Kitap 2
καὶ τόδε μὲν ἀγνοίᾳ τῆς Καίσαρος εὐχῆς οἵ τε φίλοι καὶ ὁ στρατὸς ἅπας πυθόμενοι ἥδοντο, καὶ τἆλλα ἀλόγως σὺν ὁρμῇ καὶ καταφρονήσει χωροῦντες ἐπὶ τὸ ἔργον ὡς ἐπὶ ἕτοιμον. ὧν γε πολλοὶ καὶ τὰς σκηνὰς δάφναις ἀνέστεφον ἤδη, συμβόλῳ νίκης· καὶ οἱ θεράποντες αὐτοῖς δαῖτα λαμπροτάτην ἐπόρσυνον· εἰσὶ δʼ οἳ καὶ περὶ τῆς Καίσαρος ἀρχιερωσύνης ἐς ἀλλήλους ἤδη διήριζον. ἅπερ ὁ Πομπήιος οἷα πολέμων ἔμπειρος ἀπεστρέφετο καὶ νεμεσῶν ἐπʼ αὐτοῖς ἐνεκαλύπτετο, κατεσιώπα δʼ ὅμως ὑπὸ ὄκνου καὶ δέους, ὥσπερ οὐ στρατηγῶν ἔτι, ἀλλὰ στρατηγούμενος καὶ πάντα πράσσων ὑπὸ ἀνάγκης παρὰ γνώμην. τοσοῦτον ἀνδρὶ μεγαλουργῷ καὶ παρὰ πᾶν ἔργον ἐς ἐκείνην τὴν ἡμέραν εὐτυχεστάτῳ γενομένῳ τὸ δύσθυμον ἐνεπεπτώκει, εἴτε ὅτι τὰ συμφέροντα κρίνων οὐκ ἔπειθεν, ἀλλʼ ἐπὶ κύβον ἐχώρει πλήθους ἀνδρῶν τοσῶνδε σωτηρίας καὶ τῆς ἑαυτοῦ δόξης ἐς τότε ἀηττήτου· εἴτε τι καὶ μαντικώτερον αὐτὸν πλησιάζοντος ἤδη τοῦ κακοῦ συνετάρασσε, μέλλοντα τῆς ἡμέρας ἐκείνης ἐκ δυναστείας τοσῆσδε ἀθρόως ἐκπεσεῖσθαι. τοσοῦτον δʼ οὖν εἰπὼν τοῖς φίλοις, ὅτι ἥδε ἡ ἡμέρα, ὁπότερος ἂν ἐπικρατήσῃ, μεγάλων ἐς αἰεὶ Ῥωμαίοις ἄρξει κακῶν, παρέτασσεν ἐς τὴν μάχην· ᾧ δὴ καὶ μάλιστα αὐτοῦ τὴν διάνοιαν προπεσεῖν τινες ἐν τῷ φόβῳ νομίζοντες ἡγοῦντο οὐδʼ ἂν Πομπήιον κρατήσαντα μεθεῖναι τὴν μοναρχίαν.
στρατιὰ δʼ ἦν, ὡς ἐμοὶ δοκεῖ, πολλῶν ἀμφίλογα εἰπόντων ἑπομένῳ μάλιστα Ῥωμαίων τοῖς τὰ πιθανώτατα γράφουσι περὶ τῶν ἐξ Ἰταλίας ἀνδρῶν, οἷς δὴ καὶ μάλιστα θαρροῦντες τὰ συμμαχικὰ οὐκ ἀκριβοῦσιν οὐδὲ ἀναγράφουσιν ὡς ἀλλότρια καὶ ὀλίγην ἐν αὐτοῖς εἰς προσθήκην χώραν ἔχοντα, Καίσαρι μὲν ἐς δισχιλίους ἐπὶ δισμυρίοις, καὶ τούτων ἱππέες ἦσαν ἀμφὶ τοὺς χιλίους, Πομπηίῳ δὲ ὑπὲρ τὸ διπλάσιον, καὶ τούτων ἱππέες ἐς ἑπτακισχιλίους. ὧδε μὲν τοῖς τὰ πιθανώτατα λέγουσι δοκεῖ μυριάδας ἑπτὰ ἀνδρῶν Ἰταλῶν συμπεσεῖν ἀλλήλοις ἐς μάχην· οἱ δʼ ὀλιγωτέρους ἑξακισμυρίων φασίν, οἱ δʼ ὑπερεπαίροντες τεσσαράκοντα μυριάδας γενέσθαι λέγουσι. καὶ τούτων οἱ μὲν ἡμιόλιον, οἱ δὲ ἐκ τριῶν νομίζουσιν ἀμφὶ τὰ δύο τῷ Πομπηίῳ γενέσθαι μέρη. τοσάδε μὲν ἀμφιγνοοῦσι περὶ τοῦ ἀκριβοῦς· ὅπως δʼ οὖν εἶχε, τοῖσδε μάλιστα τοῖς ἐξ Ἰταλίας ἑκάτερος αὐτῶν ἐθάρρει. τὸ δὲ συμμαχικὸν ἦν Καίσαρι μὲν ἱππέες τε Κελτοὶ καὶ Κελτῶν τῶν ὑπὲρ Ἄλπεις ἀριθμὸς ἄλλος· Ἑλλήνων δʼ ἐπέλταζον αὐτῷ Δόλοπες, Ἀκαρνᾶνες, Αἰτωλοί. τοσοίδε μὲν τῷ Καίσαρι συνεμάχουν, Πομπηίῳ δὲ πάντα τὰ ἑῷα ἔθνη κατὰ πλῆθος, οἱ μὲν ἐξ ἵππων, οἱ δὲ πεζοί, ἀπὸ μὲν τῆς Ἑλλάδος Λάκωνες ὑπὸ τοῖς ἰδίοις βασιλεῦσι τασσόμενοι, καὶ ἡ ἄλλη Πελοπόννησος καὶ Βοιωτοὶ μετʼ αὐτῶν. ἐστράτευον δὲ καὶ Ἀθηναῖοι, κηρυξάντων μὲν αὐτοὺς ἑκατέρων μὴ ἀδικεῖν τὸν στρατὸν ὡς ἱεροὺς τῶν Θεσμοφόρων, πρὸς δὲ τὴν δόξαν ἄρα τοῦ πολέμου τραπέντες ὡς ὑπὲρ τῆς Ῥωμαίων ἡγεμονίας ἀγωνιούμενοι.
ἐπὶ δὲ τοῖς Ἕλλησιν ὀλίγου πάντες, ὅσοι περιιόντι τὴν ἐν κύκλῳ θάλασσαν ἐπὶ τὴν ἕω, Θρᾷκές τε καὶ Ἑλλησπόντιοι καὶ Βιθυνοὶ καὶ Φρύγες καὶ Ἴωνες, Λυδοί τε καὶ Παμφύλιοι καὶ Πισίδαι καὶ Παφλαγόνες, καὶ Κιλικία καὶ Συρία καὶ Φοινίκη καὶ τὸ Ἑβραίων γένος καὶ Ἄραβες οἱ τούτων ἐχόμενοι Κύπριοί τε καὶ Ῥόδιοι καὶ Κρῆτες σφενδονῆται καὶ ὅσοι ἄλλοι νησιῶται. παρῆσαν δὲ καὶ βασιλέες καὶ δυνάσται στρατὸν ἄγοντες, Δηιόταρος μὲν τετράρχης Γαλατῶν τῶν ἑῴων, Ἀριαράθης δὲ Καππαδοκῶν βασιλεύς. Ἀρμενίους δὲ ἦγε τοὺς ἐντὸς Εὐφράτου στρατηγὸς Ταξίλης καὶ Ἀρμενίους τοὺς ὑπὲρ Εὐφράτην Μεγαβάτης, ὕπαρχος Ἀρταπάτου βασιλέως· ἄλλοι τε μικροὶ δυνάσται συνεπελαμβάνοντο τοῦ πόνου. λέγονται· δὲ καὶ ἀπʼ Αἰγύπτου νῆες ἑξήκοντα αὐτῷ παραγενέσθαι παρὰ τῶν Αἰγύπτου βασιλέων, Κλεοπάτρας τε καὶ τοῦ ἀδελφοῦ, παιδὸς ἔτι ὄντος. ἀλλʼ αἵδε μὲν οὐ συνεμάχησαν· οὐδὲ γὰρ τὸ ἄλλο ναυτικόν, ἀλλʼ ἐπὶ ἀργίας ἐν Κερκύρᾳ κατέμενε. καὶ δοκεῖ Πομπήιος τόδε μάλιστα ἀφρόνως ἐργάσασθαι, τῶν μὲν νεῶν καταφρονήσας, αἷς δὴ πολὺ προύχων ἐδύνατο πανταχοῦ τὴν ἐπακτὸν ἀγορὰν τοὺς πολεμίους ἀφαιρεῖσθαι, ἐν δὲ ἀγῶνι πεζῷ συνενεχθεὶς ἀνδράσιν ἐκ πόνου πολλοῦ μεγαλαύχοις τε καὶ θηριώδεσιν ἐς μάχας γενομένοις. ἀλλʼ αὐτὸν αὐτοὺς φυλαξάμενον περὶ Δυρράχιον θεοβλάβεια δοκεῖ παραγαγεῖν, ἐν καιρῷ μάλιστα δὴ πάντων ἥδε τῷ Καίσαρι γενομένη· διὰ γὰρ αὐτὴν ὁ στρατὸς ὁ τοῦ Πομπηίου κουφόνως μάλα ἐπήρθη, καὶ τοῦ στρατηγοῦ σφῶν κατεκράτησαν καὶ ἐς τὸ ἔργον ἀπειροπολέμως ἐτράποντο.
ἀλλὰ τάδε μὲν ᾠκονόμει θεὸς ἐς ἀρχὴν τῆσδε τῆς νῦν ἐπεχούσης τὰ πάντα ἡγεμονίας· τότε δʼ αὐτῶν τὴν στρατιὰν ἑκάτερος συναγαγὼν ἐπώτρυνε, Πομπήιος μὲν τοιάδε λέγων· ὑμεῖς, ὦ συστρατιῶται, στρατηγεῖτε τοῦ πόνου μᾶλλον ἢ στρατηγεῖσθε· αὐτοὶ γὰρ ἐμοῦ τὰ Καίσαρος ἐκτρύχειν ἔτι βουλομένου τὸν ἀγῶνα τόνδε προυκαλέσασθε. ὡς οὖν ἀγωνοθέται τῆς μάχης χρήσασθε μὲν ὡς ἐλάττοσι πολὺ πλείονες, καταφρονεῖτε δὲ ὡς ἡττημένων νενικηκότες καὶ γερόντων νέοι καὶ πολλὰ κεκμηκότων ἀκμῆτες ἄνδρες, οἷς ὑπάρχει δύναμις τοσήδε καὶ παρασκευὴ καὶ τὸ συνειδὸς αὐτὸ τῆς αἰτίας· ὑπὲρ γὰρ ἐλευθερίας καὶ πατρίδος ἀγωνιζόμεθα μετὰ νόμων καὶ δόξης ἀγαθῆς καὶ τοσῶνδε ἀνδρῶν, τῶν μὲν ἀπὸ βουλῆς, τῶν δʼ ἱππέων, πρὸς ἄνδρα ἕνα λῃστεύοντα τὴν ἡγεμονίαν. ἴτε οὖν, ὡς ἠξιοῦτε, μετʼ ἀγαθῆς ἐλπίδος, ἐν ὄψει τιθέμενοι τήν τε φυγὴν αὐτῶν τὴν περὶ τὸ Δυρράχιον γενομένην καὶ ὅσα σημεῖα μιᾶς ἡμέρας κρατοῦντες αὐτῶν ἐλάβομεν.
ὁ μὲν δὴ Πομπήιος ὧδε ἔλεγεν, ὁ δὲ Καῖσαρ τοῖς ἰδίοις τοιάδε·
τὰ μὲν δυσχερέστερα ἤδη νενικήκαμεν, ὦ φίλοι· ἀντὶ γὰρ λιμοῦ καὶ ἀπορίας ἀνδράσι μαχούμεθα· ἥδε δὲ ἡ ἡμέρα κρινεῖ πάντα. μέμνησθέ μοι τῆς περὶ τὸ Δυρράχιον ἐπαγγελίας καὶ ὧν ἐφορῶντος ἐμοῦ συνώμνυσθε ἀλλήλοις, μὴ νικῶντες οὐδʼ ἐπανήξειν. οἵδε εἰσίν, ὦ ἄνδρες, ἐφʼ οὓς ἐξ Ἡρακλείων στηλῶν ἤλθομεν· οἵδε οἱ περιφυγόντες ἡμᾶς ἐξ Ἰταλίας, οἳ τοὺς δέκα ἔτεσιν ἀθλοῦντας ἡμᾶς καὶ πολέμους τοσούσδε καὶ νίκας δυσαριθμήτους ἀνύσαντας καὶ Ἰβήρων καὶ Κελτῶν καὶ Βρεττανῶν ἔθνη τετρακόσια περιποιήσαντας τῇ πατρίδι διέλυον ἀγεράστους ἄνευ θριάμβου τε καὶ δωρεᾶς, καὶ οὐδʼ ἐς τὰ δίκαια αὐτοὺς ἐγὼ προκαλούμενος ἔπειθον οὐδὲ χάρισιν ἐξήνυον. ἴστε, οὓς μεθῆκα ἀπαθεῖς, ἐλπίσας ἡμῖν τι παρʼ αὐτῶν ἔσεσθαι δίκαιον. τῶνδε οὖν μοι τήμερον ἀθρόον ἀνενέγκατε καὶ τῆς ἐμῆς πρὸς ὑμᾶς, εἴ τι σύνιστέ μοι, κηδεμονίας ἢ πίστεως ἢ δωρεῶν μεγαλοφροσύνης.
ἔστι δὲ οὐ δυσχερὲς νεοστρατεύτων καὶ ἀπειροπολέμων ἔτι πολυπόνους ἀγωνιστὰς περιγενέσθαι, ἄλλως τε καὶ μειρακιωδῶς ἐς ἀταξίαν καὶ δυσπείθειαν τοῦ στρατηγοῦ τραπέντων, ὃν ἐγὼ πυνθάνομαι δεδιότα καὶ ἄκοντα χωρεῖν ἐπὶ τὸ ἔργον, τύχῃ τε παρακμάζοντα ἤδη καὶ νωθῆ καὶ βραδὺν ἐς ἅπαντα γεγενημένον καὶ οὐδὲ στρατηγοῦντα ἔτι μᾶλλον ἢ στρατηγούμενον. καὶ τάδε μοι περὶ μόνων ἐστὶ τῶν Ἰταλῶν, ἐπεὶ τῶν γε συμμάχων μηδὲ φροντίζετε μηδʼ ἐν λόγῳ τίθεσθε μηδὲ μάχεσθε ὅλως ἐκείνοις. ἀνδράποδα ταῦτʼ ἐστὶ Σύρια καὶ Φρύγια καὶ Λύδια, φεύγειν αἰεὶ καὶ δουλεύειν ἕτοιμα· οἷς ἐγὼ σαφῶς οἶδα, καὶ ὑμεῖς δὲ αὐτίκα ὄψεσθε, οὐδὲ Πομπήιον αὐτὸν τάξιν ἐγγυῶντα πολέμου. ἔχεσθε οὖν μοι τῶν Ἰταλῶν μόνων, κἂν οἱ σύμμαχοι δίκην κυνῶν περιθέωσιν ὑμᾶς καὶ θορυβοποιῶσι. τρεψάμενοι δʼ αὐτοὺς τῶνδε μὲν ὡς συγγενῶν φειδώμεθα, τοὺς δὲ συμμάχους ἐς τὴν τῶνδε κατάπληξιν ἐξεργάσασθε. πρὸ δὲ πάντων, ὡς ἂν εἰδείην ὑμᾶς ἔγωγε ὧν συνετίθεσθε μεμνημένους τε καὶ νίκην πάντως ἢ θάνατον αἱρουμένους, καθέλετέ μοι προϊόντες ἐπὶ τὴν μάχην τὰ τείχη τὰ σφέτερα αὐτῶν καὶ τὴν τάφρον ἐγχώσατε, ἵνα μηδὲν ἔχωμεν, ἂν μὴ κρατῶμεν, ἴδωσι δʼ ἡμᾶς ἀσταθμεύτους οἱ πολέμιοι καὶ συνῶσιν, ὅτι πρὸς ἀνάγκης ἐστὶν ἡμῖν ἐν τοῖς ἐκείνων σταθμεῦσαι.
ὁ μὲν τοσάδε εἰπὼν φυλακὴν ὅμως τῶν σκηνῶν κατέπεμπε δισχιλίους τοὺς πάνυ γέροντας· οἱ δʼ ἐξιόντες τὸ τεῖχος ἤρειπον μετὰ σιωπῆς βαθυτάτης καὶ ἐς τὴν τάφρον αὐτὸ ἐνεχώννυον. ὁρῶν δʼ ὁ Πομπήιος, ἡγουμένων τινῶν ἐς φυγὴν αὐτοὺς συσκευάζεσθαι, συνίει τοῦ τολμήματος καὶ ἔστενε καθʼ αὑτόν, ὅτι χωροῦσιν ἐς χεῖρας θηρίοις, λιμὸν ἔχοντες, ἄξιον θηρίων φάρμακον. ἀλλʼ οὐ γὰρ ἦν ἀναδῦναι ἔτι, τῶν πραγμάτων ὄντων ἐπὶ ξυροῦ. διὸ δὴ καὶ τετρακισχιλίους τῶν Ἰταλῶν φύλακας τοῦ στρατοπέδου καταλιπὼν παρέτασσε τοὺς λοιποὺς ἐς τὸ μεταξὺ Φαρσάλου τε πόλεως καὶ Ἐνιπέως ποταμοῦ, ἔνθα καὶ ὁ Καῖσαρ ἀντιδιεκόσμει, τοὺς μὲν Ἰταλοὺς ἑκάτερος αὐτῶν ἐς τρία διαιρῶν ἐπὶ μετώπου, μικρὸν ἀλλήλων διεστῶτας, καὶ τοὺς ἱππέας ἐπὶ τοῖς κέρασι τοῖς κατὰ μέρη τάσσων. τοξόται δὲ πᾶσιν ἀναμεμίχατο καὶ σφενδονῆται. καὶ τὸ μὲν Ἰταλικὸν οὕτω κεκόσμητο, ᾧ δὴ καὶ μάλιστα αὐτῶν ἑκάτερος ἐθάρρει· τὰ συμμαχικὰ δʼ ἦγον ἐφʼ ἑαυτῶν ὡς ἐς ἐπίδειξιν. πολύθρουν δὲ ἦν τὸ Πομπηίου συμμαχικὸν καὶ πολύγλωσσον· καὶ αὐτῶν ὁ Πομπήιος Μακεδόνας μὲν καὶ Πελοποννησίους καὶ Βοιωτοὺς καὶ Ἀθηναίους, ἀποδεξάμενος τῆς εὐταξίας καὶ σιωπῆς, παρεστήσατο τῇ φάλαγγι τῇ Ἰταλικῇ, τοὺς δὲ ἄλλους, ὅπερ ὁ Καῖσαρ εἴκαζεν, ἔξω τάξεως ἐκέλευσε κατὰ φυλὰς ἐφεδρεύοντας, ὅταν ἐν χερσὶν ὁ ἀγὼν γένηται, κυκλοῦσθαι τοὺς πολεμίους καὶ διώκειν, ὅσα δύναιντο βλάπτοντας, καὶ τὸ στρατόπεδον αὐτὸ Καίσαρος ἀχαράκωτον ὂν διαρπάζειν.
ἡγοῦντο δὲ τῆς φάλαγγος Πομπηίῳ μὲν ὁ κηδεστὴς Σκιπίων ἐν μέσῳ καὶ ἐπὶ τοῦ λαιοῦ Δομίτιος, ἐπὶ δὲ τοῦ δεξιοῦ Λέντλος· Ἀφράνιος δὲ καὶ Πομπήιος τὸ στρατόπεδον ἐφύλαττον. Καίσαρι δʼ ἐστρατήγουν μὲν Σύλλας καὶ Ἀντώνιος καὶ Δομίτιος, αὐτὸς δʼ ἐπὶ τοῦ δεξιοῦ κέρως συνετάσσετο τῷ δεκάτῳ τέλει, καθάπερ ἦν ἔθος αὐτῷ. καὶ τοῦτʼ ἰδόντες οἱ πολέμιοι μετήγαγον ἐπʼ αὐτὸ τοὺς ἀρίστους τῶν ἱππέων, ἵνα πλέονες ὄντες, εἰ δυνηθεῖεν, κυκλώσαιντο. συνεὶς δὲ ὁ Καῖσαρ τρισχιλίους εὐτολμοτάτους πεζοὺς ἐνήδρευσεν, οἷς ἐκέλευσεν, ὅταν αἴσθωνται τοὺς πολεμίους περιθέοντας, ἀναπηδᾶν καὶ τὰ δόρατα ἐσπηδῶντας ἀνίσχειν ὀρθὰ ἐς τὰ πρόσωπα τῶν ἀνδρῶν· οὐ γὰρ οἴσειν ἀπείρους καὶ νέους, ὡραϊζομένους ἔτι, τὸν ἐς τὰ πρόσωπα κίνδυνον. οἱ μὲν δὴ τοιάδε κατʼ ἀλλήλων ἐμηχανῶντο καὶ περιῄεσαν ἑκάστους, καθιστάμενοί τε τὰ ἐπείγοντα καὶ ἐς εὐτολμίαν παρακαλοῦντες καὶ τὰ συνθήματα ἀναδιδόντες, ὁ μὲν Καῖσαρ Ἀφροδίτην νικηφόρον, ὁ δὲ Πομπήιος Ἡρακλέα ἀνίκητον.
ὡς δὲ σφίσιν ἕτοιμα πάντα ἦν, ἐπὶ πολὺ καὶ ὣς ἀνέμενον ἐν βαθείᾳ σιωπῇ, μέλλοντες ἔτι καὶ ὀκνοῦντες καὶ ἐς ἀλλήλους ἀποβλέποντες, ὁπότερος ἄρξει τῆς μάχης. τό τε γὰρ πλῆθος ᾤκτειρον, οὐδενός πω τοσοῦδε Ἰταλοῦ στρατοῦ ἐς ἕνα κίνδυνον συνελθόντος, καὶ τὴν ἀρετὴν ἐκκρίτων ὄντων ἑκατέρων ἠλέουν, καὶ μάλιστα, ὅτε ἴδοιεν Ἰταλοὺς Ἰταλοῖς συμφερομένους. ἐγγύς τε τοῦ κακοῦ γιγνομένοις αὐτοῖς ἡ μὲν ἐκκαίουσα καὶ τυφλοῦσα πάντας φιλοτιμία ἐσβέννυτο καὶ μετέβαλλεν ἐς δέος, ὁ δὲ λογισμὸς ἐκαθάρευε δοξοκοπίας καὶ τὸν κίνδυνον ἐμέτρει καὶ τὴν αἰτίαν, ὅτι περὶ πρωτείων δύο ἄνδρε ἐρίζοντε ἀλλήλοιν αὐτώ τε κινδυνεύετον ἀμφὶ τῇ σωτηρίᾳ, μηδʼ ἐσχάτω πάντων ἡττηθέντε ἔτι εἶναι, καὶ τοσόνδε πλῆθος ἀνδρῶν ἀγαθῶν διʼ αὐτούς. ἐσῄει δὲ σφᾶς, ὅτι φίλοι καὶ κηδεσταὶ τέως ὄντες καὶ πολλὰ συμπράξαντες ἀλλήλοις ἐς ἀξίωμα καὶ δύναμιν, ξίφη νῦν φέρουσι κατʼ ἀλλήλων καὶ τοὺς ὑποστρατευομένους ἐς ὁμοίας ἀθεμιστίας ἄγουσιν, ὁμοεθνεῖς τε ὄντας ἀλλήλοις καὶ πολίτας καὶ φυλέτας καὶ συγγενεῖς, ἐνίους δὲ καὶ ἀδελφούς· οὐδὲ γὰρ ταῦτα ἐνέλειπεν ἐκείνῃ τῇ μάχῃ, ἀλλʼ ὡς ἐν τοσαῖσδε μυριάσιν ἐξ ἑνὸς ἔθνους ἐπʼ ἀλλήλας ἰούσαις πολλὰ τὰ παράδοξα συνέπιπτεν. ὧν ἐνθυμούμενος ἑκάτερος μετανοίας τε οὐ δυνατῆς ἔτι ἐν τῷ παρόντι ἐνεπίμπλατο καὶ ὡς ἐσόμενος ἐκείνῃ τῇ ἡμέρᾳ τῶν ἐπὶ γῆς ἢ πρῶτος ἢ τελευταῖος ὤκνει τοσῆσδε ἀμφιβολίας ἄρξαι. καί φασιν αὐτῶν ἑκάτερον καὶ δακρῦσαι.
μέλλουσι δʼ ἔτι καὶ ἐς ἀλλήλους ἀποβλέπουσιν ἡ ἡμέρα προύκοπτε. καὶ τὸ μὲν Ἰταλικὸν ἅπαν εὐσταθῶς ἐφʼ ἡσυχίας ἀκριβοῦς ἀνέμενε· τὸ δὲ συμμαχικὸν ὁ Πομπήιος αὑτοῦ ταρασσόμενον ὁρῶν ὑπὸ τῆς μελλήσεως καὶ δείσας, μὴ πρὸ τοῦ ἀγῶνος ἀταξίας κατάρξειεν, ὑπεσήμαινε πρῶτος, καὶ ἀντήχησε Καῖσαρ, αὐτίκα δʼ αἵ τε σάλπιγγες αὐτοὺς ἐξώτρυνον ὀρθίοις κλαγγαῖς ὡς ἐν τοσῷδε πλήθει πολλαὶ κατὰ μέρη, καὶ οἱ κήρυκες καὶ οἱ ἐπιστάται περιθέοντες ἤπειγον. οἱ δὲ σοβαρῶς ἀλλήλοις ἐπῄεσαν μετά τε θάμβους καὶ σιωπῆς βαθυτάτης ὡς πολλῶν ἀγώνων τοιῶνδε ἐμπειροπόλεμοι. πλησιάζουσι δʼ αὐτοῖς ἤδη τόξα καὶ λίθοι πρῶτον ἦν καὶ τῶν ἱππέων βραχὺ τὰ πεζὰ προλαβόντων πεῖραί τε καὶ ἐπελάσεις ἐπʼ ἀλλήλους. καὶ προύχοντες οἱ τοῦ Πομπηίου τὸ δέκατον τέλος ἐκυκλοῦντο. Καίσαρος δὲ τὸ σημεῖον τοῖς ἐφεδρεύουσιν ἄραντος, οἱ μὲν ἐξαναστάντες ἐς τοὺς ἵππους ἐχώρουν, ὀρθοῖς ἄνω τοῖς δόρασιν ἐς τὰ πρόσωπα τύπτοντες τοὺς ἐπικαθημένους, οἱ δʼ οὐκ ἐνεγκόντες αὐτῶν οὔτε τὴν ἀπόνοιαν οὔτε τὰς ἐπὶ στόμα καὶ κατʼ ὀφθαλμοὺς πληγὰς ἔφευγον ἀκόσμως. καὶ τὸ ἐνταῦθα πεζὸν εὐθὺς ἱππέων ἔρημον γενόμενον ἐκυκλοῦντο οἱ τοῦ Καίσαρος ἱππέες, αὐτοὶ δείσαντες περικύκλωσιν.
Πομπήιος δὲ πυθόμενος ἐκέλευε τοῖς πεζοῖς μήτʼ ἐπεκθεῖν ἔτι μήτʼ ἐκτρέχειν ἐκ τῆς φάλαγγος μηδʼ ἀκοντίζειν, ἀλλʼ ἐν προβολῇ διαστάντας ἀμύνεσθαι διὰ χειρὸς τοῖς δόρασι τοὺς ἐπιόντας. καὶ τόδε τινὲς αὐτοῦ τὸ στρατήγημα ἐπαινοῦσιν ὡς ἄριστον ἐν περικυκλώσει, ὁ δὲ Καῖσαρ ἐν ταῖς ἐπιστολαῖς καταμέμφεται· τάς τε γὰρ πληγὰς ὑπὸ τῆς βολῆς εὐτονωτέρας γίνεσθαι καὶ τοὺς ἄνδρας ὑπὸ τοῦ δρόμου προθυμοτέρους· ἑστῶτας δʼ ἀποψύχεσθαί τε καὶ τοῖς ἐπιθέουσιν εὐβλήτους διʼ ἀτρεμίαν οἷα σκοποὺς εἶναι. ὃ καὶ τότε γενέσθαι· τὸ γὰρ δέκατον τέλος σὺν αὑτῷ περιδραμεῖν τὰ λαιὰ τοῦ Πομπηίου ἔρημα ἱππέων γενόμενα καὶ πανταχόθεν ἀτρεμοῦντας ἐς τὰ πλευρὰ ἐσακοντίζειν, μέχρι θορυβουμένοις ἐμπεσόντας βίᾳ τρέψασθαι καὶ τῆς νίκης κατάρξαι. κατὰ δὲ τὸ ἄλλο πλῆθος ἦν ἔτι τραυμάτων καὶ φόνων ἔργα πολλὰ καὶ ποικίλα· βοὴ δὲ οὐδεμία ἐκ τοσῆσδε φάλαγγος τοιάδε δρώσης οὐδʼ οἰμωγαὶ τῶν ἀναιρουμένων ἢ πλησσομένων, ἀλλὰ βρυχήματα μόνα καὶ στόνοι πιπτόντων, ἔνθα συνετάχθησαν, εὐσχημόνως. οἱ σύμμαχοι δέ, καθάπερ ἀγῶνα πολέμου θεώμενοι, κατεπλήσσοντο τὴν εὐταξίαν καὶ οὔτε ἐς τὰς σκηνὰς τοῦ Καίσαρος ἐτόλμων ὑπὸ θαύματος, ὀλίγων αὐτὰς καὶ πρεσβυτέρων ἀνδρῶν φυλασσόντων, περιδραμεῖν οὔτε τι ἄλλο ἢ ἑστῶτες ἐθάμβουν.
ὡς δὲ ἐνέδωκε τὸ λαιὸν τοῦ Πομπηίου, αὐτοὶ μὲν καὶ τότε βάδην ὑπεχώρουν ἅμα καὶ συνεπλέκοντο, οἱ δὲ σύμμαχοι προτροπάδην ἔφευγον ἄπρακτοι, βοῶντες· ἡσσήμεθα. καὶ τὰς σκηνὰς σφῶν αὐτοὶ καὶ τὰ χαρακώματα ὡς ἀλλότρια προλαβόντες διέσπων καὶ διήρπαζον ἐς τὴν φυγὴν ὅ τι δύναιντο ἐπάγεσθαι. ἤδη δὲ καὶ τὸ ἄλλο τῶν Ἰταλῶν ὁπλιτικὸν τῆς ἐπὶ τάδε ἥσσης αἰσθανόμενον ὑπεχώρει κατὰ πόδα, πρῶτον ἐν κόσμῳ καὶ ἔτι ἐκ τῶν δυνατῶν ἀμυνόμενοι· ἐπικειμένων δʼ αὐτοῖς ὡς ἐν εὐπραξίᾳ τῶν πολεμίων ἐστράφησαν ἐς φυγήν. καὶ ὁ Καῖσαρ εὐμηχάνως δὴ τότε μάλιστα, ἵνα μὴ συνέλθοιεν αὖθις μηδὲ τὸ ἔργον γένοιτο μάχης μιᾶς, ἀλλὰ παντὸς τοῦ πολέμου, κήρυκας ἐς τὰς τάξεις πανταχοῦ περιέπεμπεν, οἳ τοῖς νικῶσιν ἐκέλευον ἀψαυστεῖν τῶν ὁμοεθνῶν, ἐπὶ δὲ τοὺς συμμάχους μόνους χωρεῖν. καὶ τοῖς ἡττωμένοις προσεπέλαζον παραινοῦντες ἀδεῶς ἑστάναι. ἀνήρ τε παρʼ ἀνδρὸς ἐκμανθάνων τὸ κήρυγμα εἱστήκει· καὶ σύμβολον ἤδη τοῦτο τῶν Πομπηίου στρατιωτῶν ἦν, τὸ ἀδεῶς ἑστάναι, τὰ ἄλλα ὡς Ἰταλῶν ὁμοιοτρόπως ἐσκευασμένων τε καὶ φωνὴν ὁμοίαν ἀφιέντων. διεκθέοντες δʼ αὐτοὺς οἱ τοῦ Καίσαρος τοὺς συμμάχους οὐ δυναμένους ἀντέχειν ἀνῄρουν· καὶ ὁ πλεῖστος ἐνταῦθα ἐγίγνετο φόνος.
Πομπήιος δʼ ἐπεὶ τὴν τροπὴν εἶδεν, ἔκφρων αὑτοῦ γενόμενος ἀπῄει βάδην ἐς τὸ στρατόπεδον καὶ παρελθὼν ἐς τὴν σκηνὴν ἐκαθέζετο ἄναυδος, οἷόν τι καὶ τὸν Τελαμῶνος Αἴαντά φασιν ἐν Ἰλίῳ παθεῖν, ἐν μέσοις πολεμίοις ὑπὸ θεοβλαβείας. τῶν δʼ ἄλλων ὀλίγοι πάνυ ἐσῄεσαν ἐς τὸ στρατόπεδον· τὸ γὰρ κήρυγμα τοῦ Καίσαρος ἑστάναι τε ἀκινδύνως ἐποίει, καὶ παραδραμόντων τῶν πολεμίων διεσκίδνη κατὰ μέρος. ληγούσης δὲ τῆς ἡμέρας ὁ Καῖσαρ τὸν στρατὸν ἀσχέτως που περιθέων ἱκέτευε προσπονῆσαι, μέχρι καὶ τὸν χάρακα τοῦ Πομπηίου λάβοιεν, ἐκδιδάσκων, ὅτι, εἰ συσταῖεν αὖθις οἱ πολέμιοι, μίαν ἡμέραν ἔσονται νενικηκότες, εἰ δὲ τὸ στρατόπεδον αὐτῶν ἕλοιεν, τὸν πόλεμον ἑνὶ τῷδε ἔργῳ κατωρθωκότες ἂν εἶεν. τάς τε οὖν χεῖρας αὐτοῖς ὤρεγε καὶ πρῶτος ἐξῆρχε δρόμου. τοῖς δὲ τὰ μὲν σώματα ἔκαμνε, τὴν δὲ ψυχὴν ὅ τε λογισμὸς καὶ ὁ αὐτοκράτωρ συντρέχων ἐκούφιζεν. ᾐώρει δὲ καὶ ἡ τῶν γεγονότων εὐπραξία καὶ ἐλπίς, ὅτι καὶ τὸν χάρακα αἱρήσουσι καὶ πολλὰ τὰ ἐν αὐτῷ· ἥκιστα δʼ ἐν ἐλπίσιν ἢ εὐτυχίαις ἄνθρωποι καμάτων αἰσθάνονται. οἱ μὲν δὴ καὶ τῷδε προσπεσόντες ἐπεχείρουν σὺν πολλῇ πρὸς τοὺς ἀπομαχομένους καταφρονήσει, ὁ δὲ Πομπήιος μαθὼν ἐξ ἀλλοκότου σιωπῆς τοσοῦτον ἀπέρρηξεν· οὐκοῦν καὶ ἐπὶ τὸν χάρακα ἡμῶν; καὶ εἰπὼν τήν τε στολὴν ἐνήλλαξε καὶ ἵππου ἐπιβὰς σὺν φίλοις τέσσαρσιν οὐκ ἀνέσχε δρόμου, πρὶν ἀρχομένης ἡμέρας ἐν Λαρίσσῃ γενέσθαι. ὁ δὲ Καῖσαρ, ὡς ἐπηπείλησε παρατάσσων, ἐν τῷ Πομπηίου χάρακι ἐστάθμευσε, καὶ αὐτός τε τὴν ἐκείνου βρώμην καὶ ὁ στρατὸς ἅπας τὴν τῶν πολεμίων ἐδαίσαντο.
ἀπέθανον δὲ ἑκατέρων, τῶν γε Ἰταλῶν (οὐ γὰρ δὴ τῶν γε συμμάχων οὐδʼ ἐξαρίθμησις ἐγένετο ὑπὸ πλήθους καὶ καταφρονήσεως) ἐκ μὲν τοῦ Καίσαρος στρατοῦ τριάκοντα λοχαγοὶ καὶ ὁπλῖται διακόσιοι, ἤ, ὡς ἑτέροις δοκεῖ, χίλιοι καὶ διακόσιοι, ἐκ δὲ τῶν Πομπηίου βουλευταὶ μὲν δέκα, ὧν ἦν καὶ Λεύκιος Δομίτιος, ὁ αὐτῷ Καίσαρι πεμφθεὶς ἐπὶ τὴν Γαλατίαν διάδοχος, τῶν δὲ καλουμένων ἱππέων ἀμφὶ τεσσαράκοντα τῶν ἐπιφανῶν· ἐκ δὲ τῆς ἄλλης στρατιᾶς οἱ μὲν ἐπαίροντές φασι δισμυρίους ἐπὶ πεντακισχιλίοις, Ἀσίνιος δὲ Πολλίων, ὑπὸ Καίσαρι τῇς μάχης ἐκείνης στρατηγῶν, ἑξακισχιλίους ἀναγράφει νεκροὺς εὑρεθῆναι τῶν Πομπηίου.
τοῦτο τέλος ἦν τῆς ἀοιδίμου περὶ Φάρσαλον μάχης. ἀριστεῖα δʼ ὁ μὲν Καῖσαρ αὐτὸς καὶ πρῶτα καὶ δεύτερα ἐκ πάντων ἐφέρετο, ὁμολογούμενος ἀριστεῦσαι, καὶ σὺν αὐτῷ τὸ τέλος τὸ δέκατον· τὰ δὲ τρίτα Κρασσίνιος λοχαγός, ὃν Καῖσαρ μὲν ἐξιὼν ἐπὶ τὴν μάχην ἤρετο, ὅ τι προσδοκῴη, ὁ δὲ λαμπρῶς ἀνεβόησε· νικήσομεν, ὦ Καῖσαρ, κἀμὲ τήμερον ἢ ζῶντα ἢ νεκρὸν ἀποδέξῃ· ἡ στρατιὰ δʼ ἐμαρτύρει καθάπερ ἔνθουν ἐς ἑκάστην τάξιν μεταθέοντα πολλὰ καὶ λαμπρὰ δρᾶσαι. ἐπεὶ δὲ ζητούμενος ἐν τοῖς νεκροῖς εὑρέθη, τὰ ἀριστεῖα ὁ Καῖσαρ αὐτῷ περιέθηκε καὶ συνέθαψε καὶ τάφον ἐξαίρετον ἀνέστησεν ἐγγὺς τοῦ πολυανδρίου.
ὁ δὲ Πομπήιος ἐκ Λαρίσσης ὁμοίῳ δρόμῳ μέχρι θαλάσσης ἐπειχθεὶς σκάφους ἐπέβη σμικροῦ καὶ νεὼς παραπλεούσης ἐπιτυχὼν ἐς Μιτυλήνην διέπλευσεν· ὅθεν τὴν γυναῖκα Κορνηλίαν ἀναλαβὼν καὶ τριήρων τεσσάρων ἐπιβάς, αἳ αὐτῷ παρά τε Ῥοδίων καὶ Τυρίων ἀφίκοντο, Κερκύρας μὲν καὶ τότε καὶ Λιβύης ὑπερεῖδεν, ἔνθα αὐτῷ στρατὸς ἦν ἄλλος πολὺς καὶ ναυτικὸν ἀκραιφνές, ἐπὶ δὲ τὴν ἕω φερόμενος ἐπὶ τὸν Παρθυαῖον ὡς διʼ ἐκείνου πάντα ἀναληψόμενος τὸ ἐνθύμημα ἐπέκρυπτε, μέχρι περὶ τὴν Κιλικίαν μόλις ἐξέφερε τοῖς φίλοις. οἱ δὲ αὐτὸν ἠξίουν φυλάσσεσθαι τὸν Παρθυαῖον, ἐπιβεβουλευμένον τε ἔναγχος ὑπὸ Κράσσου καὶ θυμούμενον ἔτι τῇ Κράσσου συμφορᾷ, μηδʼ ἐς ἀκρατεῖς βαρβάρους ἄγειν εὐπρεπῆ γυναῖκα Κορνηλίαν, Κράσσου μάλιστα γεγενημένην. δεύτερα δʼ αὐτοῦ προθέντος περί τε Αἰγύπτου καὶ Ἰόβα, Ἰόβα μὲν ὑπερεώρων ὡς ἀδόξου, ἐς δὲ τὴν Αἴγυπτον αὐτῷ συνεφρόνουν, ἐγγύς τε οὖσαν καὶ μεγάλην ἀρχήν, ἔτι δὲ καὶ εὐδαίμονα καὶ δυνατὴν ναυσὶ καὶ σίτῳ καὶ χρήμασι· τούς τε βασιλεύοντας αὐτῆς, εἰ καὶ παῖδές εἰσι, πατρικοὺς εἶναι τῷ Πομπηίῳ φίλους.
ὁ μὲν δὴ διὰ τάδε ἐς τὴν Αἴγυπτον ἔπλει· ἄρτι δʼ ἐκπεσούσης ἀπʼ Αἰγύπτου Κλεοπάτρας, ἣ τῷ ἀδελφῷ συνῆρχε, καὶ στρατὸν ἀμφὶ τὴν Συρίαν ἀγειρούσης, Πτολεμαῖος ὁ τῆς Κλεοπάτρας ἀδελφὸς ἀμφὶ τὸ Κάσσιον τῆς Αἰγύπτου ταῖς Κλεοπάτρας ἐσβολαῖς ἐφήδρευε, καί πως κατὰ δαίμονα ἐς τὸ Κάσσιον τὸ πνεῦμα τὸν Πομπήιον κατέφερε. θεασάμενος δὲ στρατὸν ἐπὶ τῆς γῆς πολὺν ἔστησε τὸν πλοῦν καὶ εἴκασεν, ὅπερ ἦν, παρεῖναι τὸν βασιλέα. πέμψας τε ἔφραζε περὶ ἑαυτοῦ καὶ τῆς τοῦ πατρὸς φιλίας. ὁ δὲ ἦν μὲν περὶ τρισκαίδεκα ἔτη μάλιστα γεγονώς, ἐπετρόπευον δʼ αὐτῷ τὴν μὲν στρατιὰν Ἀχιλλᾶς, τὰ δὲ χρήματα Ποθεινὸς εὐνοῦχος· οἳ βουλὴν προυτίθεντο περὶ τοῦ Πομπηίου. καὶ παρὼν ὁ Σάμιος Θεόδοτος ὁ ῥήτωρ, διδάσκαλος ὢν τοῦ παιδός, ἀθέμιστον εἰσηγεῖτο ἔργον, ἐνεδρεῦσαι καὶ κτεῖναι Πομπήιον ὡς χαριουμένους Καίσαρι. κυρωθείσης δὲ τῆς γνώμης σκάφος εὐτελὲς ἐπʼ αὐτὸν ἐπέμπετο, ὡς τῆς θαλάσσης οὔσης ἁλιτενοῦς καὶ μεγάλαις ναυσὶν οὐκ εὐχεροῦς, ὑπηρέται τέ τινες τῶν βασιλικῶν ἐνέβαινον ἐς τὸ σκάφος. καὶ Σεμπρώνιος, ἀνὴρ Ῥωμαῖος τότε μὲν τῷ βασιλεῖ, πάλαι δὲ αὐτῷ Πομπηίῳ στρατευσάμενος, δεξιὰν ἔφερε παρὰ τοῦ βασιλέως τῷ Πομπηίῳ καὶ ἐκέλευεν ὡς ἐς φίλον τὸν παῖδα διαπλεῦσαι. ἅμα δὲ ταῦτʼ ἐγίγνετο, καὶ ὁ στρατὸς ὥσπερ ἐπὶ τιμῇ τοῦ Πομπηίου παρὰ τὸν αἰγιαλὸν ἐξετάσσετο ἅπας, καὶ ὁ βασιλεὺς ἐν μέσῳ τῇ φοινικίδι κατάδηλος ἦν περικειμένῃ.
ὁ δὲ Πομπήιος ὑπώπτευε μὲν ἅπαντα, καὶ τὴν παράταξιν τοῦ στρατοῦ καὶ τὴν τοῦ σκάφους εὐτέλειαν καὶ τὸ μὴ τὸν βασιλέα αὐτόν οἱ παραγενέσθαι μηδὲ τῶν ἐπιφανῶν τινας πέμψαι· τοσοῦτο δʼ ἐκ τῶν Σοφοκλέους ἰαμβείων πρὸς ἑαυτὸν ἀνενεγκών· ὅστις γὰρ ὡς τύραννον ἐμπορεύεται, κείνου ʼστὶ δοῦλος, κἂν ἐλεύθερος μόλῃ, ἐνέβαινεν ἐς τὸ σκάφος. καὶ ἐν τῷ διάπλῳ σιωπώντων ἁπάντων ἔτι μᾶλλον ὑπώπτευε· καὶ τὸν Σεμπρώνιον εἴτε ἐπιγινώσκων Ῥωμαῖον ὄντα καὶ ἐστρατευμένον ἑαυτῷ, εἴτε τοπάζων ἐκ τοῦ μόνον ἑστάναι, κατὰ δὴ τὴν στρατιωτικὴν ἄρα διδασκαλίαν οὐ συνεδρεύοντα αὐτοκράτορι, ἐπιστραφεὶς ἐς αὐτὸν εἶπεν· ἆρά σε γινώσκω, συστρατιῶτα; καὶ ὃς αὐτίκα μὲν ἐπένευσεν, ἀποστραφέντα δʼ εὐθὺς ἐπάταξε πρῶτος, εἶθʼ ἕτεροι. καὶ τὸ μὲν γύναιον τοῦ Πομπηίου καὶ οἱ φίλοι ταῦτα μακρόθεν ὁρῶντες ἀνῴμωζόν τε καὶ χεῖρας ἐς θεοὺς ἐκδίκους σπονδῶν ἀνίσχοντες ἀπέπλεον τάχιστα ὡς ἐκ πολεμίας.
Πομπηίου δὲ τὴν μὲν κεφαλὴν ἀποτεμόντες οἱ περὶ Ποθεινὸν ἐφύλασσον Καίσαρι ὡς ἐπὶ μεγίσταις ἀμοιβαῖς (ὁ δὲ αὐτοὺς ἠμύνατο ἀξίως τῆς ἀθεμιστίας), τὸ δὲ λοιπὸν σῶμά τις ἔθαψεν ἐπὶ τῆς ἠϊόνος καὶ τάφον ἤγειρεν εὐτελῆ· καὶ ἐπίγραμμα ἄλλος ἐπέγραψε· τῷ ναοῖς βρίθοντι πόση απάνις ἔπλετο τύμβου.
χρόνῳ δὲ τὸν τάφον τόνδε ἐπικρυφθέντα ὅλον ὑπὸ ψάμμου καὶ εἰκόνας, ὅσας ἀπὸ χαλκοῦ τῷ Πομπηίῳ περὶ τὸ Κάσσιον ὕστερον οἱ προσήκοντες ἀνέθηκαν, λελωβημένα πάντα καὶ ἐς τὸ ἄδυτόν του ἱεροῦ κατενεχθέντα ἐζήτησε καὶ εὗρεν ἐπʼ ἐμοῦ Ῥωμαίων βασιλεὺς Ἁδριανὸς ἐπιδημῶν, καὶ τὸν τάφον ἀνεκάθηρε γνώριμον αὖθις εἶναι καὶ τὰς εἰκόνας αὐτοῦ Πομπηίου διωρθώσατο.
τόδε μὲν δὴ τοῦ βίου τέλος ἦν Πομπηίῳ τῷ μεγίστους πολέμους ἀνύσαντι καὶ μέγιστα τὴν Ῥωμαίων ἀρχὴν ὠφελήσαντι καὶ Μεγάλῳ διὰ ταῦτα ὀνομασθέντι καὶ οὐχ ἡττηθέντι ποτὲ πρότερον, ἀλλὰ ἀηττήτῳ καὶ εὐτυχεστάτῳ ἐξέτι νέου γενομένῳ· ἀπὸ γὰρ τριῶν καὶ εἴκοσιν ἐτῶν οὐ διέλιπεν ἐς ὀκτὼ καὶ πεντήκοντα τῇ μὲν ἰσχύι μοναρχικῶς δυναστεύων, τῇ δε δόξῃ διὰ τὸν Καίσαρος ζῆλον δημοτικῶς νομιζόμενος ἄρχειν.
Λεύκιος δὲ Σκιπίων, ὁ κηδεστὴς τοῦ Πομπηίου, καὶ ὅσοι ἄλλοι τῶν ἐπιφανῶν ἐκ τοῦ κατὰ Φάρσαλον ἔργου διεπεφεύγεσαν, ἐπὶ Κερκύρας ἠπείγοντο πρὸς Κάτωνα, ἑτέρου στρατοῦ καὶ τριακοσίων τριήρων ἄρχειν ὑπολελειμμένον, εὐβουλότερον οἵδε τοῦ Πομπηίου. καὶ αὐτῶν οἱ περιφανέστατοι νειμάμενοι τὸ ναυτικόν, Κάσσιος μὲν ἐς τὸν Πόντον ἔπλει πρὸς Φαρνάκην ὡς ἀναστήσων αὐτὸν ἐπὶ Καίσαρα, Σκιπίων δὲ καὶ Κάτων ἐς Λιβύην ἔπλεον, Οὐάρῳ τε πίσυνοι καὶ τῷ μετὰ Οὐάρου στρατῷ καὶ Ἰόβᾳ Νομάδων βασιλεῖ συμμαχοῦντι. Πομπήιος δʼ, ὁ τοῦ Πομπηίου πρεσβύτερος υἱός, καὶ Λαβιηνὸς σὺν αὐτῷ καὶ Σκάπλας τὸ μέρος ἔχοντες ἠπείγοντο ἐς Ἰβηρίαν καὶ αὐτὴν ἀποστήσαντες ἀπὸ τοῦ Καίσαρος στρατὸν ἄλλον ἐξ αὐτῶν Ἰβήρων τε καὶ Κελτιβήρων καὶ θεραπόντων συνέλεγον ἔν τε παρασκευῇ μείζονι ἐγίγνοντο. τηλικαῦται δυνάμεις τῆς Πομπηίου παρασκευῆς ἦσαν ὑπόλοιποι, καὶ αὐτῶν ὑπὸ θεοβλαβείας ὑπεριδὼν ὁ Πομπήιος ἔφυγε. τῶν δʼ ἐν Λιβύῃ Κάτωνα σφῶν στρατηγεῖν αἱρουμένων, ὁ Κάτων οὐχ ὑπέστη παρόντων ἀνδρῶν ὑπάτων, οἳ κατʼ ἀξίωσιν ἐπρέσβευον αὐτοῦ μόνην ἀρχὴν ἄρξαντος ἐν Ῥώμῃ τὴν στρατηγίδα. γίγνεται μὲν δὴ Λεύκιος Σκιπίων αὐτοκράτωρ, καὶ στρατὸς κἀνταῦθα πολὺς ἠθροίζετο καὶ ἐγυμνάζετο. καὶ δύο αἵδε μάλιστα ἀξιόλογοι παρασκευαί, περὶ Λιβύην καὶ Ἰβηρίαν, ἐπὶ Καίσαρα συνεκροτοῦντο.
αὐτὸς δʼ ἐπὶ τῇ νίκῃ δύο μὲν ἡμέρας ἐν Φαρσάλῳ διέτριψε θύων καὶ τὸν στρατὸν ἐκ τῆς μάχης ἀναλαμβάνων· ἔνθα καὶ Θεσσαλοὺς ἐλευθέρους ἠφίει συμμαχήσαντάς οἱ καὶ Ἀθηναίοις αἰτήσασι συγγνώμην ἐπεδίδου καὶ ἐπεῖπε· ποσάκις ὑμᾶς ὑπὸ σφῶν αὐτῶν ἀπολλυμένους ἡ δόξα τῶν προγόνων περισώσει; τῇ τρίτῃ δʼ ἐξήλαυνεν ἐπὶ τῂν ἕω κατὰ πύστιν τῆς Πομπηίου φυγῆς καὶ τὸν Ἑλλήσποντον ἀπορίᾳ τριήρων σκάφεσιν ἐπεραιοῦτο μικροῖς. Κάσσιος δὲ σὺν τῷ μέρει τῶν τριήρων ἐπιφαίνεται μεσοποροῦντι, πρὸς Φαρνάκην ἐπειγόμενος. καὶ δυνηθεὶς ἂν πολλαῖς τριήρεσι κατὰ σκαφῶν μικρῶν, ὑπὸ δέους τῆς Καίσαρος εὐτυχίας περιπύστου δὴ καὶ ἐπιφόβου τότε οὔσης ἐξεπλάγη καὶ νομίσας οἱ τὸν Καίσαρα ἐπίτηδες ἐπιπλεῖν τὰς χεῖρας ὤρεγεν ἐς αὐτόν, ἀπὸ τριήρων ἐς σκάφη, καὶ συγγνώμην ᾔτει καὶ τὰς τριήρεις παρεδίδου. τοσοῦτον ἴσχυεν ἡ δόξα τῆς Καίσαρος εὐπραγίας· οὐ γὰρ ἔγωγε αἰτίαν ἑτέραν ὁρῶ οὐδὲ ἔργον ἕτερον ἡγοῦμαι τύχης ἐν ἀπόρῳ καιρῷ γενέσθαι μᾶλλον ἢ Κάσσιον τὸν πολεμικώτατον ἐπὶ τριήρων ἑβδομήκοντα ἀπαρασκεύῳ Καίσαρι συντυχόντα μηδʼ ἐς χεῖρας ἐλθεῖν ὑποστῆναι. ὁ δʼ οὕτως ἑαυτὸν αἰσχρῶς ὑπὸ φόβου μόνου παραπλέοντι παραδοὺς ὕστερον ἐν Ῥώμῃ δυναστεύοντα ἤδη κατέκανεν· ᾧ καὶ αὐτῷ δῆλόν ἐστι τὸν ἕτερον τῷ Κασσίῳ φόβον ὑπὸ τύχης ἐγγενέσθαι τὸν Καίσαρα ἐπαιρούσης.
διασωθεὶς δʼ οὕτω παραδόξως ὁ Καῖσαρ καὶ τὸν Ἑλλήσποντον περαιωθεὶς Ἴωσι μὲν καὶ Αἰολεῦσι καὶ ὅσα ἄλλα ἔθνη τὴν μεγάλην χερρόνησον οἰκοῦσι ʽκαὶ καλοῦσιν αὐτὰ ἑνὶ ὀνόματι Ἀσίαν τὴν κάτὠ, συνεγίγνωσκε πρεσβευομένοις ἐς αὐτὸν καὶ παρακαλοῦσι, πυθόμενος δὲ Πομπήιον ἐπʼ Αἰγύπτου φέρεσθαι διέπλευσεν ἐς Ῥόδον. καὶ οὐδʼ ἐνταῦθα τὸν στρατὸν αὑτοῦ κατὰ μέρη προσιόντα περιμείνας ἐς τὰς Κασσίου καὶ Ῥοδίων τριήρεις ἐνέβη σὺν τοῖς παροῦσιν· οὐδενί τε ἐκφήνας, ὅπῃ τὸν πλοῦν ποιήσεται, περὶ ἑσπέραν ἀνήγετο, ἐπαγγείλας τοῖς λοιποῖς κυβερνήταις πρὸς τὸν λαμπτῆρα τῆς ἑαυτοῦ νεὼς καὶ μεθʼ ἡμέραν πρὸς τὸ σημεῖον εὐθύνειν· τῷ δʼ αὑτοῦ κυβερνήτῃ, πολὺ τῆς γῆς ἀποσχών, προσέταξεν ἐς Ἀλεξάνδρειαν φέρεσθαι. καὶ ὁ μὲν τρισὶν ἡμέραις πελάγιος ἀμφὶ τὴν Ἀλεξάνδρειαν ἦν· ἐσδέχονται δʼ αὐτὸν οἱ τοῦ βασιλέως ἐπιτροπεύοντες, ἔτι τοῦ βασιλέως ἀμφὶ τὸ Κάσσιον ὄντος. καὶ πρῶτα μὲν ἀπραγμοσύνην τινὰ διὰ τὴν ὀλιγότητα τῶν συνόντων ὑπεκρίνετο φιλοφρόνως τε τοὺς ἐντυγχάνοντας ἐξεδέχετο καὶ τὴν πόλιν περιιὼν τοῦ κάλλους ἐθαύμαζε καὶ τῶν φιλοσόφων μετὰ τοῦ πλήθους ἑστὼς ἠκροᾶτο· ὅθεν αὐτῷ χάρις τε καὶ δόξα ἀγαθὴ ὡς ἀπράγμονι παρὰ τοῖς Ἀλεξανδρεῦσιν ἐφύετο.
ἐπεὶ δʼ ὁ στρατὸς αὐτῷ κατέπλευσε, Ποθεινὸν μὲν καὶ Ἀχιλλᾶν ἐκόλασε θανάτῳ τῆς ἐς τὸν Πομπήιον παρανομίας, Θεόδοτον δὲ διαδράντα Κάσσιος ὕστερον ἐκρέμασεν, εὑρὼν ἐν Ἀσίᾳ. θορυβούντων δʼ ἐπὶ τῷδε τῶν Ἀλεξανδρέων καὶ τῆς στρατιᾶς τῆς βασιλικῆς ἐπʼ αὐτὸν ἰούσης, ἀγῶνες αὐτῷ ποικίλοι περὶ τὸ βασίλειον ἐγένοντο καὶ ἐν τοῖς παρʼ αὐτὸ αἰγιαλοῖς, ἔνθα καὶ φεύγων ἐς τὴν θάλατταν ἐξήλατο καὶ ἐς πολὺ ἐν τῷ βυθῷ διενήξατο· καὶ τὴν χλαμύδα αὐτοῦ λαβόντες οἱ Ἀλεξανδρεῖς περὶ τρόπαιον ἐκρέμασαν. τελευταῖον δʼ ἀνὰ τὸν Νεῖλον αὐτῷ γίνεται πρὸς τὸν βασιλέα ἀγών, ᾧ δὴ καὶ μάλιστα ἐκράτει. καὶ ἐς ταῦτα διετρίφθησαν αὐτῷ μῆνες ἐννέα, μέχρι Κλεοπάτραν ἀντὶ τοῦ ἀδελφοῦ βασιλεύειν ἀπέφηνεν Αἰγύπτου. καὶ τὸν Νεῖλον ἐπὶ τετρακοσίων νεῶν, τὴν χώραν θεώμενος, περιέπλει μετὰ τῆς Κλεοπάτρας, καὶ τἆλλα ἡδόμενος αὐτῇ. ἀλλὰ τάδε μὲν ἕκαστα ὅπως ἐγένετο, ἀκριβέστερον ἡ περὶ Αἰγύπτου συγγραφὴ διέξεισι· τὴν δὲ κεφαλὴν τοῦ Πομπηίου προσφερομένην οὐχ ὑπέστη, ἀλλὰ προσέταξε ταφῆναι, καί τι αὐτῇ τέμενος βραχὺ πρὸ τῆς πόλεως περιτεθὲν Νεμέσεως τέμενος ἐκαλεῖτο· ὅπερ ἐπʼ ἐμοῦ κατὰ Ῥωμαίων αὐτοκράτορα Τραϊανόν, ἐξολλύντα τὸ ἐν Αἰγύπτῳ Ἰουδαίων γένος, ὑπὸ τῶν Ἰουδαίων ἐς τὰς τοῦ πολέμου χρείας κατηρείφθη.
τοσάδε μὲν δὴ Καῖσαρ ἐργασάμενος ἐν Ἀλεξανδρεία διὰ Συρίας ἐπὶ Φαρνάκην ἠπείγετο. ὁ δὲ ἤδη μὲν εἴργαστο πολλὰ καὶ περιεσπάκει τινὰ Ῥωμαίων χωρία καὶ Δομιτίῳ Καίσαρος στρατηγῷ συνενεχθεὶς ἐς μάχην ἐνενικήκει πάνυ λαμπρῶς, καὶ τῷδε μάλιστα ἐπαρθεὶς Ἀμισὸν πόλιν ἐν τῷ Πόντῳ ῥωμαΐζουσαν ἐξηνδραπόδιστο καὶ τοὺς παῖδας αὐτῶν τομίας ἐπεποίητο πάντας· προσιόντος δὲ τοῦ Καίσαρος ἐταράσσετο καὶ μετεγίγνωσκε καὶ ἀπὸ σταδίων διακοσίων γενομένῳ πρέσβεις ἔπεμπεν ὑπὲρ εἰρήνης, στέφανόν τε χρύσειον αὐτῷ φέροντας καὶ ἐς γάμον ὑπʼ ἀνοίας ἐγγυῶντας Καίσαρι τὴν Φαρνάκους θυγατέρα. ὁ δʼ αἰσθόμενος ὧν φέρουσι, προῆλθε μετὰ τοῦ στρατοῦ καὶ ἐς τὸ πρόσθεν ἐβάδιζε λεσχηνεύων τοῖς πρέσβεσι, μέχρι προσπελάσας τῷ χάρακι τοῦ Φαρνάκους καὶ τοσόνδε εἰπών· οὐ γὰρ αὐτίκα δώσει δίκην ὁ πατροκτόνος; ἐπὶ τὸν ἵππον ἀνεπήδησε καὶ εὐθὺς ἐκ πρώτης βοῆς τρέπεταί τε τὸν Φαρνάκην καὶ πολλοὺς ἔκτεινε, σὺν χιλίοις που μάλιστα ὢν ἱππεῦσιν τοῖς πρώτοις αὐτῷ συνδραμοῦσιν· ὅτε καί φασιν αὐτὸν εἰπεῖν· ὦ μακάριε Πομπήιε, τοιούτοις ἄρα κατὰ Μιθριδάτην τὸν τοῦδε πατέρα πολεμῶν ἀνδράσι μέγας τε ἐνομίσθης καὶ μέγας ἐπεκλήθης. ἐς δὲ Ῥώμην περὶ τῆσδε τῆς μάχης ἐπέστελλεν· ἐγὼ δὲ ἦλθον, εἶδον, ἐνίκησα.
μετὰ δὲ τοῦτο Φαρνάκης μὲν ἀγαπῶν ἐς τὴν ἀρχὴν Βοσπόρου, τὴν δεδομένην οἱ παρὰ Πομπηίου, συνέφυγεν· ὁ δὲ Καῖσαρ, οὐ σχολὴν ἄγων περὶ μικρὰ τρίβεσθαι τοσῶνδε πολέμων αὐτὸν περιμενόντων, ἐς τὴν Ἀσίαν μετῆλθε καὶ παροδεύων αὐτὴν ἐχρημάτιζε ταῖς πόλεσιν ἐνοχλουμέναις ὑπὸ τῶν μισθουμένων τοὺς φόρους, ὥς μοι κατὰ τὴν Ἀσιανὴν συγγραφὴν δεδήλωται. πυθόμενος δʼ ἐν Ῥώμῃ στάσιν εἶναι καὶ Ἀντώνιον τὸν ἵππαρχον αὑτοῦ τὴν ἀγορὰν στρατιᾷ φυλάσσειν, πάντα μεθεὶς ἐς Ῥώμην ἠπείγετο. ὡς δʼ ἦλθεν, ἡ μὲν στάσις ἡ πολιτικὴ κατεπαύετο, ἑτέρα δʼ ἐπʼ αὐτὸν ἀνίστατο τοῦ στρατοῦ, ὡς οὔτε τὰ ἐπηγγελμένα σφίσιν ἐπὶ τῷ κατὰ Φάρσαλον ἔργῳ λαβόντες οὔτε ἐννόμως ἔτι βραδύνοντες ἐν τῇ στρατείᾳ· ἀφεθῆναί τε πάντες ἐπὶ τὰ αὑτῶν ἠξίουν. ὁ δʼ ἐπηγγέλλετο μὲν αὐτοῖς ἀόριστά τινα ἐν Φαρσάλῳ, καὶ ἕτερα ἀόριστα, ὅταν ὁ ἐν Λιβύῃ πόλεμος ἐκτελεσθῇ· τότε δʼ ἔπεμπεν ἄλλας ὁρίζων ἑκάστῳ χιλίας δραχμάς. οἱ δὲ αὐτὸν οὐχ ὑπισχνεῖσθαι μᾶλλον ἢ αὐτίκα διδόναι πάντα ἐκέλευον· καὶ περὶ τῶνδε Σαλούστιον Κρίσπον πεμφθέντα πρὸς αὐτοὺς ὀλίγου καὶ διέφθειραν, εἰ μὴ διέφυγε. πυθόμενος δʼ ὁ Καῖσαρ τέλος μὲν ἄλλο στρατιωτῶν, οἳ τὴν πόλιν ἐξ Ἀντωνίου παρεφύλασσον, περιέστησε τῇ οἰκίᾳ καὶ ταῖς τῆς πόλεως ἐξόδοις, δείσας περὶ ἁρπαγῆς· αὐτὸς δέ, πάντων δεδιότων καὶ παραινούντων αὐτῷ τὴν ὁρμὴν τοῦ στρατοῦ φυλάξασθαι, μάλα θρασέως αὐτοῖς ἔτι στασιάζουσιν ἐς τὸ Ἄρειον πεδίον ἐπῆλθεν οὐ προμηνύσας καὶ ἐπὶ βήματος ὤφθη.
οἱ δὲ σὺν θορύβῳ τε ἄνοπλοι συνέτρεχον καί, ὡς ἔθος, ἄφνω φανέντα σφίσιν ἠσπάζοντο αὐτοκράτορα. κελεύσαντος δʼ ὅ τι θέλοιεν εἰπεῖν, περὶ μὲν τῶν δωρεῶν ἐς ὄψιν εἰπεῖν αὐτοῦ παρόντος οὐδὲ ἐτόλμησαν ὑπὸ τῆς αὐτῆς ἐκπλήξεως, ὡς δὲ μετριώτερον, ἀφεθῆναι τῆς στρατείας ἀνεβόησαν, ἐλπίσαντες στρατοῦ δεόμενον ἐς τοὺς ὑπολοίπους πολέμους αὐτὸν ἐρεῖν τι καὶ περὶ τῶν δωρεῶν. ὁ δὲ παρὰ τὴν ἁπάντων δόξαν οὐδὲ μελλήσας ἀπεκρίνατο· ἀφίημι. καταπλαγέντων δʼ αὐτῶν ἔτι μᾶλλον καὶ σιωπῆς βαθυτάτης γενομένης ἐπεῖπε· καὶ δώσω γε ὑμῖν τὰ ἐπηγγελμένα ἅπαντα, ὅταν θριαμβεύσω μεθʼ ἑτέρων. ἀδοκήτου δʼ αὐτοῖς ἅμα καὶ τοῦδε καὶ φιλανθρώπου φανέντος, αἰδὼς αὐτίκα πᾶσιν ἐνέπιπτεν καὶ λογισμὸς μετὰ ζήλου, εἰ δόξουσι μὲν αὐτοὶ καταλιπεῖν σφῶν τὸν αὐτοκράτορα ἐν μέσοις τοσοῖσδε πολεμίοις, θριαμβεύσουσι δʼ ἀνθʼ αὑτῶν ἕτεροι καὶ σφεῖς τῶν ἐν Λιβύῃ κερδῶν ἐκπεσοῦνται, μεγάλων ἔσεσθαι νομιζομένων, ἐχθροί τε ὁμοίως αὐτοῦ τε Καίσαρος ἔσονται καὶ τῶν πολεμίων. δείσαντες οὖν ἔτι μᾶλλον ἡσύχαζον ἐξ ἀπορίας, ἐλπίζοντες ἐνδώσειν τι καὶ τὸν Καίσαρα καὶ μεταγνώσεσθαι διὰ τὴν ἐν χερσὶ χρείαν. ὁ δʼ ἀνθησύχαζε καὶ τῶν φίλων αὐτὸν παρακαλούντων ἐπιφθέγξασθαί τι πρὸς αὐτοὺς ἄλλο καὶ μὴ βραχεῖ καὶ αὐστηρῷ λόγῳ πολλὰ συνεστρατευμένους ἐγκαταλιπεῖν, ἀρχόμενος λέγειν πολίτας ἀντὶ στρατιωτῶν προσεῖπεν· ὅπερ ἐστὶ σύμβολον ἀφειμένων τῆς στρατείας καὶ ἰδιωτευόντων.
οἱ δʼ οὐκ ἐνεγκόντες ἔτι ἀνέκραγον μετανοεῖν καὶ παρεκάλουν αὐτῷ συστρατεύεσθαι. ἀποστρεφομένου τε τοῦ Καίσαρος καὶ ἀπιόντος ἀπὸ τοῦ βήματος, οἱ δὲ σὺν ἐπείξει πλέονι βοῶντες ἐνέκειντο παραμεῖναί τε αὐτὸν καὶ κολάζειν σφῶν τοὺς ἁμαρτόντας. ὁ δʼ ἔτι μέν τι διέτριψεν, οὔτε ἀπιὼν οὔτε ἐπανιών, ὑποκρινόμενος ἀπορεῖν· ἐπανελθὼν δʼ ὅμως ἔφη κολάσειν μὲν αὐτῶν οὐδένα, ἄχθεσθαι δʼ, ὅτι καὶ τὸ δέκατον τέλος, ὃ προετίμησεν αἰεί, τοιαῦτα θορυβεῖ. καὶ τόδε, ἔφη, μόνον ἀφίημι τῆς στρατείας· δώσω δὲ καὶ τῷδε ὅμως τὰ ὑπεσχημένα ἅπαντα, ἐπανελθὼν ἐκ Λιβύης. δώσω δὲ καὶ γῆν ἅπασιν ἐκτελεσθέντων τῶν πολέμων, οὐ καθάπερ Σύλλας, ἀφαιρούμενος ἑτέρων ἣν ἔχουσι καὶ τοῖς ἀφαιρεθεῖσι τοὺς λαβόντας συνοικίζων καὶ ποιῶν ἀλλήλοις ἐς αἰεὶ πολεμίους, ἀλλὰ τὴν τοῦ δήμου γῆν ἐπινέμων καὶ τὴν ἐμαυτοῦ, καὶ τὰ δέοντα προσωνούμενος. κρότου δὲ καὶ εὐφημίας παρὰ πάντων γενομένης, τὸ δέκατον ὑπερήλγει τέλος, ἐς μόνον αὐτὸ τοῦ Καίσαρος ἀδιαλλάκτου φανέντος· καὶ σφᾶς αὐτὸν ἠξίουν διακληρῶσαί τε καὶ τὸ μέρος θανάτῳ ζημιῶσαι. ὁ δὲ οὐδὲν αὐτοὺς ὑπερεθίζειν ἔτι δεόμενος ἀκριβῶς μετανοοῦντας, συνηλλάσσετο ἅπασι καὶ εὐθὺς ἐπὶ τὸν ἐν Λιβύῃ πόλεμον ἐξῄει.
διαβαλὼν δʼ ἐκ Ῥηγίου τὸν πορθμὸν ἐπὶ Μεσσήνης ἐς Λιλύβαιον ἦλθε. καὶ πυθόμενος Κάτωνα μὲν τὴν παρασκευὴν τοῦ πολέμου ναυσὶ καὶ πεζῶν τινι μέρει φρουρεῖν ἐν Ἰτύκῃ μετὰ τῶν τριακοσίων, οὓς ἀπὸ σφῶν ἐκ πολλοῦ προβούλους ἐπεποίηντο τοῦ πολέμου καὶ σύγκλητον ἐκάλουν, τὸν δʼ αὐτοκράτορα Λεύκιον Σκιπίωνα καὶ τοὺς ἀρίστους ἐν Ἀδρυμητῷ στρατοπεδεύειν, διέπλευσεν ἐπὶ τὸν Σκιπίωνα. καὶ αὐτὸν οἰχόμενον ἐς Ἰόβαν καταλαβὼν παρέτασσεν ἐς μάχην παρʼ αὐτὸ τοῦ Σκιπίωνος τὸ στρατόπεδον, ὡς ἐν καιρῷ συνοισόμενος τοῖς πολεμίοις χωρὶς αὐτοκράτορος οὖσιν. ἀντεπῄεσαν δʼ αὐτῷ Λαβιηνός τε καὶ Πετρήιος, οἱ τοῦ Σκιπίωνος ὑποστράτηγοι, καὶ ἐκράτουν τῶν Καίσαρος παρὰ πολὺ καὶ τραπέντας ἐδίωκον σοβαρῶς μετὰ καταφρονήσεως, μέχρι Λαβιηνὸν μὲν ὁ ἵππος ἐς τὴν γαστέρα πληγεὶς ἀπεσείσατο καὶ αὐτὸν οἱ παρασπισταὶ συνήρπαζον, ὁ δὲ Πετρήιος, ὡς ἀκριβῆ τοῦ στρατοῦ λαβὼν πεῖραν καὶ νικήσων, ὅτε βούλεται, διέλυε τὸ ἔργον ἐπειπὼν τοῖς ἀμφʼ αὐτόν· μὴ ἀφελώμεθα τὴν νίκην τὸν αὐτοκράτορα ἡμῶν Σκιπίωνα. καὶ τὸ μὲν ἄλλο μέρος τῆς Καίσαρος τύχης ἔργον ἐφαίνετο κρατησάντων ἄν, ὡς ἐδόκει, τῶν πολεμίων ἄφνω τὴν μάχην ὑπὸ τῶν νικώντων διαλυθῆναι· αὐτὸς δὲ λέγεται παρὰ τὴν φυγὴν ἐγχρίμπτων ἅπασιν ἐπιστρέφειν αὐτοὺς καί τινα τῶν τὰ μέγιστα σημεῖα, τοὺς ἀετούς, φερόντων τῇ ἑαυτοῦ χειρὶ περισπάσας μετενεγκεῖν ἀπὸ τῆς φυγῆς ἐς τὸ πρόσθεν, ἕως Πετρήιος ἀνέζευξε καὶ ὁ Καῖσαρ ἀσπασίως ὑπεχώρει.
τοῦτο μὲν δὴ τῆς πρώτης ἐν Λιβύῃ Καίσαρι μάχης τέλος ἦν· οὐ πολὺ δὲ ὕστερον, αὐτοῦ τε Σκιπίωνος ὀκτὼ τέλεσι πεζῶν καὶ ἱππέων δύο μυριάσιν, ὧν οἱ πολλοὶ Λίβυες ἦσαν, πελτασταῖς τε πολλοῖς καὶ ἐλέφασιν ἐς τριάκοντα προσδοκωμένου παρέσεσθαι σὺν Ἰόβᾳ τῷ βασιλεῖ, καὶ τῷδε ἄγοντι πεζοὺς ἄλλους ἀμφὶ τρισμυρίους καὶ ἱππέας Νομάδας ἐς δισμυρίους καὶ ἀκοντιστὰς πολλοὺς καὶ ἐλέφαντας ἑξήκοντα ἑτέρους, ἡ στρατιὰ τοῦ Καίσαρος ἐδείμαινε καὶ ἐν σφίσιν αὐτοῖς ἐθορυβοῦντο κατά τε πεῖραν ὧν ἤδη πεπόνθεσαν καὶ κατὰ δόξαν τῶν ἐπιόντων τοῦ τε πλήθους καὶ ἀρετῆς, μάλιστα τῶν Νομάδων ἱππέων. ὅ τε τῶν ἐλεφάντων πόλεμος ἀήθης σφίσιν ὢν ἐξέπλησσε. Βόκχου δʼ ἑτέρου Μαυρουσίων δυνάστου Κίρταν, ἣ βασίλειον ἦν Ἰόβα, καταλαβόντος, ὁ μὲν Ἰόβας, ἐξαγγελθέντος αὐτῷ τοῦδε, ἐς τὰ οἰκεῖα μάλιστα ἀνεζεύγνυ μετὰ τοῦ ἰδίου στρατοῦ, τριάκοντα ἐξ αὐτοῦ μόνους ὑπολιπὼν ἐλέφαντας τῷ Σκιπίωνι, ἡ δὲ στρατιὰ τοῦ Καίσαρος ἐς τοσοῦτον ἀνεθάρρησεν, ὡς τὸ πέμπτον τέλος αἰτῆσαν ἀντιταχθῆναι τοῖς ἐλέφασι κρατῆσαι πάνυ καρτερῶς· καὶ νῦν ἀπʼ ἐκείνου τῷδε τῷ τέλει ἐλέφαντες ἐς τὰ σημεῖα ἐπίκεινται.
μακρᾶς δὲ καὶ ἐπιπόνου κατὰ πάντα τὰ μέρη τῆς μάχης καὶ πολυτρόπου γενομένης, περὶ ἑσπέραν μόλις ὁ Καῖσαρ ἐνίκα καὶ τὸ στρατόπεδον εὐθὺς ἐξῄρει τὸ τοῦ Σκιπίωνος, οὐδὲν ἀνιεὶς οὐδʼ ἐν νυκτὶ τῆς νίκης, μέχρι τὸ σύμπαν ἐξεργάσασθαι. οἱ δʼ ἐχθροὶ κατʼ ὀλίγους, ὅπῃ δύναιντο, διέφευγον· καὶ ὁ Σκιπίων αὐτός, ἅμα Ἀφρανίῳ πάντα μεθείς, ἔφευγεν ἀνὰ τὸ πέλαγος ἐπὶ δώδεκα ἀφράκτων.
ὧδε μὲν δὴ καὶ ὅδε ὁ στρατός, ἐς ὀκτὼ μυριάδας μάλιστα συνελθὼν ἔκ τε πολλοῦ γεγυμνασμένος καὶ ἐκ τῆς προτέρας μάχης ἐν ἐλπίδι καὶ θάρσει γενόμενος, δευτέρᾳ τῇδε συμβολῇ συνετρίβετο ἀθρόως. καὶ τὸ τοῦ Καίσαρος κλέος ἐς ἄμαχον εὐτυχίαν ἐδοξάζετο, οὐδὲν ἔτι τῶν ἡσσωμένων ἐς ἀρετὴν αὐτοῦ μεριζόντων, ἀλλὰ καὶ τὰ σφέτερα αὐτῶν ἁμαρτήματα τῇ Καίσαρος τύχῃ προστιθέντων· ἐδόκει γὰρ δὴ καὶ ὅδε ὁ πόλεμος ἀβουλίᾳ τῶν στρατηγῶν, οὔτε διατριψάντων αὐτόν, ἕως ἀπορήσειεν ὁ Καῖσαρ ὡς ἐν ἀλλοτρίᾳ, οὔτε τὴν πρώτην νίκην ἐς τέλος προαγαγόντων, συντριφθεὶς οὕτως ὀξέως διαλυθῆναι.
Ἐξαγγελθέντων δὲ τούτων ἐς Ἰτύκην τρίτῃ μάλιστα ἡμέρᾳ καὶ τοῦ Καίσαρος εὐθὺς ἐπὶ τὴν Ἰτύκην ἰόντος ἐγίγνετο φυγὴ πάντων. καὶ οὐδένα κατεῖχεν ὁ Κάτων, ἀλλὰ καὶ ναῦς ἐδίδου τοῖς αἰτοῦσι τῶν ἐπιφανῶν· αὐτὸς δʼ εὐσταθῶς ὑπέμενε καὶ τοῖς Ἰτυκαίοις ὑπισχνουμένοις πρὸ ἑαυτῶν ὑπὲρ ἐκείνου δεήσεσθαι ἐπιμειδιῶν ἀπεκρίνατο οὐ δεήσειν αὑτῷ πρὸς Καίσαρα διαλλακτῶν καὶ τοῦτο εἰδέναι καὶ τὸν Καίσαρα καλῶς. σημηνάμενος δὲ τοὺς θησαυροὺς ἅπαντας καὶ συγγραφὰς ὑπὲρ ἑκάστου τοῖς Ἰτυκαίων ἄρχουσιν ἐπιδοὺς περὶ ἑσπέραν ἀμφὶ λουτρὰ καὶ δεῖπνον ἦν καθεζόμενός τε ἐγεύετο, ὥσπερ εἴθιστο, ἐξ οὗ Πομπήιος ἀνῄρητο· οὐδέν τε τῶν συνήθων ἐναλλάσσων οὐδʼ ἐλάσσω προσφερόμενος ἢ πλείω, συνελεσχήνευε τοῖς παροῦσι περὶ τῶν ἐκπεπλευκότων καὶ ἠρώτα περὶ τοῦ πνεύματος, εἰ κατὰ πρύμνην ἔσοιτο αὐτοῖς, καὶ τοῦ διαστήματος, εἰ φθάσουσι πόρρω γενέσθαι, πρὶν ἐς ἕω Καίσαρα ἐπελθεῖν. οὐ μὴν οὐδʼ ἐς ὕπνον ἀπιὼν ἐνήλλαξέ τι τῶν συνήθων, πλὴν ὅτι υἱὸν ἠσπάσατο φιλοφρονέστερον. τὸ δὲ ξιφίδιον τῇ κλίνῃ τὸ σύνηθες οὐχ εὑρὼν παρακείμενον ἐξεβόησεν, ὅτι προδιδοῖτο ὑπὸ τῶν οἰκείων τοῖς πολεμίοις· τίνι γὰρ ἔφη χρήσεσθαι προσιόντων, ἂν νυκτὸς ἐπίωσι; τῶν δὲ αὐτὸν παρακαλούντων μηδὲν ἐφʼ ἑαυτὸν βουλεύειν, ἀλλʼ ἀναπαύεσθαι χωρὶς ξιφιδίου, ἀξιοπιστότερον ἔτι εἶπεν· οὐ γὰρ ἔστι μοι θέλοντι καὶ διʼ ἐσθῆτος ἐμαυτὸν ἀποπνῖξαι καὶ ἐς τὰ τείχη τὴν κεφαλὴν ἀπαράξαι καὶ ἐς τράχηλον κυβιστῆσαι καὶ τὸ πνεῦμα κατασχόντα ἐκτρῖψαι; πολλά τε ὅμοια εἰπὼν παρήγαγεν αὐτοὺς παραθεῖναι τὸ ξιφίδιον. ὡς δὲ ἐτέθη, Πλάτωνος αἰτήσας τὴν περὶ ψυχῆς συγγραφὴν ἀνεγίνωσκε.
καὶ ἐπεὶ τέλος εἶχε τῷ Πλάτωνι ὁ λόγος, ἀναπαύεσθαι τοὺς περὶ θύρας ὑπολαβὼν ἔτρωσεν αὑτὸν ὑπὸ τὰ στέρνα· προπεσόντων δʼ αὐτῷ τῶν σπλάγχνων καὶ στόνου τινὸς ἐξακουσθέντος ἐσέδραμον οἱ περὶ θύρας· καὶ οἱ ἰατροὶ τὰ σπλάγχνα ἔτι σῶα ὄντα ἐνέθηκαν ἔνδον καὶ τὰς πληγὰς ἐπιρράψαντες ἐπέδησαν. ὁ δὲ ἀνενεγκὼν αὖθις ὑπεκρίνετο καὶ κατεμέμφετο μὲν ἑαυτῷ πληγῆς ἀσθενοῦς, χάριν δʼ ὡμολόγει τοῖς περισώσασι καὶ καταδαρθεῖν ἔφη δεῖσθαι. οἱ μὲν δὴ τὸ ξίφος ἔχοντες ᾤχοντο καὶ τὰς θύρας ὡς ἠρεμοῦντι ἐπέκλεισαν· ὁ δʼ ὕπνου δόξαν αὐτοῖς παρασχὼν τὰ δεσμὰ ταῖς χερσὶ μετὰ σιγῆς ἀπερρήγνυ καὶ τὰς ῥαφὰς τοῦ τραύματος ἀνέπτυσσεν, οἷα θηρίον τό τε τραῦμα καὶ τὴν γαστέρα εὐρύνων ὄνυξι καὶ δακτύλοις ἐρευνῶν καὶ τὰ σπλάγχνα διαρρίπτων, μέχρι ἐτελεύτησεν, ἔτη μὲν ἀμφὶ πεντήκοντα γεγονώς, ὁμολογούμενος δὲ τήν τε γνώμην, ἐς ὅ τι κρίνειε, πάντων ἀνδρῶν ἐπιμονώτατος φῦναι καὶ τὸ δίκαιον ἢ πρέπον ἢ καλὸν οὐκ ἔθεσι μᾶλλον ἢ μεγαλοψύχοις λογισμοῖς ὁρίσαι. Μαρκίᾳ γέ τοι τῇ Φιλίππου συνὼν ἐκ παρθένου καὶ ἀρεσκόμενος αὐτῇ μάλιστα καὶ παῖδας ἔχων ἐξ ἐκείνης ἔδωκεν ὅμως αὐτὴν Ὁρτησίῳ τῶν φίλων τινί, παίδων τε ἐπιθυμοῦντι καὶ τεκνοποιοῦ γυναικὸς οὐ τυγχάνοντι, μέχρι κἀκείνῳ κυήσασαν ἐς τὸν οἶκον αὖθις ὡς χρήσας ἀνεδέξατο. τοιόσδε μὲν δὴ Κάτων ἦν, καὶ αὐτὸν οἱ Ἰτυκαῖοι λαμπρῶς ἔθαπτον· ὁ δὲ Καῖσαρ ἔφη μέν οἱ φθονῆσαι Κάτωνα καλῆς ἐπιδείξεως, Κικέρωνος δὲ ποιήσαντος ἐγκώμιον ἐς αὐτὸν ἐπιγράψαντος Κάτων, ἀντέγραψε κατηγορίαν ὁ Καῖσαρ καὶ ἐπέγραψεν Ἀντικάτων.
Ἰόβας δὲ καὶ Πετρήιος τῶν γιγνομένων πυνθανόμενοι καὶ οὐδεμίαν σφίσιν οὔτε φυγὴν οὔτε σωτηρίαν ἐπινοοῦντες, ἐπὶ τῇ διαίτῃ ξίφεσι διεχρήσαντο ἀλλήλους· καὶ τὴν ἀρχὴν τὴν Ἰόβα Καῖσαρ ὑποτελῆ Ῥωμαίοις ἐποίησεν, αὐτῇ Σαλούστιον Κρίσπον ἐγκαταστήσας. Ἰτυκαίοις δὲ καὶ τῷ Κάτωνος υἱῷ συνεγίνωσκε· καὶ τὴν θυγατέρα τοῦ Πομπηίου μετὰ δύο παίδων αὐτῆς ἐν Ἰτύκῃ καταλαβὼν ἐξέπεμπε σώους τῷ νέῳ Πομπηίῳ. τῶν δὲ τριακοσίων ὅσους εὗρε διέφθειρεν. Λεύκιος δὲ Σκιπίων ὁ αὐτοκράτωρ χειμαζόμενος ἐν τῇ θαλάσσῃ καὶ πολεμίαις ναυσὶν ἐντυχὼν ἐφέρετο γενναίως, μέχρι καταλαμβανόμενος αὑτόν τε διεχρήσατο καὶ τὸ σῶμα μεθῆκεν ἐς τὸ πέλαγος.
τοῦτο μὲν δὴ καὶ τῷ περὶ Λιβύην Καίσαρος πολέμῳ τέλος ἐγίγνετο, αὐτὸς δʼ ἐπανελθὼν ἐς Ῥώμην ἐθριάμβευε τέσσαρας ὁμοῦ θριάμβους, ἐπί τε Γαλάταις, ὧν δὴ πολλὰ καὶ μέγιστα ἔθνη προσέλαβε καὶ ἀφιστάμενα ἄλλα ἐκρατύνατο, καὶ Ποντικὸν ἐπὶ Φαρνάκει καὶ Λιβυκὸν ἐπὶ Λιβύων τοῖς συμμαχήσασι τῷ Σκιπίωνι· ἔνθα καὶ Ἰόβα παῖς, Ἰόβας ὁ συγγραφεύς, βρέφος ὢν ἔτι παρήγετο. παρήγαγε δέ τινα καὶ τῆς ἀνὰ τὸν Νεῖλον ναυμαχίας θρίαμβον Αἰγύπτιον, μεταξὺ τοῦ Γαλατῶν καὶ Φαρνάκους. τὰ δὲ Ῥωμαίων φυλαξάμενος ἄρα, ὡς ἐμφύλια οὐκ ἐοικότα τε αὑτῷ καὶ Ῥωμαίοις αἰσχρὰ καὶ ἀπαίσια, ἐπιγράψαι θριάμβῳ, παρήνεγκεν ὅμως αὐτῶν ἐν τοῖσδε τὰ παθήματα ἅπαντα καὶ τοὺς ἄνδρας ἐν εἰκόσι καὶ ποικίλαις γραφαῖς, χωρίς γε Πομπηίου· τοῦτον γὰρ δὴ μόνον ἐφυλάξατο δεῖξαι, σφόδρα ἔτι πρὸς πάντων ἐπιποθούμενον. ὁ δὲ δῆμος ἐπὶ μὲν τοῖς οἰκείοις κακοῖς, καίπερ δεδιώς, ἔστενε, καὶ μάλιστα, ὅτε ἴδοι Λεύκιόν τε Σκιπίωνα τὸν αὐτοκράτορα πλησσόμενον ἐς τὰ στέρνα ὑφʼ ἑαυτοῦ καὶ μεθιέμενον ἐς τὸ πέλαγος, ἢ Πετρήιον ἐπὶ διαίτῃ διαχρώμενον ἑαυτόν, ἢ Κάτωνα ὑφʼ ἑαυτοῦ διασπώμενον ὡς θηρίον· Ἀχιλλᾷ δʼ ἐφήσθησαν καὶ Ποθεινῷ καὶ τὴν Φαρνάκους φυγὴν ἐγέλασαν.
χρήματα δʼ ἐν τοῖς θριάμβοις φασὶ παρενεχθῆναι μυριάδας ἓξ καὶ ἥμισυ ταλάντων καὶ στεφάνους δύο καὶ εἴκοσι καὶ δισχιλίους ἐπὶ τοῖς ὀκτακοσίοις ἀπὸ χρυσοῦ, ἕλκοντας ἐς δισμυρίας καὶ δεκατέσσαρας καὶ τετρακοσίας λίτρας. ἀφʼ ὧν εὐθὺς ἐπὶ τῷ θριάμβῳ διένειμε, τὰ ὑπεσχημένα πάνθʼ ὑπερβάλλων, στρατιώτῃ μὲν ἀνὰ πεντακισχιλίας δραχμὰς Ἀττικάς, λοχαγῷ δʼ αὐτοῦ τὸ διπλάσιον καὶ χιλιάρχῃ καὶ ἱππάρχῃ τὸ ἔτι διπλάσιον καὶ τοῖς δημόταις ἑκάστῳ μνᾶν Ἀττικήν. ἐπέδωκε δὲ καὶ θέας ποικίλας ἵππων τε καὶ μουσικῆς καὶ πεζομαχίας ἀνδρῶν χιλίων πρὸς ἑτέρους χιλίους καὶ ἱππομαχίαν διακοσίων πρὸς ἴσους καὶ ἀναμὶξ ἄλλων πεζῶν τε καὶ ἱππέων ἀγῶνα ἐλεφάντων τε μάχην εἴκοσι πρὸς εἴκοσι καὶ ναυμαχίαν ἐρετῶν τετρακισχιλίων, ἐπιβεβηκότων ἐς μάχην χιλίων ἑκατέρωθεν. ἀνέστησε καὶ τῇ Γενετείρᾳ τὸν νεών, ὥσπερ εὔξατο μέλλων ἐν Φαρσάλῳ μαχεῖσθαι· καὶ τέμενος τῷ νεῲ περιέθηκεν, ὃ Ῥωμαίοις ἔταξεν ἀγορὰν εἶναι, οὐ τῶν ὠνίων, ἀλλʼ ἐπὶ πράξεσι συνιόντων ἐς ἀλλήλους, καθὰ καὶ Πέρσαις ἦν τις ἀγορὰ ζητοῦσιν ἢ μανθάνουσι τὰ δίκαια. Κλεοπάτρας τε εἰκόνα καλὴν τῇ θεῷ παρεστήσατο, ἣ καὶ νῦν συνέστηκεν αὐτῇ. τὸ δὲ τοῦ δήμου πλῆθος ἀναγραψάμενος ἐς ἥμισυ λέγεται τῶν πρὸ τοῦδε τοῦ πολέμου γενομένων εὑρεῖν· ἐς τοσοῦτο καθεῖλεν ἡ τῶνδε φιλονικία τὴν πόλιν.
αὐτὸς δὲ ἤδη τέταρτον ὑπατεύων ἐπὶ τὸν νέον Πομπήιον ἐστράτευεν ἐς Ἰβηρίαν, ὅσπερ αὐτῷ λοιπὸς ἦν ἔτι πόλεμος ἐμφύλιος, οὐκ εὐκαταφρόνητος· τῶν τε γὰρ ἀρίστων ὅσοι διεπεφεύγεσαν ἐκ Λιβύης, ἐκεῖ συνέδραμον, καὶ στρατὸς ὁ μὲν ἐξ αὐτῆς Λιβύης τε καὶ Φαρσάλου τοῖς ἡγεμόσι συνῆλθεν, ὁ δὲ ἐξ Ἰβήρων τε καὶ Κελτιβήρων, ἔθνους ἀλκίμου καὶ χαίροντος ἀεὶ μάχαις. πολὺς δὲ καὶ δούλων ὅμιλος ἐστρατεύετο τῷ Πομπηίῳ· καὶ τέταρτον ἔτος εἶχον ἐν τοῖς γυμνασίοις καὶ γνώμην ἕτοιμον ἀγωνίσασθαι μετὰ ἀπογνώσεως. ᾧ δὴ καὶ μάλιστα σφαλεὶς ὁ Πομπήιος οὐκ ἀνεβάλλετο τὴν μάχην, ἀλλʼ εὐθὺς ἐλθόντι τῷ Καίσαρι συνεμάχετο, καίτοι τῶν πρεσβυτέρων αὐτῷ παραινούντων ἐκ πείρας ὧν ἀμφί τε Φάρσαλον καὶ Λιβύην ἐπεπόνθεσαν, ἐκτρίβειν τῷ χρόνῳ τὸν Καίσαρα καὶ ἐς ἀπορίαν ὡς ἐν ἀλλοτρίᾳ γῇ περιφέρειν. ὁ δὲ Καῖσαρ ἧκε μὲν ἀπὸ Ῥώμης ἑπτὰ καὶ εἴκοσιν ἡμέραις, βαρυτάτῳ στρατῶ μακροτάτην ὁδὸν ἐπελθών· δέος δʼ οἷον οὐ πρότερον ἐνέπιπτεν αὐτοῦ τῷ στρατῷ κατὰ δόξαν τῶν πολεμίων τοῦ τε πλήθους καὶ ἀσκήσεως καὶ ἀπογνώσεως.