Thesauros Edebiyat Tarih Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη Appianus of Alexandria

Kitap 2

19.136 ἐκβοήσας οὖν ὁ Πείσων ὅτι μέγιστον καὶ τοὺς ὑπάτους ἔτι παροῦσάν οἱ τὴν βουλὴν ἀξιώσας συναγαγεῖν, εἶπεν· οἱ τύραννον λέγοντες ἕνα ἀνῃρηκέναι τοσοίδε ἡμῶν ἀνθʼ ἑνὸς ἤδη τυραννοῦσιν· οἳ θάπτειν με κωλύουσι τὸν ἀρχιερέα καὶ τὰς διαθήκας ἀπειλοῦσι προφέροντι καὶ τὴν οὐσίαν δημεύουσιν αὖθις ὡς τυράννου. καὶ τὰ μὲν ἐπὶ τούτοις αὐτῷ πεπραγμένα κεκύρωται· ἃ δὲ ἐφʼ ἑαυτῷ κατέλιπεν, ἀκυροῦσιν, οὐ Βροῦτος ἔτι οὐδὲ Κάσσιος, ἀλλʼ οἱ κἀκείνους ἐς τόνδε τὸν ὄλεθρον ἐκριπίσαντες. τῆς μὲν οὖν ταφῆς ὑμεῖς ἐστε κύριοι, τῶν δὲ διαθηκῶν ἐγώ· καὶ οὔποτε ἃ ἐπιστεύθην προδώσω, πρὶν κἀμέ τις ἐπανέλῃ. θορύβου δὲ καὶ ἀγανακτήσεως γενομένης παρὰ πάντων, καὶ μάλιστα τῶν τι καὶ ἐλπιζόντων ἐκ τῶν διαθηκῶν αὑτοῖς ἔσεσθαι, τάς τε διαθήκας ἐς τὸ μέσον ἔδοξε προφέρειν καὶ θάπτειν τὸν ἄνδρα δημοσίᾳ. καὶ ἐπὶ τοῖσδε ἡ βουλὴ διελύθη.
19.137 Βροῦτος δὲ καὶ Κάσσιος αἰσθόμενοι τῶν γεγονότων ἐς τὸ πλῆθος περιέπεμπον καὶ παρεκάλουν πρὸς αὑτοὺς ἀνελθεῖν ἐς τὸ Καπιτώλιον. συνδραμόντων δὲ ὀξέως πολλῶν ὁ Βροῦτος ἔλεγεν·

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi