Thesauros Edebiyat Tarih Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη Appianus of Alexandria

Kitap 2

 
ἀλλὰ τίς, φασίν, ἔτι ὅρκος ἐς ἀσφάλειαν εἰρήνης ἂν γένοιτο; εἰ μὲν οὐ τυραννήσει τις, οὐδὲ ὅρκων δεῖ οὐδὲ γὰρ τοῖς πατράσιν ἡμῶν ἐδέησεν οὐδέποτε· εἰ δʼ ἐπιθυμήσει τις ἄλλος τυραννίδος, οὐδὲν πιστόν ἐστι Ῥωμαίοις πρὸς τύραννον οὐδʼ εὔορκον. καὶ τάδε προλέγομεν ἔτι ὄντες ὑπὸ τῷ κινδύνῳ καὶ προεροῦμεν ὑπὲρ τῆς πατρίδος αἰεί· καὶ γὰρ ὄντες ἐν ἀσφαλεῖ τιμῇ παρὰ Καίσαρι τὴν πατρίδα τῆς ἡμετέρας τιμῆς προετιμήσαμεν. διαβάλλουσι δʼ ἡμᾶς καὶ ἐπὶ ταῖς κληρουχίαις, ἐρεθίζοντες ὑμᾶς. εἰ δή τινες τῶν ᾠκισμένων ἢ οἰκισθησομένων πάρεστε, χαρίσασθέ μοι καὶ ἐπισημήνασθε ἑαυτούς.
 
ἐπισημηναμένων δὲ πολλῶν εὖ γε, εἶπεν,
 
ὦ ἄνδρες, τοῖς ἄλλοις ἐποιήσατε συνελθόντες. χρὴ δὲ ὑμᾶς, τὰ εἰκότα τιμωμένους τε καὶ περιποιουμένους ἐκ τῆς πατρίδος, τὰ ἴσα τὴν ἐκπέμπουσαν ἀντιγεραίρειν. ὑμᾶς δὲ ὁ δῆμος ἔδωκεν ἐπὶ Κελτοὺς καὶ Βρεττανοὺς τῷ Καίσαρι, καὶ ἀριστεύοντας ἔδει τιμῶν καὶ ἀριστείων τυχεῖν. ὁ δὲ ὑμᾶς τοῖς ὅρκοις προλαβὼν ἐπήγαγε μὲν ἐπὶ τὴν πόλιν μάλʼ ἀβουλοῦντας, ἐπήγαγε δὲ τοῖς ἀρίστοις τῶν πολιτῶν ἐς Λιβύην ὀκνοῦντας ὁμοίως. εἰ μὴν δὲ μόνα ταῦτα ὑμῖν ἐπέπρακτο, ᾐδεῖσθε ἂν ἴσως ἐπὶ τοιούτοις αἰτεῖν ἀριστεῖα· ἐπεὶ δὲ οὐδεὶς φθόνος ἢ χρόνος ἢ ἀνθρωπίνη λήθη τὰ ἐπὶ Κελτοῖς καὶ Βρεττανοῖς ὑμῶν ἔργα σβέσει, ὑπὲρ τούτων ὑμῖν ἐστι τὰ ἀριστεῖα· ἃ καὶ τοῖς πάλαι στρατευομένοις ὁ δῆμος ἐδίδου, οἰκείων μὲν ἀνδρῶν ἢ ἀναμαρτήτων οὔ ποτε γῆν ἀφαιρούμενος οὐδʼ ἑτέροις ἐπινέμων τὰ ἀλλότρια οὐδʼ ἡγούμενος δεῖν ἀμείβεσθαι διʼ ἀδικημάτων.
 
τῶν δὲ πολεμίῳν ὅτε κρατήσαιεν, οὐδὲ τούτων ἅπασαν τὴν γῆν ἀφηροῦντο, ἀλλὰ ἐμερίζοντο καὶ ἐς τὸ μέρος ᾤκιζον τοὺς ἐστρατευμένους, φύλακας εἶναι τῶν πεπολεμηκότων· καὶ οὐκ ἀρκούσης ἐνίοτε τῆς δορικτήτου γῆς καὶ τὴν δημοσίαν ἐπένεμον ἢ ἐωνοῦντο ἑτέραν. οὕτω μὲν ὑμᾶς ὁ δῆμος συνῴκιζεν ἀλύπως ἅπασι· Σύλλας δὲ καὶ Καῖσαρ, οἱ σὺν ὅπλοις ἐς τὴν πατρίδα ὡς πολεμίαν ἐμβαλόντες, ἐπὶ αὐτῇ τῇ πατρίδι φρουρῶν καὶ δορυφόρων δεόμενοι, οὔτε διέλυσαν ὑμᾶς ἐς τὰς πατρίδας, οὔτε γῆν ὑμῖν ἐωνοῦντο ἢ τὴν τῶν δεδημευμένων ἀνδρῶν ἐπένεμον, οὔτε τὰς τιμὰς τοῖς ἀφαιρουμένοις ἐς παρηγορίαν ἐδίδοσαν, πολλὰ μὲν ἐκ τῶν ταμιείων ἔχοντες, πολλὰ δὲ ἐκ τῶν δεδημευμένων, ἀλλὰ τὴν Ἰταλίαν οὐδὲν ἁμαρτοῦσαν οὐδὲ ἀδικοῦσαν πολέμου νόμῳ καὶ λῃστηρίου νόμῳ τήν τε γῆν ἀφῃροῦντο καὶ οἰκίας καὶ τάφους καὶ ἱερά, ὧν οὐδὲ τοὺς ἀλλοφύλους πολεμίους ἀφῃρούμεθα, ἀλλὰ δεκάτην αὐτοῖς μόνην καρπῶν ἐπετάσσομεν.
 
οἱ δὲ ὑμῖν τὰ τῶν ὑμετέρων ὁμοεθνῶν διένεμον, τῶν ἐπὶ Κελτοὺς ὑμᾶς αὐτῷ Καίσαρι στρατευσάντων καὶ προπεμψάντων καὶ εὐξαμένων πολλὰ κατὰ τῶν ὑμετέρων νικητηρίων. καὶ συνῴκιζον ὑμᾶς ἐς ταῦτα ἀθρόους ὑπὸ σημείοις καὶ συντάξει στρατιωτικῇ, μήτε εἰρηνεύειν δυναμένους μήτε ἀδεεῖς εἶναι τῶν ἐξελαθέντων· ὁ γὰρ ἀλώμενος καὶ τῶν ὄντων ἀφῃρημένος ἔμελλεν ὑμῖν περιπολῶν ἐφεδρεύειν καιροφυλακῶν. τοῦτο δʼ ἦν, ὅπερ οἱ τύραννοι μάλιστα ἐβούλοντο, οὐ γῆν ὑμᾶς λαβεῖν, ἣν δὴ καὶ ἑτέρωθεν εἶχον παρασχεῖν, ἀλλʼ ὅπως ἐχθροὺς ἐφεδρεύοντας ἔχοντες ἀεὶ βέβαιοι φύλακες ἦτε τῆς ἀρχῆς τῆς ταῦτα ὑμῖν συναδικούσης· εὔνοια γὰρ ἐς τυράννους γίγνεται δορυφόρων ἐκ τοῦ συναδικεῖν καὶ συνδεδιέναι. καὶ τοῦτο, ὦ θεοί, συνοικισμὸν ἐκάλουν, ᾧ θρῆνος ὁμοφύλων ἀνδρῶν ἐπῆν καὶ ἀνάστασις οὐδὲν ἀδικούντων.
 
ἀλλʼ ἐκεῖνοι μὲν ὑμᾶς ἐξεπίτηδες ἐχθροὺς ἐποίουν τοῖς ὁμοεθνέσιν ὑπὲρ τοῦ σφετέρου συμφέροντος· ἡμεῖς δέ, οὓς οἱ νῦν τῆς πατρίδος προστάται φασὶν ἐλέῳ περισῴζειν, τήν τε γῆν ὑμῖν τήνδε αὐτὴν ἐσαεὶ βεβαιοῦμεν καὶ βεβαιώσομεν καὶ μάρτυρα τὸν θεὸν τῶνδε ποιούμεθα. καὶ ἔχετε καὶ ἕξετε, ἃ εἰλήφατε· καὶ οὐ μή τις ὑμᾶς ἀφέληται ταῦτα, οὐ Βροῦτος, οὐ Κάσσιος, οὐχ οἵδε πάντες, οἳ τῆς ὑμετέρας ἐλευθερίας προεκινδυνεύσαμεν. ὃ δʼ ἐν τῷ ἔργῳ μόνον ἐστὶν ἐπίμεμπτον, ἰασόμεθα ἡμεῖς, διαλλακτήριον ὑμῖν ἅμα ἐς τοὺς ὁμοεθνεῖς ἐσόμενον καὶ ἥδιστον ἤδη πυθομένοις. οἷς τὴν τιμὴν τῆσδε τῆς γῆς τοῖς ἀφῃρημένοις ἡμεῖς ἐκ τῶν δημοσίων χρημάτων εὐθὺς ἐκ πρώτης ἀφορμῆς ἀποδώσομεν, ἵνα μὴ βέβαιον ἔχητε μόνον ὑμεῖς τὴν κληρουχίαν, ἀλλὰ καὶ ἄφθονον.
 
τοιαῦτα τοῦ Βρούτου λέγοντος ἀκροώμενοί τε ἔτι πάντες καὶ διαλυόμενοι κατὰ σφᾶς ἐπῄνουν ὡς δικαιότατα, καὶ τοὺς ἄνδρας ὡς ἀκαταπλήκτους δὴ καὶ μάλιστα φιλοδήμους ἐν θαύματι ἐποιοῦντο, καὶ ἐς εὔνοιαν πρὸς αὐτοὺς μετετίθεντο καὶ ἐς τὴν ἐπιοῦσαν αὐτοῖς συμπράξειν ἔμελλον. ἅμα δὲ ἡμέρᾳ οἱ μὲν ὕπατοι τὸ πλῆθος ἐς ἐκκλησίαν συνεκάλουν, καὶ ἀνεγινώσκετο αὐτοῖς τὰ δόξαντα, καὶ Κικέρων πολὺ τῆς ἀμνηστίας ἐγκώμιον ἐπέλεγεν· οἱ δὲ ἡδόμενοι κατεκάλουν ἐκ τοῦ ἱεροῦ τοὺς ἀμφὶ τὸν Κάσσιον. καὶ οἵδε ἀναπέμπειν αὑτοῖς ἐν τοσῷδε ὅμηρα ἐκέλευον, καὶ ἀνεπέμποντο οἱ παῖδες Ἀντωνίου τε καὶ Λεπίδου. ὀφθέντων δὲ τῶν ἀμφὶ τὸν Βροῦτον κρότος ἦν καὶ βοή, καὶ τῶν ὑπάτων εἰπεῖν τι βουλομένων οὐκ ἀνασχόμενοι δεξιώσασθαι αὐτοὺς καὶ συναλλαγῆναι πρότερον ἐκέλευον. καὶ γίγνεται μὲν οὕτω, καὶ διεσείετο μάλιστα τοῖς ὑπάτοις ἡ γνώμη ὑπὸ δέους ἢ φθόνου, ὡς τῶν ἀνδρῶν καὶ τὰ ἄλλα αὑτοὺς ὑπεροισόντων ἐν τῇ πολιτείᾳ.
 
διαθῆκαι δὲ τοῦ Καίσαρος ὤφθησαν φερόμεναι, καὶ εὐθὺς αὐτὰς τὸ πλῆθος ἐκέλευον ἀναγινώσκειν. θετὸς μὲν δὴ τῷ Καίσαρι παῖς ἐγίγνετο ἐν αὐταῖς ὁ τῆς ἀδελφῆς θυγατριδοῦς Ὀκτάουιος, τῷ δήμῳ δὲ ἦσαν ἐνδιαίτημα οἱ κῆποι δεδομένοι καὶ κατʼ ἄνδρα Ῥωμαίων τῶν ὄντων ἔτι ἐν ἄστει πέντε καὶ ἑβδομήκοντα Ἀττικαὶ δραχμαί. καὶ ὑπεσαλεύετο αὖθις ἐς ὀργὴν ὁ δῆμος, τυράννου μὲν κατηγορίας προπεπυσμένοι, διαθήκας δὲ φιλοπόλιδος ἀνδρὸς ὁρῶντες. οἴκτιστον δὲ ἐφάνη μάλιστα αὐτοῖς, ὅτι τῶν ἀνδροφόνων Δέκμος ὁ Βροῦτος ἐν τοῖς δευτέροις κληρονόμοις ἐγέγραπτο παῖς· ἔθος γάρ τι Ῥωμαίοις παραγράφειν τοῖς κληρονόμοις ἑτέρους, εἰ μὴ κληρονομοῖεν οἱ πρότεροι. ἐφʼ ᾧ δὴ καὶ μᾶλλον συνεταράσσοντο καὶ δεινὸν καὶ ἀθέμιστον ἡγοῦντο καὶ Δέκμον ἐπιβουλεῦσαι Καίσαρι, παῖδα αὐτῷ γεγραμμένον εἶναι. ἐπεὶ δὲ καὶ Πείσωνος τὸ σῶμα φέροντος ἐς τὴν ἀγορὰν πλῆθός τε ἄπειρον ἐς φρουρὰν συνέδραμον σὺν ὅπλοις, καὶ μετὰ βοῆς καὶ πομπῆς δαψιλοῦς ἐπὶ τὰ ἔμβολα προυτέθη, οἰμωγή τε καὶ θρῆνος ἦν αὖθις ἐπὶ πλεῖστον, καὶ τὰ ὅπλα ἐπατάγουν οἱ ὡπλισμένοι καὶ κατὰ μικρὸν ἐν μετανοίᾳ τῆς ἀμνηστίας ἐγίγνοντο. καὶ ὁ Ἀντώνιος ὧδε ἔχοντας ἰδὼν οὐ μεθῆκεν, ἀλλὰ ᾑρημένος εἰπεῖν τὸν ἐπιτάφιον οἷα ὕπατος ὑπάτου καὶ φίλος φίλου καὶ συγγενὴς συγγενοῦς (ἦν γὰρ δὴ Καίσαρι κατὰ μητέρα συγγενής) ἐτέχναζεν αὖθις καὶ ἔλεγεν ὧδε.
 
Οὐκ ἄξιον, ὦ πολῖται, τοσοῦδε ἀνδρὸς ἐπιτάφιον ἔπαινον παρʼ ἐμοῦ μᾶλλον, ἑνὸς ὄντος, ἢ παρὰ τῆς πατρίδος ὅλης αὐτῷ γενέσθαι. ὅσα δὴ τῆς ἀρετῆς αὐτὸν ὑμεῖς ἀγάμενοι πάντες ὁμαλῶς, ἥ τε βουλὴ καὶ μετὰ αὐτῆς ὁ δῆμος, ἔτι περιόντι ἐψηφίσασθε, ὑμετέραν καὶ οὐκ Ἀντωνίου τάδε φωνὴν εἶναι τιθέμενος ἀναγνώσομαι. καὶ ἀνεγίνωσκε τῷ μὲν προσώπῳ σοβαρῷ καὶ σκυθρωπῷ, τῇ φωνῇ δʼ ἐνσημαινόμενος ἕκαστα καὶ ἐφιστάμενος, οἷς μάλιστα αὐτὸν ἐν τῷ ψηφίσματι ἐξεθείαζον, ἱερὸν καὶ ἄσυλον ἢ πατέρα πατρίδος ἢ εὐεργέτην ἢ προστάτην οἷον οὐχ ἕτερον ὀνομάζοντες. ἐφʼ ἑκάστῳ δὲ τούτων ὁ Ἀντώνιος τὴν ὄψιν καὶ τὴν χεῖρα ἐς τὸ σῶμα τοῦ Καίσαρος ἐπιστρέφων ἐν παραβολῇ τοῦ λόγου τὸ ἔργον ἐπεδείκνυ. ἐπεφθέγγετο δέ πού τι καὶ βραχὺ ἑκάστῳ, μεμιγμένον οἴκτῳ καὶ ἀγανακτήσει, ἔνθα μὲν τὸ ψήφισμα εἴποι ʼπατέρα πατρίδος,ʼ ἐπιλέγων· τοῦτο ἐπιεικείας ἐστὶ μαρτυρία, ἔνθα δʼ ἦν ʽἱερὸς καὶ ἄσυλοσʼ καὶ ʼἀπαθὴς καὶ ὅστις αὐτῷ καὶ ἕτερος προσφύγοι,ʼ οὐχ ἕτερος, ἔφη, τῷδε προσφεύγων, ἀλλʼ αὐτὸς ὑμῖν ὁ ἄσυλος καὶ ἱερὸς ἀνῄρηται, οὐ βιασάμενος οἷα τύραννος λαβεῖν τάσδε τὰς τιμάς, ἃς οὐδὲ ᾔτησεν. ἀνελευθερώτατοι δὲ ἄρα ἡμεῖς, οἳ τοιάδε τοῖς ἀναξίοις οὐδὲ αἰτοῦσι δίδομεν. ἀλλʼ ὑμεῖς ἡμῶν ὑπεραπολογεῖσθε ὡς οὐκ ἀνελευθέρων, ὦ πιστοὶ πολῖται, τοιαύτῃ καὶ νῦν πρὸς τεθνεῶτα χρώμενοι τιμῇ.
 
καὶ αὖθις ἀνεγίνωσκε τοὺς ὅρκους, ἦ μὴν φυλάξειν Καίσαρα καὶ τὸ Καίσαρος σῶμα παντὶ σθένει πάντας ἤ, εἴ τις ἐπιβουλεύσειεν, ἐξώλεις εἶναι τοὺς οὐκ ἀμύναντας αὐτῷ. ἐφʼ ὅτῳ δὴ μάλιστα τὴν φωνὴν ἐπιτείνας καὶ τὴν χεῖρα ἐς τὸ Καπιτώλιον ἀνασχών, ἐγὼ μέν, εἶπεν, ὦ Ζεῦ πάτριε καὶ θεοί, ἕτοιμος ἀμύνειν ὡς ὤμοσα καὶ ἠρασάμην· ἐπεὶ δὲ τοῖς ὁμοτίμοις δοκεῖ συνοίσειν τὰ ἐγνωσμένα, συνενεγκεῖν εὔχομαι. θορύβου δʼ ἐκ τῆς βουλῆς ἐπὶ τῷδε μάλιστα προφανῶς ἐς αὐτὴν εἰρημένῳ γενομένου, ἐπικαταψήχων αὐτὴν ὁ Ἀντώνιος καὶ παλινῳδῶν ἔφη·
 
ἔοικεν, ὦ πολῖται, τὰ γεγενημένα ἀνδρῶν μὲν οὐδενός, ἀλλά του δαιμόνων ἔργα εἶναι. καὶ χρὴ τὸ παρὸν σκοπεῖν μᾶλλον ἢ τὸ γεγενημένον, ὡς ἐν ἀκμῇ μεγάλων ἐστὶ κινδύνων ἡμῖν τὰ μέλλοντα ἢ τὰ ὄντα μὴ ἐς τὰς προτέρας στάσεις ὑπαχθῶμεν καὶ ἐκτριφθῇ πᾶν, ὅ τι λοιπόν ἐστιν εὐγενὲς τῇ πόλει. προπέμπωμεν οὖν τὸν ἱερὸν τόνδε ἐπὶ τοὺς εὐδαίμονας, τὸν νενομισμένον ὕμνον αὐτῷ καὶ θρῆνον ἐπᾴδοντες.
 
τοιάδε εἰπὼν τὴν ἐσθῆτα οἷά τις ἔνθους ἀνεσύρατο, καὶ περιζωσάμενος ἐς τὸ τῶν χειρῶν εὔκολον, τὸ λέχος ὡς ἐπὶ σκηνῆς περιέστη κατακύπτων τε ἐς αὐτὸ καὶ ἀνίσχων, πρῶτα μὲν ὡς θεὸν οὐράνιον ὕμνει καὶ ἐς πίστιν θεοῦ γενέσεως τὰς χεῖρας ἀνέτεινεν, ἐπιλέγων ὁμοῦ σὺν δρόμῳ φωνῆς πολέμους αὐτοῦ καὶ μάχας καὶ νίκας καὶ ἔθνη, ὅσα προσποιήσειε τῇ πατρίδι, καὶ λάφυρα, ὅσα πέμψειεν, ἐν θαύματι αὐτῶν ἕκαστα ποιούμενος καὶ συνεχῶς ἐπιβοῶν· μόνος ὅδε ἀήττητος ἐκ πάντων τῶν ἐς χεῖρας αὐτῷ συνελθόντων. σὺ δʼ, ἔφη, καὶ μόνος ἐκ τριακοσίων ἐτῶν ὑβρισμένῃ τῇ πατρίδι ἐπήμυνας, ἄγρια ἔθνη τὰ μόνα ἐς Ῥώμην ἐμβαλόντα καὶ μόνα ἐμπρήσαντα αὐτὴν ἐς γόνυ βαλών. πολλά τε ἄλλα ἐπιθειάσας τὴν φωνὴν ἐς τὸ θρηνῶδες ἐκ τοῦ λαμπροτέρου μετεποίει καὶ ὡς φίλον ἄδικα παθόντα ὠδύρετο καὶ ἔκλαιε καὶ ἠρᾶτο τὴν ἑαυτοῦ ψυχὴν ἐθέλειν ἀντιδοῦναι τῆς Καίσαρος.
 
εὐφορώτατα δὲ ἐς τὸ πάθος ἐκφερόμενος τὸ σῶμα τοῦ Καίσαρος ἐγύμνου καὶ τὴν ἐσθῆτα ἐπὶ κοντοῦ φερομένην ἀνέσειε, λελακισμένην ὑπὸ τῶν πληγῶν καὶ πεφυρμένην αἵματι αὐτοκράτορος. ἐφʼ οἷς ὁ δῆμος οἷα χορὸς αὐτῷ πενθιμώτατα συνωδύρετο καὶ ἐκ τοῦ πάθους αὖθις ὀργῆς ἐνεπίμπλατο. ὡς δʼ ἐπὶ τοῖς λόγοις ἕτεροι θρῆνοι μετὰ ᾠδῆς κατὰ πάτριον ἔθος ὑπὸ χορῶν ἐς αὐτὸν ᾔδοντο καὶ τὰ ἔργα αὖθις αὐτοῦ καὶ τὸ πάθος κατέλεγον καί που τῶν θρήνων αὐτὸς ὁ Καῖσαρ ἐδόκει λέγειν, ὅσους εὖ ποιήσειε τῶν ἐχθρῶν ἐξ ὀνόματος, καὶ περὶ τῶν σφαγέων αὐτῶν ἐπέλεγεν ὥσπερ ἐν θαύματι· ἐμὲ δὲ καὶ τούσδε περισῶσαι τοὺς κτενοῦντάς με, οὐκ ἔφερεν ἔτι ὁ δῆμος, ἐν παραλόγῳ ποιούμενος τὸ πάντας αὐτοῦ τοὺς σφαγέας χωρὶς μόνου Δέκμου, αἰχμαλώτους ἐκ τῆς Πομπηίου στάσεως γενομένους, ἀντὶ κολάσεων ἐπὶ ἀρχὰς καὶ ἡγεμονίας ἐθνῶν καὶ στρατοπέδων προαχθέντας ἐπιβουλεῦσαι, Δέκμον δὲ καὶ παῖδα αὐτῷ θετὸν ἀξιωθῆναι γενέσθαι.
 
ὧδε δὲ αὐτοῖς ἔχουσιν ἤδη καὶ χειρῶν ἐγγὺς οὖσιν ἀνέσχε τις ὑπὲρ τὸ λέχος ἀνδρείκελον αὐτοῦ Καίσαρος ἐκ κηροῦ πεποιημένον· τὸ μὲν γὰρ σῶμα, ὡς ὕπτιον ἐπὶ λέχους, οὐχ ἑωρᾶτο. τὸ δὲ ἀνδρείκελον ἐκ μηχανῆς ἐπεστρέφετο πάντῃ, καὶ σφαγαὶ τρεῖς καὶ εἴκοσιν ὤφθησαν ἀνά τε τὸ σῶμα πᾶν καὶ ἀνὰ τὸ πρόσωπον θηριωδῶς ἐς αὐτὸν γενόμεναι. τήνδε οὖν τὴν ὄψιν ὁ δῆμος οἰκτίστην σφίσι φανεῖσαν οὐκέτι ἐνεγκὼν ἀνῴμωξάν τε καὶ διαζωσάμενοι τὸ βουλευτήριον, ἔνθα ὁ Καῖσαρ ἀνῄρητο, κατέφλεξαν καὶ τοὺς ἀνδροφόνους ἐκφυγόντας πρὸ πολλοῦ περιθέοντες ἐζήτουν, οὕτω δὴ μανιωδῶς ὑπὸ ὀργῆς τε καὶ λύπης, ὥστε τὸν δημαρχοῦντα Κίνναν ἐξ ὁμωνυμίας τοῦ στρατηγοῦ Κίννα, τοῦ δημηγορήσαντος ἐπὶ τῷ Καίσαρι, οὐκ ἀνασχόμενοί τε περὶ τῆς ὁμωνυμίας οὐδʼ ἀκοῦσαι, διέσπασαν θηριωδῶς, καὶ οὐδὲν αὐτοῦ μέρος ἐς ταφὴν εὑρέθη. πῦρ δʼ ἐπὶ τὰς τῶν ἄλλων οἰκίας ἔφερον, καὶ καρτερῶς αὐτοὺς ἐκείνων τε ἀμυνομένων καὶ τῶν γειτόνων δεομένων τοῦ μὲν πυρὸς ἀπέσχοντο, ὅπλα δʼ ἠπείλησαν ἐς τὴν ἐπιοῦσαν οἴσειν.
 
καὶ οἱ μὲν σφαγεῖς ἐξέφυγον ἐκ τῆς πόλεως διαλαθόντες, ὁ δὲ δῆμος ἐπὶ τὸ λέχος τοῦ Καίσαρος ἐπανελθὼν ἔφερον αὐτὸ ἐς τὸ Καπιτώλιον ὡς εὐαγὲς θάψαι τε ἐν ἱερῷ καὶ μετὰ θεῶν θέσθαι. κωλυόμενοι δὲ ὑπὸ τῶν ἱερέων ἐς τὴν ἀγορὰν αὖθις ἔθεσαν, ἔνθα τὸ πάλαι Ῥωμαίοις ἔστι βασίλειον, καὶ ξύλα αὐτῷ καὶ βάθρα, ὅσα πολλὰ ἦν ἐν ἀγορᾷ καὶ εἴ τι τοιουτότροπον ἄλλο συνενεγκόντες, καὶ τὴν πομπὴν δαψιλεστάτην οὖσαν ἐπιβαλόντες, στεφάνους τε ἔνιοι παρʼ ἑαυτῶν καὶ ἀριστεῖα πολλὰ ἐπιθέντες, ἐξῆψαν καὶ τὴν νύκτα πανδημεὶ τῇ πυρᾷ παρέμενον, ἔνθα βωμὸς πρῶτος ἐτέθη, νῦν δʼ ἐστὶ νεὼς αὐτοῦ Καίσαρος, θείων τιμῶν ἀξιουμένου· ὁ γάρ τοι θετὸς αὐτῷ παῖς Ὀκτάουιος, τό τε ὄνομα ἐς τὸν Καίσαρα μεταβαλὼν καὶ κατʼ ἴχνος ἐκείνου τῇ πολιτείᾳ προσιών, τήν τε ἀρχὴν τὴν ἐπικρατοῦσαν ἔτι νῦν, ἐρριζωμένην ὑπʼ ἐκείνου, μειζόνως ἐκρατύνατο καὶ τὸν πατέρα τιμῶν ἰσοθέων ἠξίωσεν· ὧν δὴ καὶ νῦν, ἐξ ἐκείνου πρώτου, Ῥωμαῖοι τὸν ἑκάστοτε τὴν ἀρχὴν τήνδε ἄρχοντα, ἢν μὴ τύχῃ τυραννικὸς ὢν ἢ ἐπίμεμπτος, ἀποθανόντα ἀξιοῦσιν, οἳ πρότερον οὐδὲ περιόντας αὐτοὺς ἔφερον καλεῖν βασιλέας.
 
οὕτω μὲν δὴ Γάιος Καῖσαρ ἐτελεύτησεν ἐν ἡμέραις αἷς καλοῦσιν εἰδοῖς Μαρτίαις, Ἀνθεστηριῶνος μάλιστα μέσου, ἥν τινα ἡμέραν αὐτὸν ὁ μάντις οὐ περιοίσειν προύλεγεν· ὁ δʼ ἐπισκώπτων αὐτὸν ἔφη περὶ τὴν ἕω· πάρεισιν αἱ εἰδοί. καὶ ὁ μὲν οὐδὲν καταπλαγεὶς ἀπεκρίνατο· ἀλλὰ οὐ παρεληλύθασιν, ὁ δὲ καὶ τοιῶνδε προαγορεύσεων αὐτῷ σὺν τοσῷδε τοῦ μάντεως θάρσει γενομένων καὶ σημείων ὧν προεῖπον ἑτέρων ὑπεριδὼν προῆλθε καὶ ἐτελεύτησεν, ἔτος ἄγων ἕκτον ἐπὶ πεντήκοντα, ἀνὴρ ἐπιτυχέστατος ἐς πάντα καὶ δαιμόνιος καὶ μεγαλοπράγμων καὶ εἰκότως ἐξομοιούμενος Ἀλεξάνδρῳ. ἄμφω γὰρ ἐγενέσθην φιλοτιμοτάτω τε πάντων καὶ πολεμικωτάτω καὶ τὰ δόξαντα ἐπελθεῖν ταχυτάτω πρός τε κινδύνους παραβολωτάτω καὶ τοῦ σώματος ἀφειδεστάτω καὶ οὐ στρατηγίᾳ πεποιθότε μᾶλλον ἢ τόλμῃ καὶ τύχῃ. ὧν ὁ μὲν ἄνυδρόν τε πολλὴν ἐς Ἄμμωνος ὥδευεν ὥρᾳ καύματος, καὶ τὸν Παμφύλιον κόλπον τῆς θαλάσσης ἀνακοπείσης διέτρεχε δαιμονίως, καὶ τὸ πέλαγος αὐτῷ τοῦ δαίμονος κατέχοντος, ἔστε παρέλθοι, καὶ καθʼ ὁδὸν ὁδεύοντι ὕοντος. ἀπλώτου τε θαλάσσης ἐν Ἰνδοῖς ἀπεπείρασε, καὶ ἐπὶ κλίμακα πρῶτος ἀνέβη καὶ ἐς πολεμίων τεῖχος ἐσήλατο μόνος καὶ τρισκαίδεκα τραύματα ὑπέστη. καὶ ἀήττητος αἰεὶ γενόμενος ἑνὶ σχεδὸν ἢ δύο ἔργοις ἕκαστον πόλεμον ἐξήνυσε, τῆς μὲν Εὐρώπης πολλὰ βάρβαρα ἑλὼν καὶ τὴν Ἑλλάδα χειρωσάμενος, δυσαρκτότατον ἔθνος καὶ φιλελεύθερον καὶ οὐδενὶ πρὸ αὐτοῦ πλην Φιλίππῳ κατʼ εὐπρέπειαν ἐς ἡγεμονίαν πολέμου δόξασαν ὑπακούειν ἐπʼ ὀλίγον· τὴν δὲ Ἀσίαν σχεδὸν εἰπεῖν ὅλην ἐπέ δραμε. καὶ ὡς λόγῳ τὴν Ἀλεξάνδρου τύχην καὶ δύναμιν εἰπεῖν, ὅσην εἶδε γῆν, ἐκτήσατο καὶ περὶ τῆς λοιπῆς ἐνθυμούμενός τε καὶ διανοούμενος ἀπέθανε.
 
Καίσαρι δὲ ἥ τε Ἰόνιος θάλασσα εἶξε, χειμῶνος μέσου πλωτὴ καὶ εὔδιος γενομένη, καὶ τὸν ἑσπέριον ὠκεανὸν ἐπὶ Βρεττανοὺς διέπλευσεν οὔπω γενόμενον ἐν πείρα, κρημνοῖς τε τῶν Βρεττανῶν τοὺς κυβερνήτας ἐποκέλλοντας ἐκέλευε τὰς ναῦς περιαγνύναι. καὶ πρὸς ἄλλον κλύδωνα μόνος ἐν σκάφει σμικρῷ νυκτὸς ἐβιάζετο καὶ τὸν κυβερνήτην ἐκέλευε προχέαι τὰ ἱστία καὶ θαρρεῖν τῇ Καίσαρος τύχῃ μᾶλλον ἢ τῇ θαλάσσῃ. ἔς τε πολεμίους προεπήδησε μόνος ἐκ πάντων δεδιότων πολλάκις, καὶ τριακοντάκις αὐτὸς ἐν Κελτοῖς μόνοις παρετάξατο, μέχρι τετρακόσια αὐτῶν ἐχειρώσατο ἔθνη, οὕτω δή τι Ῥωμαίοις ἐπίφοβα, ὡς νόμῳ τῷ περὶ ἀστρατείας ἱερέων καὶ γερόντων ἐγγραφῆναι ʼπλὴν εἰ μὴ Κελτικὸς πόλεμος ἐπίοιʼ. τότε δὲ καὶ γέροντας καὶ ἱερέας στρατεύεσθαι. περί τε τὴν Ἀλεξάνδρειαν πολεμῶν καὶ ἀποληφθεὶς ἐπὶ γεφύρας μόνος καὶ κακοπαθῶν τὴν πορφύραν ἀπέρριψε καὶ ἐς τὴν θάλασσαν ἐξήλατο καὶ ζητούμενος ὑπὸ τῶν πολεμίων ἐν τῷ μυχῷ διενήχετο λανθάνων ἐπὶ πολύ, μόνην ἐκ διαστήματος ἀνίσχων τὴν ἀναπνοήν, μέχρι φιλίᾳ νηὶ προσπελάσας ὤρεξε τὰς χεῖρας καὶ ἑαυτὸν ἔδειξε καὶ περιεσώθη.
 
ἐς δὲ τὰ ἐμφύλια τάδε ἢ διὰ δέος, καθάπερ αὐτὸς ἔλεγεν, ἢ ἀρχῆς ἐπιθυμίᾳ συμπεσών, στρατηγοῖς τοῖς καθʼ αὑτὸν ἀρίστοις συνηνέχθη καὶ στρατοῖς πολλοῖς τε καὶ μεγάλοις, οὐ βαρβάρων ἔτι, ἀλλὰ Ῥωμαίων ἀκμαζόντων μάλιστα εὐπραξίαις καὶ τύχαις· καὶ ἁπάντων ἐκράτησε, διὰ μιᾶς καὶ ὅδε πείρας ἑκάστων ἢ διὰ δύο, οὐ μὴν ἀηττήτου καθάπερ Ἀλεξάνδρῳ τοῦ στρατοῦ γενομένου, ἐπεὶ καὶ ὑπὸ Κελτῶν ἡττῶντο λαμπρῶς, ὅθʼ ἡ μεγάλη σφᾶς συμφορὰ κατέλαβε Κόττα καὶ Τιτυρίου στρατηγούντων, καὶ ἐν Ἰβηρίᾳ Πετρήιος αὐτοὺς καὶ Ἀφράνιος συνέκλεισαν οἷα πολιορκουμένους, ἔν τε Δυρραχίῳ καὶ Λιβύῃ λαμπρῶς ἔφευγον καὶ ἐν Ἰβηρίᾳ Πομπήιον τὸν νέον κατεπλάγησαν. ὁ δὲ Καῖσαρ αὐτὸς ἦν ἀκατάπληκτος καὶ ἐς παντὸς πολέμου τέλος ἀήττητος· τήν τε Ῥωμαίων ἰσχύν, γῆς ἤδη καὶ θαλάσσης ἐκ δύσεων ἐπὶ τὸν ποταμὸν Εὐφράτην κρατοῦσαν, ἐχειρώσατο βίᾳ καὶ φιλανθρωπίᾳ πολὺ βεβαιότερον καὶ πολὺ ἐγκρατέστερον Σύλλα βασιλέα τε αὑτὸν ἀπέφηνεν ἀκόντων, εἰ καὶ τὴν προσηγορίαν οὐκ ἐδέχετο. καὶ πολέμους ἄλλους καὶ ὅδε διανοούμενος ἀνῃρέθη.
 
συνέβη δʼ αὐτοῖς καὶ τὰ στρατόπεδα ὁμοίως πρόθυμα μὲν ἐς ἄμφω καὶ μετὰ εὐνοίας γενέσθαι καὶ ἐς μάχας θηριώδεσιν ἐοικότα, δυσπειθῆ δὲ πολλάκις ἑκατέρῳ καὶ πολυστασίαστα διὰ τοὺς πόνους. ἀποθανόντας γε μὴν ὁμοίως ὠδύραντο καὶ ἐπεπόθησαν καὶ θείων τιμῶν ἠξίωσαν. ἐγένοντο δὲ καὶ τὰ σώματα εὐφυεῖς ἄμφω καὶ καλοί. καὶ τὸ γένος ἐκ Διὸς ἤστην ἑκάτερος, ὁ μὲν Αἰακίδης τε καὶ Ἡρακλείδης, ὁ δὲ ἀπʼ Ἀγχίσου τε καὶ Ἀφροδίτης. φιλονικότεροι δὲ τοῖς ἐξερίζουσιν ὄντες ταχύτατοι πρὸς διαλύσεις ἦσαν καὶ συγγνώμονες τοῖς ἁλοῦσιν, ἐπὶ δὲ τῇ συγγνώμῃ καὶ εὐεργέται καὶ οὐδὲν ἢ κρατῆσαι μόνον ἐνθυμούμενοι.
 
καὶ τάδε μὲν ἐς τοσοῦτον συγκεκρίσθω, καίπερ οὐκ ἐξ ἴσης δυνάμεως ἐπὶ τὴν ἀρχὴν ὁρμήσαντος αὐτῶν ἑκατέρου, ἀλλὰ τοῦ μὲν ἐκ βασιλείας ἠσκημένης ὑπὸ Φιλίππῳ, τοῦ δʼ ἐξ ἰδιωτείας, εὐγενοῦς μὲν καὶ περιφανοῦς, χρημάτων δὲ πάνυ ἐνδεοῦς.
 
ἐγένοντο δὲ καὶ σημείων τῶν ἐπὶ σφίσιν ἑκάτερος ὑπερόπτης καὶ τοῖς μάντεσι τὴν τελευτὴν προειποῦσιν οὐκ ἐχαλέπηναν, καὶ τὰ σημεῖα αὐτὰ ὅμοιά τε πολλάκις καὶ ἐς τὸ ὅμοιον ἀμφοῖν συνηνέχθη· ἐγένετο γὰρ ἑκατέρῳ δὶς ἄλοβα, καὶ τὰ μὲν πρῶτα κίνδυνον σφαλερὸν ὑπέδειξεν, Ἀλεξάνδρῳ μὲν ἐν Ὀξυδράκαις, ἐπὶ τὸ τῶν ἐχθρῶν τεῖχος ἀναβάντι πρὸ τῶν Μακεδόνων, καὶ τῆς κλίμακος συντριβείσης ἀποληφθέντι τε ἄνω, καὶ ὑπὸ τόλμης ἐς τὸ ἐντὸς ἐπὶ τοὺς πολεμίους ἐξαλομένῳ καὶ πληγέντι τὰ στέρνα χαλεπῶς καὶ ἐς τὸν τράχηλον ὑπέρῳ βαρυτάτῳ, καὶ πίπτοντι ἤδη καὶ περισωθέντι μόλις ὑπὸ τῶν Μακεδόνων ἀναρρηξάντων τὰς πύλας ὑπὸ δέους, Καίσαρι δὲ ἐν Ἰβηρίᾳ, τοῦ στρατοῦ περιφόβου τε ὄντος ἐπὶ Πομπηίῳ τῷ νέῳ καὶ ὀκνοῦντος ἐς μάχην ἰέναι, προδραμόντι πάντων ἐς τὸ μεταίχμιον καὶ διακόσια ἀναδεξαμένῳ δόρατα ἐς τὴν ἀσπίδα, μέχρι καὶ τόνδε ὁ στρατὸς ἐπιδραμὼν ὑπὸ αἰδοῦς καὶ φόβου περιέσωσεν. οὕτω μὲν αὐτοῖς τὰ πρῶτα ἄλοβα ἐς κίνδυνον ἦλθε θανάτου, τὰ δεύτερα δὲ ἐς τὸν θάνατον αὐτόν. Πειθαγόρας τε γὰρ ὁ μάντις Ἀπολλοδώρῳ δεδοικότι Ἀλέξανδρόν τε καὶ Ἡφαιστίωνα θυόμενος εἶπε μὴ δεδιέναι, ἐκποδὼν γὰρ ἀμφοτέρους αὐτίκα ἔσεσθαι· καὶ τελευτήσαντος εὐθὺς Ἡφαιστίωνος ὁ Ἀπολλόδωρος ἔδεισε, μή τις ἐπιβουλὴ γένοιτο κατὰ τοῦ βασιλέως, καὶ ἐξήνεγκεν αὐτῷ τὰ μαντεύματα. ὁ δὲ ἐπεμειδίασε καὶ Πειθαγόραν αὐτὸν ἤρετο, ὅ τι λέγοι τὸ σημεῖον· τοῦ δὲ εἰπόντος, ὅτι τὰ ὕστατα λέγει, αὖθις ἐπεμειδίασε καὶ ἐπῄνεσεν ὅμως Ἀπολλόδωρόν τε τῆς εὐνοίας καὶ τὸν μάντιν τῆς παρρησίας.
 
Καίσαρι δʼ ἐς τὸ ἔσχατον βουλευτήριον ἐσιόντι, καθά μοι πρὸ βραχέος εἴρηται, τὰ αὐτὰ σημεῖα γίγνεται· καὶ χλευάσας ἔφη τοιαῦτά οἱ καὶ περὶ Ἰβηρίαν γεγονέναι. τοῦ δὲ μάντεως εἰπόντος καὶ τότε αὐτὸν κινδυνεῦσαι καὶ νῦν ἐπιθανατώτερον ἔχειν τὸ σημεῖον, ἐνδούς τι πρὸς τὴν παρρησίαν ἐθύετο ὅμως αὖθις, μέχρι βραδυνόντων αὐτῷ τῶν ἱερῶν δυσχεράνας ἐσῆλθε καὶ ἀνῃρέθη. τὸ δʼ αὐτὸ καὶ Ἀλεξάνδρῳ συνέπεσεν. ἐπανιόντα γὰρ ἐξ Ἰνδῶν ἐς Βαβυλῶνα μετὰ τοῦ στρατοῦ καὶ πλησιάζοντα ἤδη παρεκάλουν οἱ Χαλδαῖοι τὴν εἴσοδον ἐπισχεῖν ἐν τῷ παρόντι. τοῦ δὲ τὸ ἰαμβεῖον εἰπόντος, ὅτι μάντις ἄριστος, ὅστις εἰκάζει καλῶς, δεύτερα γοῦν οἱ Χαλδαῖοι παρεκάλουν μὴ ἐς δύσιν ὁρῶντα μετὰ τῆς στρατιᾶς ἐσελθεῖν, ἀλλὰ περιοδεῦσαι καὶ τὴν πόλιν λαβεῖν πρὸς ἥλιον ἀνίσχοντα. ὁ δʼ ἐς τοῦτο μὲν ἐνδοῦναι λέγεται καὶ ἐπιχειρῆσαι περιοδεῦσαι, λίμνῃ δὲ καὶ ἕλει δυσχεραίνων καταφρονῆσαι καὶ τοῦ δευτέρου μαντεύματος καὶ ἐσελθεῖν ἐς δύσιν ὁρῶν. ἐσελθών γε μὴν καὶ πλέων κατὰ τὸν Εὐφράτην ἐπὶ ποταμὸν Παλλακότταν, ὃς τὸν Εὐφράτην ὑπολαμβάνων ἐς ἕλη καὶ λίμνας ἐκφέρει καὶ κωλύει τὴν Ἀσσυρίδα γῆν ἄρδειν,—ἐπινοοῦντα δὴ τοῦτον διατειχίσαι τὸν ποταμὸν καὶ ἐπὶ τοῦτο ἐκπλέοντά φασιν ἐπιτωθάσαι τοῖς Χαλδαίοις, ὅτι σῶος ἐς Βαβυλῶνα ἐσέλθοι τε καὶ ἐκπλέοι. ἔμελλε δʼ ἐπανελθὼν αὐτίκα ἐν αὐτῇ τεθνήξεσθαι. ἐπετώθασε δὲ καὶ ὁ Καῖσαρ ὅμοια. τοῦ γὰρ μάντεως αὐτῷ τὴν ἡμέραν τῆς τελευτῆς προειπόντος, ὅτι μὴ περιοίσει τὰς Μαρτίας εἰδούς, ἐλθούσης τῆς ἡμέρας ἔφη, τὸν μάντιν χλευάζων, ὅτι πάρεισιν αἱ εἰδοί· καὶ ἐν αὐταῖς ὅμως ἀπέθανεν. οὕτω μὲν δὴ καὶ σημεῖα τὰ περὶ σφῶν ἐχλεύασαν ὁμοίως, καὶ τοῖς προειποῦσιν αὐτὰ μάντεσιν οὐκ ἐχαλέπηναν, καὶ ἑάλωσαν ὅμως ὑπὸ τῷ λόγῳ τῶν μαντευμάτων.
 
ἐγένοντο δὲ καὶ ἐς ἐπιστήμην τῆς ἀρετῆς, τῆς τε πατρίου καὶ Ἑλληνικῆς καὶ ξένης, φιλόκαλοι, τὰ μὲν Ἰνδῶν Ἀλέξανδρος ἐξετάζων τοὺς Βραχμᾶνας, οἳ δοκοῦσιν Ἰνδῶν εἶναι μετεωρολόγοι τε καὶ σοφοὶ καθὰ Περσῶν οἱ Μάγοι, τὰ δὲ Αἰγυπτίων ὁ Καῖσαρ, ὅτε ἐν Αἰγύπτῳ γενόμενος καθίστατο Κλεοπάτραν. ὅθεν ἄρα καὶ τῶν εἰρηνικῶν πολλὰ Ῥωμαίοις διωρθώσατο καὶ τὸν ἐνιαυτὸν ἀνώμαλον ἔτι ὄντα διὰ τοὺς ἔσθʼ ὅτε μῆνας ἐμβολίμους ʽκατὰ γὰρ σελήνην αὐτοῖς ἠριθμεῖτὀ ἐς τὸν τοῦ ἡλίου δρόμον μετέβαλεν, ὡς ἦγον Αἰγύπτιοι. συνέβη δὲ αὐτῷ καὶ τῶν ἐς τὸ σῶμα ἐπιβουλευσάντων μηδένα διαφυγεῖν, ἀλλὰ τῷ παιδὶ δοῦναι δίκην ἀξίαν, καθάπερ Ἀλεξάνδρῳ τοὺς Φίλιππον ἀνελόντας. ὅπως δὲ ἔδοσαν, αἱ ἑξῆς βίβλοι δεικνύουσιν.
← Önceki 5 / 5

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi