Thesauros Edebiyat Tarih Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη Appianus of Alexandria

Kitap 2

15.101 τοῦτο μὲν δὴ καὶ τῷ περὶ Λιβύην Καίσαρος πολέμῳ τέλος ἐγίγνετο, αὐτὸς δʼ ἐπανελθὼν ἐς Ῥώμην ἐθριάμβευε τέσσαρας ὁμοῦ θριάμβους, ἐπί τε Γαλάταις, ὧν δὴ πολλὰ καὶ μέγιστα ἔθνη προσέλαβε καὶ ἀφιστάμενα ἄλλα ἐκρατύνατο, καὶ Ποντικὸν ἐπὶ Φαρνάκει καὶ Λιβυκὸν ἐπὶ Λιβύων τοῖς συμμαχήσασι τῷ Σκιπίωνι· ἔνθα καὶ Ἰόβα παῖς, Ἰόβας ὁ συγγραφεύς, βρέφος ὢν ἔτι παρήγετο. παρήγαγε δέ τινα καὶ τῆς ἀνὰ τὸν Νεῖλον ναυμαχίας θρίαμβον Αἰγύπτιον, μεταξὺ τοῦ Γαλατῶν καὶ Φαρνάκους. τὰ δὲ Ῥωμαίων φυλαξάμενος ἄρα, ὡς ἐμφύλια οὐκ ἐοικότα τε αὑτῷ καὶ Ῥωμαίοις αἰσχρὰ καὶ ἀπαίσια, ἐπιγράψαι θριάμβῳ, παρήνεγκεν ὅμως αὐτῶν ἐν τοῖσδε τὰ παθήματα ἅπαντα καὶ τοὺς ἄνδρας ἐν εἰκόσι καὶ ποικίλαις γραφαῖς, χωρίς γε Πομπηίου· τοῦτον γὰρ δὴ μόνον ἐφυλάξατο δεῖξαι, σφόδρα ἔτι πρὸς πάντων ἐπιποθούμενον. ὁ δὲ δῆμος ἐπὶ μὲν τοῖς οἰκείοις κακοῖς, καίπερ δεδιώς, ἔστενε, καὶ μάλιστα, ὅτε ἴδοι Λεύκιόν τε Σκιπίωνα τὸν αὐτοκράτορα πλησσόμενον ἐς τὰ στέρνα ὑφʼ ἑαυτοῦ καὶ μεθιέμενον ἐς τὸ πέλαγος, ἢ Πετρήιον ἐπὶ διαίτῃ διαχρώμενον ἑαυτόν, ἢ Κάτωνα ὑφʼ ἑαυτοῦ διασπώμενον ὡς θηρίον· Ἀχιλλᾷ δʼ ἐφήσθησαν καὶ Ποθεινῷ καὶ τὴν Φαρνάκους φυγὴν ἐγέλασαν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi