Thesauros Edebiyat Tarih Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη Appianus of Alexandria

Kitap 2

18.135 τοιαῦτα εἰπόντος τοῦ Ἀντωνίου σὺν ἀνατάσει τε καὶ ὁρμῇ βαρυτέρᾳ, γίγνεται δόγμα, ἡσυχαζόντων ἤδη καὶ ἀγαπώντων ἁπάντων, φόνου μὲν οὐκ εἶναι δίκας ἐπὶ τῷ Καίσαρι, κύρια δὲ εἶναι τὰ πεπραγμένα αὐτῷ πάντα καὶ ἐγνωσμένα, ἐπεὶ τῇ πόλει συμφέρει. ἐβιάσαντο γὰρ τόδε ἐς ἀσφάλειαν οἱ τῶν περισῳζομένων οἰκεῖοι προστεθῆναι μάλιστα, ὡς οὐ δικαίως φυλασσόμενα μᾶλλον ἢ διὰ χρείαν. καὶ ὁ Ἀντώνιος αὐτοῖς ἐς τοῦτο ἐνέδωκεν. ἐψηφισμένων δὲ τούτων, ὅσοι τῶν κληρούχων ἡγεμόνες ἦσαν, ἠξίουν ἴδιον περὶ σφῶν ἐπὶ τῷ κοινῷ δόγμα ἕτερον γενέσθαι, βεβαιοῦν αὐτῶν τὰς κληρουχίας. καὶ οὐκ ἐκώλυεν ὁ Ἀντώνιος, ἐπιδεικνὺς τῇ βουλῇ τὸν φόβον. γίγνεται μὲν δὴ καὶ τοῦτο καὶ ἕτερον αὖ περὶ τῶν ἐξιόντων ἐπὶ τὰς ἀποικίας ὅμοιον· Λεύκιον δὲ Πείσωνα, ὅτῳ τὰς διαθήκας ὁ Καῖσαρ παρετίθετο, τοῦτον ἤδη τὸν τρόπον τῆς βουλῆς διαλελυμένης τινὲς περιστάντες παρεκάλουν μήτε τὰς διαθήκας προφέρειν μήτε θάπτειν τὸ σῶμα φανερῶς, μή τι νεώτερον ἕτερον ἐκ τούτων γένοιτο. καὶ οὐ πειθόμενον ἠπείλουν ἐσαγγέλλειν, ὅτι τὸν δῆμον οὐσίαν τηλικαύτην ἀφαιροῖτο γιγνομένην κοινήν, αὖθις ἄρα ἐνσημαινόμενοι τὴν τυραννίδα.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi