Thesauros Edebiyat Tarih Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη Appianus of Alexandria

Kitap 2

11.72 ἀλλὰ τάδε μὲν ᾠκονόμει θεὸς ἐς ἀρχὴν τῆσδε τῆς νῦν ἐπεχούσης τὰ πάντα ἡγεμονίας· τότε δʼ αὐτῶν τὴν στρατιὰν ἑκάτερος συναγαγὼν ἐπώτρυνε, Πομπήιος μὲν τοιάδε λέγων· ὑμεῖς, ὦ συστρατιῶται, στρατηγεῖτε τοῦ πόνου μᾶλλον ἢ στρατηγεῖσθε· αὐτοὶ γὰρ ἐμοῦ τὰ Καίσαρος ἐκτρύχειν ἔτι βουλομένου τὸν ἀγῶνα τόνδε προυκαλέσασθε. ὡς οὖν ἀγωνοθέται τῆς μάχης χρήσασθε μὲν ὡς ἐλάττοσι πολὺ πλείονες, καταφρονεῖτε δὲ ὡς ἡττημένων νενικηκότες καὶ γερόντων νέοι καὶ πολλὰ κεκμηκότων ἀκμῆτες ἄνδρες, οἷς ὑπάρχει δύναμις τοσήδε καὶ παρασκευὴ καὶ τὸ συνειδὸς αὐτὸ τῆς αἰτίας· ὑπὲρ γὰρ ἐλευθερίας καὶ πατρίδος ἀγωνιζόμεθα μετὰ νόμων καὶ δόξης ἀγαθῆς καὶ τοσῶνδε ἀνδρῶν, τῶν μὲν ἀπὸ βουλῆς, τῶν δʼ ἱππέων, πρὸς ἄνδρα ἕνα λῃστεύοντα τὴν ἡγεμονίαν. ἴτε οὖν, ὡς ἠξιοῦτε, μετʼ ἀγαθῆς ἐλπίδος, ἐν ὄψει τιθέμενοι τήν τε φυγὴν αὐτῶν τὴν περὶ τὸ Δυρράχιον γενομένην καὶ ὅσα σημεῖα μιᾶς ἡμέρας κρατοῦντες αὐτῶν ἐλάβομεν.
11.73 ὁ μὲν δὴ Πομπήιος ὧδε ἔλεγεν, ὁ δὲ Καῖσαρ τοῖς ἰδίοις τοιάδε·

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi