Thesauros Edebiyat Tarih Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη Appianus of Alexandria

Kitap 1

6.52 καὶ τάδε μὲν ἦν τοῦδε τοῦ θέρους εὐπραγήματα Σύλλα· χειμῶνος δʼ ἐπιόντος ὁ μὲν ἐς Ῥώμην ἀνέστρεφεν, ἐς ὑπατείαν παραγγέλλων, Γναῖος δὲ Πομπήιος ὑπηγάγετο Μάρσους καὶ Μαρρουκίνους καὶ Οὐηστίνους, καὶ Γάιος Κοσκώνιος, ἕτερος Ῥωμαίων στρατηγός, ἐπελθὼν Σαλαπίαν τε ἐνέπρησε καὶ Κάννας παρέλαβε, καὶ Κανύσιον περικαθήμενος Σαυνίταις ἐπελθοῦσιν ἀντεμάχετο ἐγκρατῶς, μέχρι φόνος πολὺς ἑκατέρων ἐγένετο καὶ ὁ Κοσκώνιος ἐλαττούμενος ἐς Κάννας ὑπεχώρει. Τρεβάτιος δʼ αὐτόν, ὁ τῶν Σαυνιτῶν στρατηγός, ποταμοῦ διείργοντος, ἐκέλευεν ἢ περᾶν ἐπʼ αὐτὸν ἐς μάχην ἢ ἀναχωρεῖν, ἵνα περάσειεν. ὁ δʼ ἀναχωρεῖ καὶ διαβάντι τῷ Τρεβατίῳ προσπεσὼν μάχῃ τε κρείττων ἐγένετο καὶ φεύγοντος ἐπὶ τὸ ῥεῦμα αὐτοῦ μυρίους καὶ πεντακισχιλίους διέφθειρεν· οἱ δὲ λοιποὶ μετὰ τοῦ Τρεβατίου διέφυγον ἐς Κανύσιον. καὶ ὁ Κοσκώνιος τὴν Λαριναίων καὶ Οὐενουσίων καὶ Ἀσκλαίων γῆν ἐπιδραμὼν ἐς Ποιδίκλους ἐσέβαλε καὶ δυσὶν ἡμέραις τὸ ἔθνος παρέλαβε.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi