ τοῦτο ἦν ἐς ἀκύρωσιν τῶν ὑπὸ Καίσαρος διατεταγμένων· Ἀντώνιος γὰρ οὐδὲν αὐτὸς ἢ πάνυ σμικρά, πάντα δὲ ἐκ τῶν Καίσαρος ὑπομνημάτων διῳκήκει, καὶ τόδε σαφῶς εἰδυῖα ἡ βουλὴ τὰ μέν τινα αὐτῶν ἐπὶ προφάσεσι διέλυεν, ἀθρόα δὲ οὕτως ἤλπιζε διαλύσειν. οἱ μὲν δὴ δέκα προύγραφον, ὅ τι τις λάβοι παρὰ τὴν ἀρχὴν Ἀντωνίου, πάντας αὐτίκα ἀπογράφεσθαι καὶ διδάσκειν· ἀπειλαί τε τοῖς ἀπειθοῦσιν ἐπετίθεντο. καὶ τὴν ὕπατον ἀρχὴν ἐς τὸ λοιπὸν τοῦ ἔτους οἱ Πομπηιανοὶ μετῄεσαν ἀντὶ Ἱρτίου τε καὶ Πάνσα· μετῄει δὲ καὶ ὁ Καῖσαρ, οὐκ ἐς τὴν βουλὴν ἔτι πέμπων, ἀλλʼ ἐς τὸν Κικέρωνα ἰδίᾳ, καὶ αὐτὸν παρεκάλει καὶ συνάρξαι, ὡς Κικέρωνα μὲν τὴν ἀρχὴν διοικήσοντα πρεσβύτερόν τε καὶ ἐμπειρότερον ὄντα, αὐτὸς δὲ τὴν ἐπωνυμίαν καρπωσόμενος μόνην ἐς ἀπόθεσιν τῶν ὅπλων εὐπρεπῆ, οὗ δὴ καὶ πρῴην ἕνεκα τὸν θρίαμβον αἰτῆσαι. Κικέρων μὲν δὴ τούτοις ἐπαρθεὶς διὰ φιλαρχίαν, ἔλεγεν αἰσθέσθαι σπονδῶν ἐν τοῖς ἔξω στρατηγοῖς ὑπονοουμένων καὶ συνεβούλευε θεραπεῦσαι τὸν ἄνδρα, ὑβρισμένον καὶ στρατοῦ ἔτι ἄρχοντα πολλοῦ, ἀνασχέσθαι τε παρʼ ἡλικίαν ἄρχοντος ἐν τῇ πόλει μᾶλλον ἢ μηνίοντος ἐν ὅπλοις· ὡς δʼ ἄν τι μὴ πράξειε παρὰ τὸ τῇ βουλῇ συμφέρον, ἐκέλευεν αὐτῷ συνελέσθαι τῶν τινα πρεσβυτέρων ἔμφρονα, τῆς ἐκείνου νεότητος ἐγκρατῆ παιδαγωγόν.
 
ἀλλὰ Κικέρωνα μὲν ἥ τε βουλὴ τῆς φιλαρχίας ἐγέλασε, καὶ οἱ συγγενεῖς μάλιστα τῶν σφαγέων ἐνέστησαν, δεδιότες μὴ αὐτοὺς ὁ Καῖσαρ τίσαιτο ὑπατεύων· ὑπερθέσεων δὲ ἐπὶ τῇ χειροτονίᾳ γιγνομένων ἐννόμων κατὰ ποικίλας αἰτίας, ὁ Ἀντώνιος ἐν τῷ τέως τὰς Ἄλπεις ὑπερέβαλε, Κουλλεῶνα πείσας τὸν ἐκ Λεπίδου φύλακα αὐτῶν, ἐπί τε ποταμὸν ἦλθεν, ἔνθα ἐστρατοπεδευμένος ἦν ὁ Λέπιδος, καὶ οὔτε χάρακα περιεβάλετο οὔτε τάφρον ὡς δὴ φίλῳ παραστρατοπεδεύων. διαπομπαὶ δὲ ἦσαν ἐς ἀλλήλους πυκναί, Ἀντωνίου μὲν ὑπομιμνήσκοντος φιλίας τε καὶ χαρίτων ποικίλων, καὶ διδάσκοντος, ὅτι μεθʼ αὑτὸν ὅμοια πείσονται καθʼ ἕνα πάντες, οἳ τῆς Καίσαρος ἐγένοντο φιλίας, Λεπίδου δὲ τὴν μὲν βουλὴν δεδιότος πολεμεῖν αὐτῷ κελεύουσαν, ὑπισχνουμένου δʼ ὅμως οὐ πολεμήσειν ἑκόντος. ὁ δὲ στρατὸς ὁ τοῦ Λεπίδου τό τε ἀξίωμα αἰδούμενοι τὸ Ἀντωνίου καὶ τῶν διαπομπῶν αἰσθανόμενοι καὶ τὴν ἀφέλειαν αὐτοῦ τῆς στρατοπεδείας ἀγάμενοι, ἐπεμίγνυντο τοῖς Ἀντωνίου λανθάνοντες, εἶτα φανερῶς οἷα πολίταις τε καὶ συστρατιώταις γενομένοις, τῶν τε χιλιάρχων κωλυόντων ὑπερεώρων καὶ τὸν ποταμὸν ἐς εὐμάρειαν τῆς ἐπιμιξίας ναυσὶν ἐγεφύρουν· τό τε καλούμενον δέκατον τέλος, ἐξεναγημένον ὑπὸ Ἀντωνίου πάλαι, τὰ ἔνδον αὐτῷ παρεσκεύαζεν.
 
ὧν αἰσθανόμενος Λατερήσιος, τῶν τις ἐκ τῆς βουλῆς ἐπιφανῶν, προηγόρευε τῷ Λεπίδῳ καὶ ἀπιστοῦντα ἐκέλευε τὴν στρατιὰν ἐς πολλὰ διελόντα ἐκπέμψαι κατὰ δή τινας χρείας, ἐς ἐπίδειξιν ἢ τῆς προδοσίας ἢ τῆς πίστεως. καὶ ὁ Λέπιδος ἐς τρία διελών, ἐκέλευε νυκτὸς ἐξορμᾶν ἐς φρουρὰν ταμιείων πλησιαζόντων. οἱ δὲ ἀμφὶ τὴν ἐσχάτην φυλακήν, ὡς ἐς τὴν ἔξοδον ὁπλισάμενοι, τὰ ἐρυμνὰ τοῦ στρατοπέδου κατέλαβον καὶ τὰς πύλας ἀνεῴγνυον Ἀντωνίῳ. ὁ δʼ ἐπὶ τὴν Λεπίδου σκηνὴν ἵετο δρόμῳ, τοῦ στρατοῦ παντὸς ἤδη τοῦ Λεπίδου παραπέμποντος αὐτὸν καὶ τὸν Λέπιδον αἰτοῦντος εἰρήνην τε καὶ ἔλεον ἐς ἀτυχοῦντας πολίτας. ὁ μὲν δὴ Λέπιδος, ὡς εἶχεν, ἐκ τῆς εὐνῆς ἄζωστος ἐς αὐτοὺς ἐξέθορε καὶ ὑπισχνεῖτο ποιήσειν καὶ τὸν Ἀντώνιον ἠσπάζετο καὶ ἐξελογεῖτο τῆς ἀνάγκης. οἱ δὲ αὐτὸν καὶ προσπεσεῖν Ἀντωνίῳ νομίζουσιν, ἄπρακτον μὲν ὄντα καὶ ἄτολμον, οὐ μὴν ἅπασι τοῖς συγγραφεῦσι πιστὸν οὐδʼ ἐμοὶ πιθανόν· οὐ γάρ πώ τι αὐτῷ πολέμιον ἐς τὸν Ἀντώνιον ἐπέπρακτο, δέους ἄξιον. οὕτω μὲν ὁ Ἀντώνιος ἐς μέγα δυνάμεως αὖθις ἐπῆρτο, καὶ τοῖς ἐχθροῖς ἦν ἐπιφοβώτατος· στρατὸν γὰρ εἶχεν, ὅν τε ἐξανέστησε Μουτίνης καὶ σὺν αὐτῷ λαμπρότατον ἱππικόν, τρία τε αὐτῷ τέλη κατὰ τὴν ὁδὸν προσγεγένητο τὰ Οὐεντιδίου, καὶ Λέπιδος αὐτῷ σύμμαχος ἐγίγνετο ἑπτὰ ἔχων ὁπλιτικὰ τέλη καὶ πολὺν ὅμιλον ἄλλον καὶ παρασκευὴν ἀξιόλογον. καὶ τοῖσδε ὁ μὲν Λέπιδος ἐπωνομάζετο ἔτι, ὁ δὲ Ἀντώνιος ἅπαντα διῴκει.
 
Ἐξαγγελθέντων δὲ τῶνδε ἐς Ῥώμην θαυμαστὴ καὶ αἰφνίδιος ἦν αὖθις μεταβολή, τῶν μὲν ἐκ τῆς οὐ πρὸ πολλοῦ καταφρονήσεως ἐς δέος, τῶν δὲ ἐς θάρσος ἀπὸ τοῦ δέους μεθισταμένων. αἵ τε προγραφαὶ τῶν δέκα ἀνδρῶν κατεσπῶντο σὺν ὕβρει, καὶ αἱ χειροτονίαι τῶν ὑπάτων ἐπείχοντο ἔτι μᾶλλον· ἥ τε βουλὴ πάμπαν ἀποροῦσα, καὶ δεδιυῖα, μὴ συνθοῖντο ἀλλήλοις ὅ τε Καῖσαρ καὶ ὁ Ἀντώνιος, ἔπεμπε μὲν ἐς Βροῦτόν τε καὶ Κάσσιον κρύφα ἀπὸ σφῶν Λεύκιον καὶ Πάνσαν, ὡς ἐπὶ θέας εἰς Ἑλλάδα ἐξιόντας, ἀμύνειν αὑτοῖς ἐς ὃ δύναιντο, μετεκάλει δὲ ἐκ Λιβύης ἀπὸ τριῶν τῶν ὑπὸ Σέξτιον δύο τέλη, καὶ τὸ τρίτον ἐκέλευε Κορνιφικίῳ παραδοθῆναι, τῆς ἑτέρας ἄρχοντι Λιβύης καὶ τὰ τῆς βουλῆς φρονοῦντι, εἰδότες μὲν καὶ τούσδε Γαΐῳ Καίσαρι ἐστρατευμένους καὶ τὰ ἐκείνου πάντα ὑπονοοῦντες· ἡ δὲ ἀπορία σφᾶς ὧδε ἤπειγεν, ἐπεὶ καὶ τὸν νέον Καίσαρα, δεδιότες μὴ συνθοῖτο Ἀντωνίῳ, στρατηγὸν αὖθις ἐπὶ Ἀντωνίῳ μάλα ἀπρεπῶς ἐχειροτόνουν ἅμα Δέκμῳ.
 
ὁ δὲ Καῖσαρ ἤδη τὸν στρατὸν εἰς ὀργὴν ὑπέρ τε αὑτοῦ, ὡς συνεχῶς ὑβριζόμενος, ἀνεκίνει καὶ ὑπὲρ σφῶν ἐκείνων, ἐπὶ δευτέραν στρατείαν πεμπομένων, πρὶν ἐπὶ τῇ προτέρᾳ λαβεῖν τὰς πεντακις χιλίας δραχμάς, ὅσας αὐτοῖς ὑπέσχοντο δώσειν· ἐδίδασκέ τε πέμποντας αἰτεῖν. οἱ δʼ ἔπεμπον τοὺς λοχαγούς. καὶ ἡ βουλὴ συνίει μὲν αὐτοὺς ἐς ταῦτα διδασκομένους, ἀποκρινεῖσθαι δὲ αὐτοῖς ἔφη διʼ ἑτέρων πρέσβεων. καὶ ἔπεμπον, οὓς ἐδίδαξαν τοῖς δύο τέλεσι τοῖς ἀπʼ Ἀντωνίου μεθεστηκόσιν ἐντυχεῖν ἄνευ τοῦ Καίσαρος, καὶ διδάσκειν μὴ ἐφʼ ἑνὶ ποιεῖσθαι τὰς ἐλπίδας, ἀλλʼ ἐπὶ τῇ βουλῇ τὸ κράτος ἀθάνατον ἐχούσῃ μόνῃ, χωρεῖν δὲ πρὸς Δέκμον, ἔνθα σφίσι τὰ χρήματα ἀπαντήσειν. ταῦτʼ ἐπισκήψαντες λέγειν ἐσέφερον ἤδη τὸ ἥμισυ τῆς δωρεᾶς καὶ δέκα ἄνδρας ἐς τὴν διανέμησιν ἐχειροτόνουν, οἷς οὐδὲ ἑνδέκατον προσετίθεσαν εἶναι τὸν Καίσαρα. οἱ μὲν δὴ πρέσβεις, οὐκ ἀνασχομένων τῶν δύο τελῶν ἐντυχεῖν σφίσιν ἄνευ τοῦ Καίσαρος, ὑπέστρεφον ἄπρακτοι· ὁ δὲ Καῖσαρ οὐκέτι τοὺς λόγους καθίει διʼ ἑτέρων οὐδὲ μέλλειν ἠξίου, ἀλλʼ αὐτὸς ἐς τὸν στρατὸν συνειλεγμένον ἐπελθών, τά τε ὑβρίσματα, ὅσα ἐς αὐτὸν ἐκ τῆς βουλῆς γεγένητο, κατέλεξε, καὶ τὴν ἐς πάντας τοὺς Γαΐου Καίσαρος ἐπιβουλήν, καθʼ ἕνα καθαιρουμένους, δεδιέναι τε αὐτοῖς περὶ σφῶν διεκελεύσατο, μεταφερομένοις ἔς τε πολέμιον τῆς μοίρας στρατηγὸν καὶ πολέμους ἑτέρους ἀφʼ ἑτέρων, ἵνʼ ἢ ἐκφθαρεῖεν ἢ καὶ πρὸς ἀλλήλους στασιάσειαν· ἐπὶ γὰρ τῷδε καὶ τοῦ περὶ Μουτίνην ἔργου κοινοῦ γεγονότος τὰ γέρα τοῖς δύο τέλεσι μόνοις δίδοσθαι, ἵνʼ αὐτοὺς ἐς ἔριν καὶ στάσιν ἐμβάλοιεν.
 
Ἴστε δέ, ἔφη, καὶ ἐφʼ οἷς ὁ Ἀντώνιος ἔναγχος ἡττήθη οἷά τε τοὺς Πομπηιανοὺς ἐπύθεσθε ἐν ἄστει πεποιηκέναι κατὰ τῶν τινας δωρεὰς παρὰ Καίσαρος εἰληφότων. τί δὴ πιστὸν ἢ ὑμῖν ὧν ἐλάβετε παρʼ ἐκείνου χωρίων τε καὶ χρημάτων ἢ ἐμοὶ τῆς σωτηρίας, ὧδε ἐν τῇ βουλῇ δυναστευόντων τῶν οἰκείων τοῖς σφαγεῦσι; κἀγὼ μὲν ἐκδέξομαι τὸ τέλος, ὅ τι ἂν ἐπιγίγνηταί μοι ʽκαλὸν γάρ τι καὶ παθεῖν πατρὶ ἐπικουροῦντἀ, ὑπὲρ δὲ ὑμῶν δέδια τοιῶνδε καὶ τοσῶνδε, κινδυνευόντων ἐς ἐμὴν καὶ τοῦ πατρὸς χάριν. ἴστε μὲν δή με καθαρεύοντα φιλοτιμίας, ἐξ οὗ στρατηγεῖν μοι διδόντων ὑμῶν ὑπὸ σημείοις οὐκ ἐδεχόμην· ἓν δὲ μόνον ὁρῶ νῦν ἀμφοτέροις σωτήριον, εἰ διʼ ὑμῶν ὕπατος ἀποδειχθείην. τά τε γὰρ παρὰ τοῦ πατρὸς ὑμῖν δοθέντα πάντα βέβαια ἔσται, ἀποικίαι τε προσέσονται αἱ ἔτι ὀφειλόμεναι, καὶ γέρα πάντα ἐντελῆ· ἐγώ τε τοὺς φονέας ὑπὸ δίκην ἀγαγὼν τοὺς ἄλλους ἂν ὑμῖν καταλύσαιμι πολέμους.
 
ὧν λεγομένων ἥ τε στρατιὰ προθύμως ἐπεβόησε, καὶ τοὺς λοχαγοὺς αὐτίκα ἔπεμπον αἰτήσοντας τὴν ἀρχὴν τῷ Καίσαρι. ὑποκριναμένης δὲ τῆς βουλῆς τὴν ἡλικίαν, ἔλεγον οἱ λοχαγοὶ ἃ ἐδιδάχθησαν, ὅτι καὶ πάλαι Κορουῖνός τε ἄρξειε νεώτερος ὢν ἔτι καὶ Σκιπίων ὕστερον, ὅ τε πρότερος καὶ ὁ δεύτερος, καὶ ἐκ τῆς νεότητος ἑκάστου πολλὰ ὄναιτο ἡ πατρίς. τά τε ἔναγχος ταῦτα καὶ Πομπήιον Μάγνον αὐτοῖς καὶ Δολοβέλλαν προύφερον, αὐτῷ τε Καίσαρι ἤδη δεδόσθαι τὴν ἀρχὴν μετιέναι θᾶσσον ἐτῶν δέκα. ταῦτα τῶν λοχαγῶν σὺν πλέονι παρρησίᾳ λεγόντων, οὐκ ἀνασχόμενοί τινες τῶν βουλευτῶν λοχαγοὺς ὄντας ὧδε παρρησιάζεσθαι, ἐπέπλησσον ὡς θρασυνομένοις ὑπὲρ τὸ στρατιώταις πρέπον. καὶ ὁ στρατὸς πυθόμενος ἔτι μᾶλλον ὠργίζοντο καὶ ἄγειν σφᾶς εὐθὺς ἐκέλευον ἐς τὴν πόλιν, ὡς αὐτοὶ χειροτονήσοντες αὐτὸν ἐξαιρέτῳ χειροτονίᾳ, Καίσαρος υἱὸν ὄντα, πολλά τε τὸν πρότερον Καίσαρα ἀπαύστως εὐφήμουν. ὧδε δὲ αὐτοὺς ὁρμῆς ἔχοντας ὁ Καῖσαρ ἰδὼν ἦγεν εὐθὺς ἀπὸ τῆς συνόδου, ὀκτὼ τέλη πεζῶν καὶ ἵππον ἱκανὴν καὶ ὅσα ἄλλα τοῖς τέλεσι συνετάσσετο. περάσας δὲ τὸν Ῥουβίκωνα ποταμὸν ἐκ τῆς Κελτικῆς ἐς τὴν Ἰταλίαν, ὅν τινα αὐτοῦ καὶ ὁ πατὴρ ὁμοίως ἐπὶ τῷ πολιτικῷ πολέμῳ πρῶτον ἐπέρασεν, ἐς δύο πάντας διῄρει· καὶ τὸ μὲν ἕπεσθαι κατὰ σχολὴν ἐκέλευσε, τὸ δὲ ἄμεινον ἐπιλεξάμενος ἐτρόχαζεν, ἐπειγόμενος ἔτι ἀπαρασκεύους καταλαβεῖν. μέρους τε τῶν χρημάτων ὑπαντῶντος, ἃ ἐς τὰ γέρα τοῖς στρατιώταις ἡ βουλὴ πεπόμφει, δείσας ἐπὶ τοῖς μισθοφόροις ὁ Καῖσαρ προύπεμπε κρύφα τοὺς ἐκφοβήσοντας· καὶ οἱ μὲν ἔφευγον μετὰ τῶν χρημάτων.
 
ἐς δὲ τὸ ἄστυ τῆς ἀγγελίας ἀφικομένης θόρυβος ἦν καὶ φόβος ἄπλετος, διαθεόντων τε ἀκόσμως καὶ γύναιά τινων ἢ παῖδας ἢ ὅσα τιμιώτατα ἄλλα ἐς ἀγροὺς ἢ τὰ ἐρυμνὰ τῆς πόλεως μεταφερόντων· οὐ γάρ πω σαφοῦς ὄντος, ὅτι μόνης ὀρέγοιτο ὑπατείας, πολέμιον στρατὸν ἐπιέναι σὺν ὀργῇ πυνθανόμενοι ἐς πάντα ἐδεδοίκεσαν. ἡ βουλὴ δʼ ἐξεπέπληκτο ἀμέτρως, οὐδεμιᾶς αὑτοῖς οὔσης ἑτοίμου δυνάμεως, ἀλλήλους τε, οἷον ἐν τοῖς φόβοις γίγνεται, κατεμέμφοντο, οἱ μὲν ὅτι τὴν στρατιὰν αὐτὸν ἀφέλοιντο τὴν ἐπὶ τὸν Ἀντώνιον ὑβριστικῶς, οἱ δὲ τῆς ἐς τὸν θρίαμβον ὑπεροψίας, οὐκ ἄδικον ὄντα, οἱ δὲ τοῦ φθόνου τῆς διανεμήσεως τῶν χρημάτων, οἱ δὲ οὐδὲ ἑνδέκατον ἐπιγράψαντες· οἱ δὲ αὐτὰ τὰ ἆθλα, οὔτε ὀξέως οὔτε ἐντελῆ διδόμενα, τὴν στρατιὰν σφίσιν ἔλεγον ἐκπολεμῶσαι. τῆς τε φιλονικίας τὸ ἄκαιρον μάλιστα ἐμέμφοντο, Βρούτου μὲν καὶ Κασσίου πορρωτέρω τε ὄντων καὶ συνισταμένων ἔτι, ἐν δὲ πλευραῖς Ἀντωνίου καὶ Λεπίδου πολεμίων· οὓς ὅτε ἐνθυμηθεῖεν Καίσαρι συναλλαγήσεσθαι, πάμπαν ἤκμαζεν ὁ φόβος. Κικέρων τε, ὃς τέως αὐτοῖς ἐπεπόλαζεν, οὐδὲ ἐφαίνετο.
 
ἀθρόα δὴ πάντων ἐς πάντα ἦν μετάθεσις, ἀντὶ μὲν δισχιλίων καὶ πεντακοσίων δραχμῶν τὰς πεντακισχιλίας, ἀντὶ δὲ τῶν δύο τελῶν τοῖς ὀκτὼ δοθῆναι, Καίσαρά τε αὐτοῖς ἀντὶ τῶν δέκα ἀνδρῶν διανέμειν καὶ ἐς τὴν ὕπατον ἀρχὴν παραγγέλλειν ἀπόντα. πρέσβεις τε ἐξέτρεχον, οἳ τάδε φράσειν ἔμελλον αὐτῷ κατὰ σπουδήν. ὧν ἄρτι τῆς πόλεως ἐκδραμόντων μετάνοια ἐνέπιπτε τῇ βουλῇ, μὴ δεῖν οὕτως ἀνάνδρως καταπεπλῆχθαι, μηδὲ ἑτέραν ἐνδέξασθαι τυραννίδα ἀναιμωτί, μηδὲ ἐθίσαι τοὺς ἀρχῆς ἐφιεμένους ἐκ βίας τυγχάνειν, μηδὲ τοὺς στρατευομένους ἐξ ἐπιτάγματος ἄρχειν τῆς πατρίδος, ὁπλισαμένους δὲ ἐκ τῶν ἐνόντων τοὺς νόμους τοῖς ἐπιοῦσι προτείνειν· προσδοκᾶν γὰρ οὐδὲ ἐκείνους νόμων προτεινομένων ὅπλα τῇ πατρίδι ἐποίσειν· εἰ δὲ φέροιεν, ἀνέχεσθαί τε πολιορκίας, μέχρι Δέκμος ἢ Πλάγκος ἔλθοι; καὶ ἀμύνεσθαι μέχρι θανάτου μᾶλλον ἢ ἑκόντας ἐνδέξασθαι δουλείαν ἄνωθεν ἀδιόρθωτον· τά τε ἀρχαῖα Ῥωμαίων ἐπὶ ἐλευθερίᾳ φρονήματα καὶ πάθη, πρὸς οὐδὲν ἐνδόντων ὑπὲρ ἐλευθερίας, ἀνελέγοντο.
 
ἐπεὶ δὲ αὐτοῖς καὶ τὰ δύο τέλη τὰ ἐκ Λιβύης μετάπεμπτα ἐς τὸν λιμένα αὐτῆς ἡμέρας ἀφίκετο, τοὺς θεοὺς σφᾶς ἔδοξαν ἐπὶ τὴν ἐλευθερίαν ἐποτρύνειν. ἡ μὲν δὴ μετάνοια ἐκεκύρωτο, καὶ μετεψηφίζετο ἅπαντα, Κικέρωνος αὖθις αὐτοῖς ἐπιφανέντος· ἥ τε στρατεύσιμος ἡλικία προεγράφετο πᾶσα, καὶ τὰ δύο τέλη τάδε, τὰ ἐκ Λιβύης, καὶ οἱ σὺν αὐτοῖς ἱππέες χίλιοι καὶ τέλος ἕτερον, ὃ Πάνσας αὐτοῖς ὑπολελοίπει, πάντες οἵδε μερισθέντες οἱ μὲν τὸν λόφον τὸν καλούμενον Ἰάνουκλον, ἔνθα καὶ τὰ χρήματα ἐσώρευσαν, ἐφρούρουν, οἱ δὲ τὴν τοῦ ποταμοῦ γέφυραν, ἐπιδιῃρημένων σφίσι τῶν στρατηγῶν τῶν κατὰ τὴν πόλιν· ἄλλοι δὲ αὐτοῖς τὰ ἐν τῷ λιμένι σκάφη καὶ ναῦς καὶ χρήματα εὐτρέπιζον, εἰ δεήσειεν ἡττωμένους φυγεῖν διὰ θαλάσσης. καὶ τάδε σὺν εὐθαρσείᾳ πράσσοντες οὕτως ὀξέως ἤλπιζον ἀντικαταπλήξειν τὸν Καίσαρα, καὶ ἢ μεταπείσειν παρὰ σφῶν ἀντὶ τοῦ στρατεύματος αἰτεῖν τὴν ἀρχήν, ἢ ἐγκρατῶς ἀμυνεῖσθαι· τούς τε τῆς ἐναντίας μοίρας νῦν γε μεταθήσεσθαι προσεδόκων, μέχρι περὶ τῆς ἐλευθερίας ἐστὶν ὁ ἀγών. τὴν δὲ μητέρα Καίσαρος καὶ τὴν ἀδελφὴν οὔτε φανερῶς οὔτε λάθρᾳ ζητοῦντες εὕρισκον. ἐθορυβοῦντο οὖν αὖθις ὁμήρων μεγάλων ἀφῃρημένοι· καὶ τῶν Καισαριανῶν οὔπω σφίσιν ἐπικλωμένων, ὑπὸ ἐκείνων αὐτὰς ὧδε ἀκριβῶς ἐνόμιζον ἐπικρύπτεσθαι.
 
Καίσαρι δὲ ἔτι τῶν πρέσβεων ἐντυγχανόντων τὰ μετεψηφισμένα ἀγγέλλεται· καὶ αὐτὸν οἱ πρέσβεις ἀπολιπόντες ἀνέστρεφον ὑπὸ αἰδοῦς. ὁ δὲ τῷ στρατῷ μᾶλλον ἔτι παρωξυμμένῳ κατὰ σπουδὴν ἐχώρει, σὺν φόβῳ μή τι πάθοιεν αἱ γυναῖκες· ἔς τε τὸν δῆμον τεθορυβημένον ἱππέας ἔπεμψεν ἀτρεμεῖν ἐπικελεύων, καὶ τεθηπότων πάντων τὰ πέραν τοῦ Κυριναλίου λόφου κατέλαβεν, οὐδενὸς ἐς χεῖρας ἐλθεῖν ἢ κωλύειν ὑποστάντος. ἦν τε αὖθις ἑτέρα θαυμάσιος ἄφνω μεταβολή, θεόντων ἐς αὐτὸν τῶν ἐπιφανῶν καὶ προσαγορευόντων· ἔθει δὲ καὶ ὁ δημότης λεὼς καὶ τὴν εὐταξίαν τῶν στρατιωτῶν ὡς εἰρηνικὴν ἀπεδέχοντο. ὁ δὲ τὸν στρατόν, ἔνθαπερ ἦν, ἀπολιπὼν ἐχώρει τῆς ἐπιούσης πρὸς τὸ ἄστυ, φυλακὴν ἔχων ἀμφʼ αὑτὸν ἱκανήν. οἱ δὲ καὶ τότε ὑπήντων διʼ ὅλης τῆς ὁδοῦ κατὰ μέρη καὶ προσηγόρευον, οὐδὲν ἐνδέοντες ἢ φιλοφροσύνης ἢ θεραπείας ἀσθενοῦς. ἡ δὲ μήτηρ αὐτοῦ καὶ ἡ ἀδελφὴ ἐν τῷ τῆς Ἑστίας ἱερῷ μετὰ τῶν ἱερῶν παρθένων ἠσπάσαντο. καὶ τὰ τρία τέλη, τῶν στρατηγῶν ὑπεριδόντα, πρὸς αὐτὸν ἐπρέσβευε καὶ μετετίθετο· καὶ τῶν στρατηγῶν οἳ ἦρχον αὐτῶν, Κορνοῦτος μὲν ἑαυτὸν ἔκτεινεν, οἱ δʼ ἄλλοι σπονδῶν καὶ πίστεων ἔτυχον. Κικέρων τε τῶν σπονδῶν πυθόμενος ἔπραξε διὰ τῶν Καίσαρος φίλων ἐντυχεῖν αὐτῷ, καὶ ἐντυχὼν ἀπελογεῖτο καὶ τὴν εἰσήγησιν τῆς ὑπατείας ὑπερεπῇρεν, ἣν αὐτὸς ἐν τῇ βουλῇ πρότερον εἰσηγήσατο. ὁ δὲ τοσοῦτον ἀπεκρίνατο ἐπισκώπτων ὅτι τῶν φίλων αὑτῷ τελευταῖος ἐντυγχάνοι.
 
νυκτὸς δʼ ἄφνω δόξης γενομένης, ὅτι δύο τέλη Καίσαρος, τό τε Ἄρειον καὶ τὸ τέταρτον, μεταθοῖτο ἐς τὴν πόλιν ὡς διʼ ἐνέδρας ἐπὶ τὴν πατρίδα ἐπαχθέντα, οἱ στρατηγοὶ καὶ ἡ βουλὴ πάμπαν ἀταλαιπώρως ἐπίστευσαν, καίπερ ὄντος ἐγγυτάτω τοῦ στρατοῦ· νομίσαντές τε ἀνθέξειν αὐτοῖς οὖσιν ἀρίστοις πρὸς τὰ λοιπὰ τοῦ Καίσαρος, μέχρι τις ἑτέρωθεν αὑτοῖς ἰσχὺς ἐπιγένοιτο, νυκτὸς ἔτι Μάνιον Ἀκύλιον Κράσσον ἐς τὴν Πικηνίτιδα ἐξέπεμπον στρατὸν ἀθροίζειν, καὶ τῶν τινα δημάρχων Ἀπουλήιον ἐς τὸν δῆμον ἐποίουν τὸ εὐαγγέλιον ἐκφέρειν περιθέοντα. ἥ τε βουλὴ νυκτὸς ἐς τὸ βουλευτήριον συνέθεον, Κικέρωνος ἐπὶ ταῖς θύραις αὐτοὺς δεξιουμένου. ψευδοῦς δὲ τῆς δόξης φανείσης ἐν φορείῳ διέφυγεν.
 
ὁ δὲ Καῖσαρ ἐπιγελάσας αὐτοῖς τὸν μὲν στρατὸν ἐγγυτέρω τῆς πόλεως προήγαγεν, ἐς τὸ πεδίον τὸ καλούμενον Ἄρειον, τῶν δὲ στρατηγῶν τότε μὲν οὐδένα ἠμύνατο, οὐδὲ Κράσσον τὸν ἐς Πικήνην ἐκδραμόντα, καίπερ οἱ προσαχθέντα ὡς εἶχε ληφθεὶς ἐν σχήματι οἰκέτου, ἀλλὰ μεθῆκεν ἅπαντας ἐς δόξαν φιλανθρωπίας. οὐ πολὺ δὲ ὕστερον ἐπὶ θανάτῳ προυγράφησαν. τὰ χρήματα δέ, ὅσα τε κοινὰ ἦν ἐν τῷ Ἰανούκλῳ ἢ ἑτέρωθι καὶ ἄλλα συνενεχθῆναι κελεύσας, ὁπόσα Κικέρωνος ἐσηγουμένου πρότερον αὐτοῖς ἐπεγέγραπτο, διένειμεν ἀνὰ δισχιλίας καὶ πεντακοσίας δραχμὰς τῷ στρατῷ, καὶ τὸ ἐπίλοιπον ἐπιδώσειν ὑπέσχετο. καὶ τῆς πόλεως ὑπεξῆλθε, μέχρι χειροτονήσαιεν ὑπάτους αἱρετούς. αἱρεθεὶς δὲ αὐτὸς σὺν ᾧ περ ἐβούλετο Κοΐντῳ Πεδίῳ, ὃς τὸ μέρος αὐτῷ δεδώρητο τῆς Καίσαρος κληρονομίας, ἐς τὴν πόλιιαὖθις ὡς ὕπατος ἐσῄει, καὶ ἔθυε, δώδεκά οἱ γυπῶν φανέντων, ὅσους φασὶ καὶ Ῥωμύλῳ τὴν πόλιν οἰκίζοντι ὀφθῆναι. ἀπὸ δὲ τῶν θυσιῶν ἑαυτὸν εἰσεποιεῖτο τῷ πατρὶ αὖθις κατὰ νόμον κουριάτιον. ἔστι δʼ ἐπὶ τοῦ δήμου γίγνεσθαι τὴν θέσιν· κουρίας γὰρ ἐς μέρη τὰς φυλὰς ἢ τοὺς δήμους διαιροῦντες καλοῦσιν, ὡς Ἕλληνες, εἰκάζοντι φάναι, φατρίας. ἐπινομώτατος δʼ ἐστὶ Ῥωμαίοις ὁ τρόπος οὗτος ἐπὶ τῶν ἀπατόρων· καὶ δύνανται μάλιστα αὐτοὶ ἴσα τοῖς γνησίοις παισὶν ἄγειν τοὺς συγγενεῖς τῶν θεμένων καὶ ἀπελευθέρους. Γαΐῳ δʼ ἦν τά τε ἄλλα λαμπρὰ καὶ ἐξελεύθεροι πολλοί τε καὶ πλούσιοι, καὶ διὰ τόδʼ ἴσως μάλιστα ὁ Καῖσαρ ἐπὶ τῇ προτέρᾳ θέσει, κατὰ διαθήκας οἱ γενομένῃ, καὶ τῆσδε ἐδεήθη.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi