Thesauros Edebiyat Tarih Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη Appianus of Alexandria

Kitap 1

8.75 οἱ μὲν δὴ θεράποντες δίκην ἀξίαν ἔδοσαν τῆς ἐς δεσπότας πολλάκις ἀπιστίας· τοῦ δʼ ἐπιόντος ἔτους ὕπατοι μὲν ᾕρηντο Κίννας τε αὖθις καὶ Μάριος ἕβδομον, ᾧ μετὰ φυγὴν καὶ ἐπικήρυξιν, εἴ τις ὡς πολέμιον ἀνέλοι, τὸ μάντευμα ὅμως ἀπήντα τὸ τῶν ἑπτὰ νεογνῶν ἀετῶν. ἀλλʼ οὗτος μὲν πολλὰ καὶ δεινὰ ἐς Σύλλαν ἐπινοῶν τοῦ πρώτου μηνὸς τῆς ἀρχῆς ἀπέθανε, καὶ Οὐαλέριον Φλάκκον ὁ Κίννας ἑλόμενος ἀντʼ αὐτοῦ εἰς τὴν Ἀσίαν ἐξέπεμψεν, ἀποθανόντος δὲ καὶ Φλάκκου Κάρβωνα εἵλετο συνάρχειν ἑαυτῷ.
9.76 Σύλλας δʼ ἐπείξει τῆς ἐπὶ τοὺς ἐχθροὺς ἐπανόδου τὰ ἐς Μιθριδάτην πάντʼ ἐπιταχύνας, ὥς μοι προείρηται, καὶ ἔτεσιν οὐδʼ ὅλοις τρισὶν ἑκκαίδεκα μὲν ἀνδρῶν μυριάδας κατακανών, τὴν δὲ Ἑλλάδα καὶ Μακεδονίαν καὶ Ἰωνίαν καὶ Ἀσίαν καὶ ἄλλα ἔθνη πολλά, ὅσα Μιθριδάτης προειλήφει, ἐς Ῥωμαίους ἀναλαβὼν αὐτόν τε τὸν βασιλέα τὰς ναῦς ἀφελόμενος καὶ ἐς μόνην τὴν πατρῴαν ἀρχὴν ἐκ τοσῶνδε κατακλείσας, ἐπανῄει στρατὸν ἄγων εὔνουν οἱ καὶ γεγυμνασμένον καὶ πολὺν καὶ τοῖς γεγονόσιν ἐπηρμένον. ἦγε δὲ καὶ νεῶν πλῆθος καὶ χρήματα καὶ παρασκευὴν ἐς ἅπαντα ἀξιόλογον, καὶ τοῖς ἐχθροῖς ἦν ἐπίφοβος, ὥστε δειμαίνοντες αὐτὸν ὅ τε Κάρβων καὶ ὁ Κίννας ἐς ὅλην τὴν Ἰταλιαν τινὰς περιέπεμπον, χρήματα καὶ στρατιὰν καὶ σῖτον αὐτοῖς ἀθροίζειν, τούς τε δυνατοὺς συνουσίαις ἀνελάμβανον καὶ τῶν πόλεων ἠρέθιζον μάλιστα τὰς νεοπολιτίδας, ὡς διʼ αὐτὰς ὄντες ἐν τοσῷδε κινδύνου. τάς τε ναῦς ἐπεσκεύαζον ἀθρόως καὶ τὰς ἐν Σικελίᾳ μετεκάλουν καὶ τὴν παράλιον ἐφύλασσον καὶ οὐδὲν ὀξείας οὐδὲ οἵδε παρασκευῆς μετὰ δέους ἅμα καὶ σπουδῆς ἐξέλιπον.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi