Kitap 2
3.19
τοῦ δʼ αὐτοῦ χρόνου καὶ ἡ Καίσαρος θυγάτηρ κύουσα τῷ Πομπηίῳ θνῄσκει. καὶ δέος ἅπασιν ἐνέπιπτεν ἀνῃρημένης τῆς ἐπιγαμίας, ὡς αὐτίκα μεγάλοις στρατοῖς Καίσαρός τε καὶ Πομπηίου διοισομένων ἐς ἀλλήλους, ἀσυντάκτου μάλιστα καὶ χαλεπῆς ἐκ πολλοῦ γεγενημένης τῆς πολιτείας· αἵ τε γὰρ ἀρχαὶ κατὰ στάσιν ἢ δωροδοκίαν σπουδῇ τε ἀδίκῳ καὶ λίθοις ἢ ξίφεσι καθίσταντο, καὶ τὸ δεκάζειν ἢ δωροδοκεῖν ἀναισχύντως τότε μάλιστα ἐπλεόνασεν, ὅ τε δῆμος αὐτὸς ἔμμισθος ἐπὶ τὰς χειροτονίας ᾔει. ὤφθη δέ που καὶ μεσεγγύημα ταλάντων ὀκτακοσίων ὑπὲρ τῆς ἐπωνύμου γενόμενον ἀρχῆς. οἵ τε ἀνὰ ἔτος ἕκαστον ὕπατοι στρατεύειν μέν που καὶ πολεμεῖν ἀπεγίνωσκον, διακλειόμενοι τῇ δυναστείᾳ τῶνδε τῶν τριῶν ἀνδρῶν· ὅσοι δʼ ἦσαν αὐτῶν ἀτοπώτεροι, κέρδος ἀντὶ τῶν στρατειῶν ἐτίθεντο τὰ κοινὰ τῆς πόλεως καὶ τὰς τῶν ἰδίων διαδόχων χειροτονίας. οἱ δʼ ἀγαθοὶ διὰ ταῦτα καὶ πάμπαν ἐξέλιπον τὸ ἄρχειν, ὥστε ποτὲ καὶ μῆνας ὀκτὼ τὴν πόλιν ἄναρχον ἐκ τῆς τοιᾶσδε ἀσυνταξίας γενέσθαι, Πομπηίου πάνθʼ ὑπερορῶντος ἐπίτηδες, ἵνα ἐν χρεία γένοιντο δικτάτορος.