Thesauros Edebiyat Tarih Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη Appianus of Alexandria

Kitap 2

3.17 ὧδε μὲν ἀπʼ ἀλλήλων διεκρίθησαν, Πομπηίῳ δʼ ἐς τὴν ὑπατείαν ἀντιπαρήγγελλε Δομίτιος Αἰνόβαρβος· καὶ τῆς κυρίας ἡμέρας ἄμφω κατῄεσαν ἔτι νυκτὸς ἐς τὸ πεδίον ἐς τὴν χειροτονίαν. τῶν δʼ ἀμφʼ αὐτοὺς ἔριδες ἦσαν καὶ συνεπλέκοντο, μέχρι τις τὸν Δομιτίου δᾳδοῦχον ἐπάταξε ξίφει. καὶ φυγὴ μετὰ τοῦτο ἦν, Δομίτιός τε αὐτὸς ἐς τὴν οἰκίαν διεσῴζετο μόλις, καὶ Πομπηίου τὴν ἐσθῆτά τινες ᾑμαγμένην ἔφερον οἴκαδε. παρὰ τοσοῦτον ἑκάτερος ἦλθε κινδύνου.
3.18 αἱρεθέντες δʼ οὖν ὕπατοι Κράσσος τε καὶ Πομπήιος Καίσαρι μέν, ὥσπερ ὑπέστησαν, τὴν ἑτέραν πενταετίαν προσεψηφίσαντο, τὰ δὲ ἔθνη διακληρούμενοι καὶ στρατιὰν ἐπʼ αὐτοῖς, ὁ μὲν Πομπήιος εἵλετο Ἰβηρίαν τε καὶ Λιβύην καὶ ἐς τάσδε τοὺς φίλους περιπέμπων αὐτὸς ὑπέμεινεν ἐν Ῥώμῃ, ὁ δὲ Κράσσος Συρίαν τε καὶ τὰ Συρίας πλησίον ἐπιθυμίᾳ πολέμου πρὸς Παρθυαίους ὡς εὐχεροῦς δὴ καὶ ἐνδόξου καὶ ἐπικερδοῦς. ἀλλὰ τῷδε μὲν ἐξιόντι τῆς πόλεως πολλά τε ἄλλα ἀπαίσια ἐγίγνετο, καὶ οἱ δήμαρχοι προηγόρευον μὴ πολεμεῖν Παρθυαίοις οὐδὲν ἀδικοῦσιν, οὐ πειθομένῳ δὲ δημοσίας ἀρὰς ἐπηρῶντο, ὧν ὁ Κράσσος οὐ φροντίσας ἀπώλετο ἐν τῇ Παρθυηνῇ σύν τε παιδὶ ὁμωνύμῳ καὶ αὐτῷ στρατῷ· μύριοι γὰρ οὐδʼ ἐντελεῖς ἐκ δέκα μυριάδων ἐς Συρίαν διέφυγον. ἀλλὰ τὴν μὲν Κράσσου συμφορὰν ἡ Παρθικὴ δηλώσει γραφή, Ῥωμαῖοι δὲ λιμῷ πιεζόμενοι Πομπήιον εἵλοντο τῆς ἀγορᾶς αὐτοκράτορα εἶναι καί οἱ καθάπερ ἐπὶ τῶν λῃστηρίων εἴκοσιν ἀπὸ τῆς βουλῆς ὑπηρέτας ἔδωκαν. ὁ δὲ αὐτοὺς ὁμοίως ἐς τὰ ἔθνη διαθεὶς ἐπέτρεχε καὶ τὴν Ῥώμην αὐτίκα ἐνέπλησεν ἀγορᾶς δαψιλοῦς, ὅθεν ἔτι μᾶλλον ἐς μέγα δόξης ἐπῆρτο καὶ δυνάμεως.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi