Thesauros Edebiyat Tarih Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη Appianus of Alexandria

Kitap 2

3.16 Κικέρων μὲν δὴ διὰ Πομπήιον ἐκπεσὼν διὰ Πομπήιον κατῄει, ἑκκαιδεκάτῳ μάλιστα μηνὶ τῆς ἐξελάσεως· καὶ αὐτῷ καὶ τὴν οἰκίαν καὶ τὰς ἐπαύλεις ἀνίστη τέλεσι κοινοῖς. λαμπρῶς δʼ αὐτὸν περὶ τὰς πύλας ὑποδεχομένων πάντων, φασὶ περὶ τὰς δεξιώσεις τὴν ἡμέραν ὅλην, οἷόν τι καὶ Δημοσθένει συνέβη κατιόντι, ἀναλῶσαι.
3.17 ὁ δὲ Καῖσαρ ἔν τε Κελτοῖς καὶ Βρεττανοῖς πολλὰ καὶ λαμπρὰ εἰργασμένος, ὅσα μοι περὶ Κελτῶν λέγοντι εἴρηται, πλούτου γέμων ἐς τὴν ὅμορον τῇ Ἰταλίᾳ Γαλατίαν, τὴν ἀμφὶ τὸν Ἠριδανὸν ποταμόν, ἧκεν, ἐκ συνεχοῦς πολέμου τὸν στρατὸν ἀναπαύσων ἐπʼ ὀλίγον. ὅθεν αὐτῷ περιπέμποντι ἐς Ῥώμην πολλὰ πολλοῖς χρήματα αἵ τε ἐτήσιοι ἀρχαὶ παρὰ μέρος ἀπήντων καὶ οἱ ἄλλως ἐπιφανεῖς ὅσοι τε ἐς ἡγεμονίας ἐθνῶν ἢ στρατοπέδων ἐξῄεσαν, ὡς ἑκατὸν μέν ποτε καὶ εἴκοσι ῥάβδους ἀμφʼ αὐτὸν γενέσθαι, βουλευτὰς δὲ πλείους διακοσίων, τοὺς μὲν ἀμειβομένους ὑπὲρ τῶν ἤδη γεγονότων, τοὺς δὲ χρηματιουμένους, τοὺς δʼ ἄλλο τι τοιουτότροπον αὑτοῖς ἐξεργασομένους. πάντα γὰρ ἤδη διὰ τούτου ἐπράσσετο στρατιᾶς τε πολλῆς οὕνεκα καὶ δυνάμεως χρημάτων καὶ σπουδῆς ἐς ἅπαντας φιλανθρώπου. ἀφίκοντο δʼ αὐτῷ καὶ Πομπήιος καὶ Κράσσος, οἱ κοινωνοὶ τῆς δυναστείας. καὶ αὐτοῖς βουλευομένοις ἔδοξε Πομπήιον μὲν καὶ Κράσσον αὖθις ὑπατεῦσαι, Καίσαρι δʼ ἐς τὴν ἡγεμονίαν ὧν εἶχεν ἐθνῶν, ἄλλην ἐπιψηφισθῆναι πενταετίαν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi