Kitap 2
20.145
καὶ αὖθις ἀνεγίνωσκε τοὺς ὅρκους, ἦ μὴν φυλάξειν Καίσαρα καὶ τὸ Καίσαρος σῶμα παντὶ σθένει πάντας ἤ, εἴ τις ἐπιβουλεύσειεν, ἐξώλεις εἶναι τοὺς οὐκ ἀμύναντας αὐτῷ. ἐφʼ ὅτῳ δὴ μάλιστα τὴν φωνὴν ἐπιτείνας καὶ τὴν χεῖρα ἐς τὸ Καπιτώλιον ἀνασχών, ἐγὼ μέν, εἶπεν, ὦ Ζεῦ πάτριε καὶ θεοί, ἕτοιμος ἀμύνειν ὡς ὤμοσα καὶ ἠρασάμην· ἐπεὶ δὲ τοῖς ὁμοτίμοις δοκεῖ συνοίσειν τὰ ἐγνωσμένα, συνενεγκεῖν εὔχομαι. θορύβου δʼ ἐκ τῆς βουλῆς ἐπὶ τῷδε μάλιστα προφανῶς ἐς αὐτὴν εἰρημένῳ γενομένου, ἐπικαταψήχων αὐτὴν ὁ Ἀντώνιος καὶ παλινῳδῶν ἔφη·
20.145
ἔοικεν, ὦ πολῖται, τὰ γεγενημένα ἀνδρῶν μὲν οὐδενός, ἀλλά του δαιμόνων ἔργα εἶναι. καὶ χρὴ τὸ παρὸν σκοπεῖν μᾶλλον ἢ τὸ γεγενημένον, ὡς ἐν ἀκμῇ μεγάλων ἐστὶ κινδύνων ἡμῖν τὰ μέλλοντα ἢ τὰ ὄντα μὴ ἐς τὰς προτέρας στάσεις ὑπαχθῶμεν καὶ ἐκτριφθῇ πᾶν, ὅ τι λοιπόν ἐστιν εὐγενὲς τῇ πόλει. προπέμπωμεν οὖν τὸν ἱερὸν τόνδε ἐπὶ τοὺς εὐδαίμονας, τὸν νενομισμένον ὕμνον αὐτῷ καὶ θρῆνον ἐπᾴδοντες.