ὁ δὲ καὶ τέκνων τοσῶνδε καὶ φρουρίων καὶ τῆς ἀρχῆς ὅλης ἀφῃρημένος, καὶ ἐς οὐδὲν ἀξιόμαχος ἔτι ὤν, οὐδὲ τῆς Σκυθῶν συμμαχίας ἡγούμενος ἂν τυχεῖν, ὅμως οὐδὲν οὐδὲ τότε ἢ ταπεινὸν ἢ συμφορῶν ἄξιον ἐνεθυμεῖτο, ἀλλʼ ἐς Κελτούς, ἐκ πολλοῦ φίλους ἐπὶ τῷδέ οἱ γεγονότας, ἐπενόει διελθὼν ἐς τὴν Ἰταλίαν σὺν ἐκείνοις ἐμβαλεῖν, ἐλπίζων οἱ πολλὰ καὶ τῆς Ἰταλίας αὐτῆς ἔχθει Ῥωμαίων προσέσεσθαι, πυνθανόμενος ὧδε καὶ Ἀννίβαν πρᾶξαι πολεμούμενον ἐν Ἰβηρίᾳ, καὶ ἐπιφοβώτατον ἐκ τοῦδε Ῥωμαίοις γενέσθαι. ᾔδει δὲ καὶ ἔναγχος τὴν Ἰταλίαν σχεδὸν ἅπασαν ἀπὸ Ῥωμαίων ἀποστᾶσαν ὑπὸ ἔχθους, καὶ ἐπὶ πλεῖστον αὐτοῖς πεπολεμηκυῖαν, Σπαρτάκῳ τε μονομάχῳ συστᾶσαν ἐπʼ αὐτούς, ἀνδρὶ ἐπʼ οὐδεμιᾶς ἀξιώσεως ὄντι. ταῦτα ἐνθυμούμενος ἐς Κελτοὺς ἠπείγετο. τοῦ δὲ τολμήματος ἂν αὐτῷ λαμπροτάτου γενομένου, ὁ στρατὸς ὤκνει διʼ αὐτὸ μάλιστα τῆς τόλμης τὸ μέγεθος, ἐπί τε χρόνιον στρατείαν καὶ ἐς ἀλλοτρίαν γῆν ἀγόμενοι, καὶ ἐπὶ ἄνδρας ὧν οὐδʼ ἐν τῇ σφετέρᾳ κρατοῦσιν. αὐτόν τε τὸν Μιθριδάτην ἡγούμενοι, πάντων ἀπογιγνώσκοντα, βούλεσθαί τι δρῶντα καὶ βασιλιζόμενον μᾶλλον ἢ διʼ ἀργίας ἀποθανεῖν, ὅμως ἐνεκαρτέρουν καὶ ἡσύχαζον· οὐ γάρ τοι σμικρὸς οὐδʼ εὐκαταφρόνητος ἦν ὁ βασιλεὺς οὐδʼ ἐν ταῖς συμφοραῖς.
ὧδε δʼ ἐχόντων ἁπάντων, Φαρνάκης ὁ τῶν παίδων αὐτῷ τιμιώτατός τε καὶ πολλάκις ὑπʼ αὐτοῦ τῆς ἀρχῆς ἀποδεδειγμένος ἔσεσθαι διάδοχος, εἴτε δείσας περὶ τοῦδε τοῦ στόλου καὶ τῆς ἀρχῆς, ὡς νῦν μὲν ἔτι συγγνωσομένων τι Ῥωμαίων, ἀπολουμένης δὲ πάμπαν ὁλοκλήρως εἰ ἐπὶ τὴν Ἰταλίαν ὁ πατὴρ στρατεύσειεν, εἴθʼ ἑτέραις αἰτίαις καὶ λογισμῶν ἐπιθυμίαις, ἐπεβούλευε τῷ πατρί. ληφθέντων δὲ τῶν συνεγνωκότων αὐτῷ καὶ ἐς βασάνους ἀγομένων, Μηνοφάνης μετέπεισε τὸν Μιθριδάτην ὡς οὐ δέον, ἀποπλέοντα ἤδη, τὸν ἔτι οἱ τιμιώτατον υἱὸν ἀνελεῖν· εἶναι δʼ ἔφη τὰς τοιαύτας τροπὰς ἔργα πολέμων, ὧν παυσαμένων καὶ τάδε καθίστασθαι. ὁ μὲν δὴ πεισθεὶς προὔτεινε τῷ παιδὶ συγγνώμην. ὁ δὲ δείσας τι μήνιμα καὶ τὸν στρατὸν εἰδὼς κατοκνοῦντα τὴν στρατείαν, νυκτὸς ἐς πρώτους τοὺς Ῥωμαίων αὐτομόλους, ἀγχοτάτω τοῦ Μιθριδάτου στρατοπεδεύοντας, ἐσῆλθε, καὶ τὸν κίνδυνον αὐτοῖς ἰοῦσιν ἐπὶ τὴν Ἰταλίαν, ὅσος εἴη, σαφῶς εἰδόσιν ὑπερεπαίρων, πολλὰ δὲ μένουσιν ἐπελπίσας ἔσεσθαι παρʼ ἑαυτοῦ, προήγαγεν ἐς ἀπόστασιν ἀπὸ τοῦ πατρός. ὡς δʼ ἐπείσθησαν οἵδε, τῆς αὐτῆς νυκτὸς ἐς τὰ ἐγγὺς ἄλλα στρατόπεδα ἔπεμπεν ὁ Φαρνάκης. συνθεμένων δὲ κἀκείνων, πρῶτοι μὲν ἅμα ἕῳ ἠλάλαξαν οἱ αὐτόμολοι, ἐπὶ δʼ ἐκείνοις οἱ ἀεὶ πλησίον τὴν βοὴν μετελάμβανον. καὶ τὸ ναυτικὸν αὐτοῖς ἐπήχησεν, οὐ προειδότες μὲν ἅπαντες ἴσως, ὀξύρροποι δʼ ὄντες ἐς μεταβολὰς καὶ τὸ δυστυχοῦν ὑπερορῶντες, ἐν δὲ τῷ καινῷ τὸ εὔελπι ἀεὶ τιθέμενοι. οἱ δὲ καὶ ἀγνοίᾳ τῶν συνεγνωκότων, ἡγούμενοι πάντας διεφθάρθαι καὶ μόνοι ἔτι ὄντες ἔσεσθαι τοῖς πλείοσιν εὐκαταφρόνητοι, φόβῳ καὶ ἀνάγκῃ μᾶλλον ἢ ἑκουσίῳ γνώμῃ συνεπήχουν. Μιθριδάτης δʼ ἐγρόμενος ὑπὸ τῆς βοῆς ἔπεμπέ τινας ἐρησομένους ὅ τι χρῄζοιεν οἱ βοῶντες. οἱ δʼ οὐκ ἐγκαλυψάμενοι, τὸν υἱόν, ἔφασαν, βασιλεύειν, νέον ἀντὶ γέροντος εὐνούχοις τε ἐκδεδομένου καὶ κτείναντος ἤδη πολλοὺς υἱέας τε καὶ ἡγεμόνας καὶ φίλους.
ὧν ὁ Μιθριδάτης πυθόμενος, ἐξῄει διαλεξόμενος αὐτοῖς. καί τι πλῆθος ἐκ φρουρίου τοῖς αὐτομόλοις συνέτρεχεν. οἱ δʼ οὐκ ἔφασαν αὐτοὺς προσήσεσθαι πρίν τι ἀνήκεστον ἐς πίστιν ἐργάσασθαι, δεικνύντες ὁμοῦ τὸν Μιθριδάτην. οἱ μὲν δὴ τὸν ἵππον ἔφθασαν αὐτοῦ κτεῖναι φυγόντος, καὶ τὸν Φαρνάκην ὡς ἤδη κρατοῦντες ἀνεῖπον βασιλέα· καὶ βύβλον τις πλατεῖαν φέρων ἐξ ἱεροῦ ἐστεφάνωσεν αὐτὸν ἀντὶ διαδήματος. ἅπερ ἄνωθεν ἐκ περιπάτου θεώμενος ἔπεμπεν ἐς τὸν Φαρνάκην ἄλλον ἐπʼ ἄλλοῳ, φυγὴν αἰτῶν ἀσφαλῆ. οὐδενὸς δὲ τῶν πεμπομένων ἐπανιόντος, δείσας μὴ Ῥωμαίοις ἐκδοθείη, τοὺς μὲν σωματοφύλακας αὑτοῦ καὶ φίλους ἔτι παραμένοντας ἐπαινέσας ἔπεμψεν ἐς τὸν νέον βασιλέα, καὶ αὐτῶν τινας προσιόντας ἔκτεινεν ἡ στρατιὰ παραλόγως, αὐτὸς δὲ παραλύσας ὃ περὶ τῷ ξίφει φάρμακον ἀεὶ περιέκειτο ἐκίρνη. δύο δʼ αὐτῷ θυγατέρες ἔτι κόραι συντρεφόμεναι, Μιθριδᾶτίς τε καὶ Νύσσα, τοῖς Αἰγύπτου καὶ Κύπρου βασιλεῦσιν ἠγγυημέναι, προλαβεῖν τοῦ φαρμάκου παρεκάλουν, καὶ σφόδρα εἴχοντο, καὶ πίνοντα κατεκώλυον ἕως ἔπιον λαβοῦσαι. καὶ τῶν μὲν αὐτίκα τὸ φάρμακον ἥπτετο, τοῦ δὲ Μιθριδάτου, καίτοι συντόνως ἐξεπίτηδες βαδίζοντος, οὐκ ἐφικνεῖτο διʼ ἔθος καὶ συντροφίαν ἑτέρων φαρμάκων, οἷς ἐς ἄμυναν δηλητηρίων ἐχρῆτο συνεχῶς· καὶ νῦν ἔτι φάρμακα Μιθριδάτεια λέγεται. Βίτοιτον οὖν τινὰ ἰδών, ἡγεμόνα Κελτῶν, πολλὰ μὲν ἐκ τῆς σῆς, ἔφη, δεξιᾶς ἐς πολεμίους ὠνάμην, ὀνήσομαι δὲ μέγιστον εἰ νῦν με κατεργάσαιο, κινδυνεύοντα ἐς πομπὴν ἀπαχθῆναι θριάμβου τὸν μέχρι πολλοῦ τοσῆσδε ἀρχῆς αὐτοκράτορα καὶ βασιλέα, ἀδυνατοῦντα ἐκ φαρμάκων ἀποθανεῖν διʼ εὐήθη προφυλακὴν ἑτέρων φαρμάκων· τὸ γὰρ δὴ χαλεπώτατον καὶ σύνοικον ἀεὶ βασιλεῦσι φάρμακον, ἀπιστίαν στρατοῦ καὶ παίδων καὶ φίλων, οὐ προειδόμην ὁ τὰ ἐπὶ τῇ διαίτῃ πάντα προϊδὼν καὶ φυλαξάμενος. ὁ μὲν δὴ Βίτοιτος ἐπικλασθεὶς ἐπεκούρησε χρῄζοντι τῷ βασιλεῖ,
καὶ ὁ Μιθριδάτης ἀπέθνησκεν, ἑκκαιδέκατος ὢν ἐκ Δαρείου τοῦ Ὑστάσπου Περσῶν βασιλέως, ὄγδοος δʼ ἀπὸ Μιθριδάτου τοῦ Μακεδόνων ἀποστάντος τε καὶ κτησαμένου τὴν Ποντικὴν ἀρχήν. ἐβίω δʼ ὀκτὼ ἢ ἐννέα ἐπὶ τοῖς ἑξήκοντα ἔτεσι, καὶ τούτων ἑπτὰ καὶ πεντήκοντα ἔτεσιν ἐβασίλευσεν· ἐς γὰρ ὀρφανὸν ὄντα περιῆλθεν ἡ ἀρχή. ἐχειρώσατο δὲ τὰ περίοικα τῶν βαρβάρων, καὶ Σκυθῶν ὑπηγάγετο πολλούς, Ῥωμαίοις τεσσαρακοντούτη πόλεμον ἐγκρατῶς ἐπολέμησεν, ἐν ᾧ Βιθυνίας ἐκράτησε πολλάκις καὶ Καππαδοκίας, Ἀσίαν τε ἐπέδραμε καὶ Φρυγίαν καὶ Παφλαγονίαν καὶ Γαλατίαν καὶ Μακεδόνας, ἔς τε τὴν Ἑλλάδα ἐμβαλὼν πολλὰ καὶ μεγάλα ἔδρασε, καὶ τῆς θαλάσσης ἀπὸ Κιλικίας ἐπὶ τὸν Ἰόνιον ἦρξε, μέχρι Σύλλας αὐτὸν αὖθις ἐς τὴν πατρῴαν ἀρχὴν συνέκλεισεν, ἑκκαίδεκα στρατοῦ μυριάδας ἀποβαλόντα. καὶ τοσῷδε πταίσματι συμπεσὼν ὅμως ἀνεκίνησε τὸν πόλεμον εὐμαρῶς. στρατηγοῖς τε συνενεχθεὶς ἐς μάχας τοῖς ἀρίστοις, Σύλλα μὲν ἡττᾶτο καὶ Λευκόλλου καὶ Πομπηίου, πολλὰ καὶ τῶνδε πλεονεκτήσας πολλάκις, Λεύκιον δὲ Κάσσιον καὶ Ὄππιον Κόιντον καὶ Μάνιον Ἀκύλιον αἰχμαλώτους ἑλὼν περιήγετο, μέχρι τὸν μὲν ἔκτεινεν, αἴτιον τοῦ πολέμου γενόμενον, τοὺς δὲ ἀπέδωκε τῷ Σύλλᾳ. ἐνίκα δὲ καὶ Φιμβριαν καὶ Μουρήναν καὶ Κότταν ὕπατον καὶ Φάβιον καὶ Τριάριον. τὸ φρόνημα δʼ ἦν ἀεί, κἀν ταῖς συμφοραῖς, μέγας καὶ φερέπονος. οὐδεμίαν γέ τοι κατὰ Ῥωμαίων ὁδὸν ἐς ἐπιχείρησιν, οὐδʼ ἡττώμενος, παρέλειπεν, ὃς καὶ Σαυνιταις καὶ Κελτοῖς συνετίθετο, καὶ ἐς Σερτώριον ἔπεμπεν ἐς Ἰβηρίαν. τρωθείς τε τὸ σῶμα πολλάκις ὑπὸ πολεμίων, καὶ ἑτέρων κατʼ ἐπιβουλάς, οὐκ ἀπέστη τινὸς οὐδʼ ὥς, καίπερ ὢν πρεσβύτης. οὐ μὴν οὐδὲ τῶν ἐπιβουλῶν τις αὐτὸν ἔλαθεν, οὐδʼ ἡ τελευταία, ἀλλʼ ἑκὼν ταύτην ὑπεριδὼν ἀπώλετο διʼ αὐτήν· οὕτως ἀχάριστον ἡ πονηρία συγγνώμης τυγχάνουσα. φονικὸς δὲ καὶ ὠμὸς ἐς πάντας ἦν, καὶ τὴν μητέρα ἔκτεινε καὶ τὸν ἀδελφὸν καὶ τῶν παίδων τρεῖς υἱοὺς καὶ τρεῖς θυγατέρας. τὸ σῶμα δʼ ἦν μέγας μέν, ὡς ὑποδεικνύουσιν ὅσα ὅπλα αὐτὸς ἔπεμψεν ἐς Νεμέαν τε καὶ Δελφούς, εὔρωστος δέ, ὡς μέχρι τέλους ἱππεῦσαί τε καὶ ἀκοντίσαι καὶ χίλια στάδια τῆς ἡμέρας, περιμενόντων αὐτὸν ἐκ διαστημάτων ἵππων, δραμεῖν. καὶ ἅρμα ἤλαυνεν ἑκκαίδεκα ἵππων ὁμοῦ. καὶ παιδείας ἐπεμέλετο Ἑλληνικῆς, διὸ καὶ τῶν ἱερῶν ᾔσθετο τῶν Ἑλληνικῶν, καὶ μουσικὴν ἠγάπα. καὶ σώφρων ἐς πολλὰ καὶ φερέπονος ὢν περὶ μόνας ἡττᾶτο τὰς τῶν γυναικῶν ἡδόνας.
ὁ μὲν δὴ εὐπάτωρ τε καὶ Διόνυσος ἐπικληθεὶς Μιθριδάτης ὧδε ἐτελεύτα, καὶ Ῥωμαῖοι μαθόντες ἑώρταζον ὡς ἐχθροῦ δυσχεροῦς ἀπηλλαγμένοι· Φαρνάκης δὲ Πομπηίῳ τὸν νέκυν τοῦ πατρὸς ἐς Σινώπην ἐπὶ τριήρους ἔπεμπε, καὶ τοὺς Μάνιον ἑλόντας, ὅμηρά τε πολλὰ ὅσα ἦν Ἑλληνικά τε καὶ βαρβαρικά, δεόμενος ἢ τῆς πατρῴας ἀρχῆς ἢ Βοσπόρου γε βασιλεύειν μόνου, ἥν τινα καὶ Μαχάρης ὁ ἀδελφὸς αὐτοῦ βασιλείαν παρὰ Μιθριδάτου παρειλήφει. Πομπήιος δʼ ἐς μὲν τὸ σῶμα τοῦ Μιθριδάτου χορηγίαν ἔδωκε, καὶ θάψαι βασιλείῳ ταφῇ τοῖς θεραπευτῆρσιν αὐτοῦ προσέταξε, καὶ ἐν Σινώπῃ τοῖς βασιλείοις ἐνθέσθαι τάφοις, ἀγάμενος αὐτὸν τῆς μεγαλουργίας ὡς τῶν καθʼ αὑτὸν βασιλέων ἄριστον· Φαρνάκην δὲ ἀπαλλάξαντα πόνου πολλοῦ τὴν Ἰταλίαν φίλον καὶ σύμμαχον Ῥωμαίοις ἐποιήσατο, καὶ βασιλεύειν ἔδωκεν αὐτῷ Βοσπόρου, χωρὶς Φαναγορέων, οὓς ἐλευθέρους καὶ αὐτονόμους ἀφῆκεν, ὅτι πρῶτοι μάλιστα οἵδε ἀναρρωννυμένῳ τῷ Μιθριδάτῃ, καὶ ναῦς καὶ στρατὸν ἄλλον καὶ ὁρμητήρια ἔχοντι, ἐπεχείρησαν, ἡγεμόνες τε τοῖς ἄλλοις ἀποστάσεως ἐγένοντο, καὶ Μιθριδάτῃ καταλύσεως αἴτιοι.
αὐτὸς δὲ ἑνὶ τῷδε πολέμῳ τά τε λῃστήρια καθήρας καὶ βασιλέα καθελὼν μέγιστον, καὶ συνενεχθεὶς ἐς μάχας, ἄνευ τοῦ Ποντικοῦ πόλεμου, Κόλχοις τε καὶ Ἀλβανοῖς καὶ Ἴβηρσι καὶ Ἀρμενίοις καὶ Μήδοις καὶ Ἄραψι καὶ Ἰουδαίοις καὶ ἑτέροις ἔθνεσιν ἑῴοις, τὴν ἀρχὴν ὡρίσατο Ῥωμαίοις μέχρι Αἰγύπτου. ἐς δὲ Αἴγυπτον αὐτὴν οὐ παρῆλθε, καίτοι στασιάζουσαν ἐς τὸν βασιλέα, καὶ καλοῦντος αὐτὸν αὐτοῦ βασιλέως, καὶ πέμψαντος αὐτῷ δῶρα καὶ χρήματα καὶ ἐσθῆτας ἐς τὸν στρατὸν ἅπαντα, εἴτε δείσας μέγεθος ἀρχῆς ἔτι εὐτυχούσης, εἴτε φυλαξάμενος ἐχθρῶν φθόνον ἢ χρησμῶν ἀπαγόρευσιν, εἴτε ἑτέροις λογισμοῖς, οὓς ἐξοίσω κατὰ τὰ Αἰγύπτια. τῶν δὲ εἰλημμένων ἐθνῶν τὰ μὲν αὐτόνομα ἠφίει συμμμαχίας οὕνεκα, τὰ δὲ ὑπὸ Ῥωμαίοις εὐθὺς ἐγίγνετο, τὰ δʼ ἐς βασίλεια διεδίδου, Τιγράνει μὲν Ἀρμενίαν καὶ Φαρνάκῃ Βόσπορον καὶ Ἀριοβαρζάνῃ Καππαδοκίαν, καὶ ὅσα προεῖπον ἕτερα. Ἀντιόχῳ δὲ τῷ Κομμαγηνῷ Σελεύκειαν ἐπέτρεψε, καὶ ὅσα τῆς Μεσοποταμίας ἄλλα κατέδραμεν. ἐποίει δὲ καὶ τετράρχας, Γαλλογραικῶν μέν, οἳ νῦν εἰσὶ Γαλάται Καππαδόκαις ὅμοροι, Δηιόταρον καὶ ἑτέρους, Παφλαγονίας δὲ Ἄτταλον καὶ Κόλχων Ἀρίσταρχον δυνάστην. ἀπέφηνε δὲ καὶ τῆς ἐν Κομάνοις θεᾶς Ἀρχέλαον ἱερέα, ὅπερ ἐστὶ δυναστεία βασιλική, καὶ τὸν Φαναγορέα Κάστορα Ῥωμαίων φίλον. πολλὴν δὲ καὶ ἑτέροις χώραν τε καὶ χρήματα ἔδωκεν.
καὶ πόλεις ᾤκισεν ἐν μὲν Ἀρμενίᾳ τῇ βραχυτέρᾳ Νικόπολιν ἐπὶ τῇ νίκῃ, ἐν δὲ Πόντῳ Εὐπατορίαν, ἣν αὐτὸς μὲν ὁ εὐπάτωρ Μιθριδάτης ἔκτισε καὶ Εὐπατορίαν ὠνόμασεν ἀφʼ ἑαυτοῦ, ὑποδεξαμένην δὲ Ῥωμαίους καθῃρήκει, καὶ ὁ Πομπήιος ἐγείρας Μαγνόπολιν ἐκάλει. ἐν δὲ Καππαδοκίᾳ Μάζακα, ὑπὸ τοῦ πολέμου λελυμασμένην ἐς τέλος, ἤγειρεν αὖθις. καὶ ἑτέρας πολλαχοῦ κατενεχθείσας ἢ βεβλαμμένας διωρθοῦτο περί τε τὸν Πόντον καὶ Παλαιστίνην καὶ κοίλην Συρίαν καὶ Κιλικίαν, ἐν ᾗ δὴ καὶ μάλιστα τοὺς λῃστὰς συνῴκιζε. καὶ ἡ πόλις ἡ πάλαι Σόλοι νῦν Πομπηιόπολις ἐστίν. ἐν δὲ Ταλαύροις, ἥν τινα πόλιν ὁ Μιθριδάτης εἶχε ταμιεῖον τῆς κατασκευῆς, δισχίλια μὲν ἐκπώματα λίθου τῆς ὀνυχίτιδος λεγομένης ηὑρέθη χρυσοκόλλητα, καὶ φιάλαι καὶ ψυκτῆρες πολλοὶ καὶ ῥυτὰ καὶ κλῖναι καὶ θρόνοι κατάκοσμοι, καὶ ἵππων χαλινοὶ καὶ προστερνίδια καὶ ἐπωμίδια, πάντα ὁμοίως διάλιθα καὶ κατάχρυσα, ὧν ἡ παράδοσις διὰ τὸ πλῆθος ἐς τριάκοντα ἡμέρας παρέτεινεν. καὶ ἦν τὰ μὲν ἐκ Δαρείου τοῦ Ὑστάσπου, τὰ δὲ ἐκ τῆς Πτολεμαίων ἀρχῆς, ὅσα Κλεοπάτρα Κῴοις παρέθετο καὶ Κῷοι Μιθριδάτῃ ἐδεδώκεσαν· τὰ δὲ καὶ ὑπʼ αὐτοῦ Μιθριδάτου κατεσκεύαστο καὶ συνείλεκτο, φιλοκάλου καὶ περὶ κατασκευὴν γενομένου.
λήγοντος δὲ τοῦ χειμῶνος διέδωκεν ὁ Πομπήιος ἀριστεῖα τῷ στρατῷ, καθʼ ἕκαστον ἄνδρα χιλίας πεντακοσίας Ἀττικάς, καὶ τοῖς ἡγουμένοις αὐτῶν ἀνάλογον· καί φασι γενέσθαι τάλαντα μύρια καὶ ἑξακισχίλια. αὐτὸς δʼ ἐς Ἔφεσον καταβὰς διέπλευσεν ἐς τὴν Ἰταλίαν καὶ ἐς Ῥώμην ἠπείγετο, διαφεὶς ἐν Βρεντεσίῳ τὸν στρατὸν ἐς τὰ οἰκεῖα· ἐφʼ ὅτῳ μάλιστα ὡς δημοτικῷ τοὺς Ῥωμαίους ἐξέπληξεν. καὶ αὐτῷ προσιόντι ἀπήντων κατὰ μέρος, πορρωτάτω μὲν οἱ νέοι, ἑξῆς δὲ ὡς ἐδύναντο καθʼ ἡλικίαν ἕκαστοι, καὶ ἐπὶ πᾶσιν ἡ βουλὴ θαυμάζουσα τῶν γεγονότων· οὐ γάρ πώ τις ἐχθρὸν τηλικοῦτον ἑλὼν τοσάδε ὁμοῦ καὶ μέγιστα ἔθνη προσειλήφει, καὶ τὴν Ῥωμαίων ἀρχὴν ἐπὶ τὸν Εὐφράτην ὡρίκει. ὁ δὲ ἐθριάμβευσεν ἐπὶ λαμπροτάτης καὶ ἧς οὔτις πρὸ τοῦ δόξης, ἔτη ἔχων πέντε καὶ τριάκοντα, δύο ἐφεξῆς ἡμέραις, ἐπὶ πολλοῖς ἔθνεσιν, ἀπό τε τοῦ Πόντου καὶ Ἀρμενίας καὶ Καππαδοκίας καὶ Κιλικίας καὶ Συρίας ὅλης καὶ Ἀλβανῶν καὶ Ἡνιόχων καὶ Ἀχαίων τῶν ἐν Σκύθαις καὶ Ἰβηρίας τῆς ἑῴας. καὶ παρῆγεν ἐς μὲν τοὺς λιμένας ἑπτακοσίας ναῦς ἐντελεῖς, ἐς δὲ τὴν πομπὴν τοῦ θριάμβου ζεύγη καὶ φορεῖα χρυσοφόρα καὶ ἕτερα κόσμου ποικίλου, καὶ τὴν Δαρείου τοῦ Ὑστάσπου κλίνην, καὶ τὸν τοῦ εὐπάτορος αὐτοῦ θρόνον. καὶ σκῆπτρον αὐτοῦ, καὶ εἰκόνα ὀκτάπηχυν ἀπὸ στερεοῦ χρυσίου παρῆγε, καὶ ἐπισήμου ἀργυρίου μυριάδας ἑπτακισχιλίας καὶ πεντακοσίας καὶ δέκα, ἁμάξας δὲ ὅπλων ἀπείρους τὸ πλῆθος, καὶ νεῶν ἔμβολα, καὶ πλῆθος αἰχμαλώτων τε καὶ λῃστῶν, οὐδένα δεδεμένον ἀλλʼ ἐς τὰ πάτρια ἐσταλμένους.
αὐτοῦ δὲ τοῦ Πομπηίου προῆγον ὅσοι τῶν πεπολεμημένων βασιλέων ἡγεμόνες ἢ παῖδες ἢ στρατηγοὶ ἦσαν, οἱ μὲν αἰχμάλωτοι ὄντες οἱ δὲ ἐς ὁμηρείαν δεδομένοι, τριακόσιοι μάλιστα καὶ εἴκοσι καὶ τέσσαρες. ἔνθα δὴ καὶ ὁ Τιγράνους ἦν παῖς Τιγράνης, καὶ πέντε Μιθριδάτου, Ἀρταφέρνης τε καὶ Κῦρος καὶ Ὀξάθρης καὶ Δαρεῖος καὶ Ξέρξης, καὶ θυγατέρες Ὀρσάβαρίς τε καὶ Εὐπάτρα. παρήγετο δὲ καὶ ὁ Κόλχων σκηπτοῦχος Ὀλθάκης, καὶ Ἰουδαίων βασιλεὺς Ἀριστόβουλος, καὶ οἱ Κιλίκων τύραννοι, καὶ Σκυθῶν βασίλειοι γυναῖκες, καὶ ἡγεμόνες τρεῖς Ἰβήρων καὶ Ἀλβανῶν δύο, καὶ Μένανδρος ὁ Λαοδικεύς, ἵππαρχος τοῦ Μιθριδάτου γενόμενος. τῶν δὲ οὐκ ἀφικομένων εἰκόνες παρεφέροντο, Τιγράνους καὶ Μιθριδάτου, μαχομένων τε καὶ νικωμένων καὶ φευγόντων. Μιθριδάτου δὲ καὶ ἡ πολιορκία, καὶ ἡ νὺξ ὅτε ἔφευγεν, εἴκαστο, καὶ ἡ σιωπή. ἐπὶ τέλει δὲ ἐδείχθη καὶ ὡς ἀπέθανεν αἵ τε παρθένοι αἱ συναποθανεῖν αὐτῷ ἑλόμεναι παρεζωγράφηντο, καὶ τῶν προαποθανόντων υἱέων καὶ θυγατέρων ἦσαν γραφαί, θεῶν τε βαρβαρικῶν εἰκόνες καὶ κόσμοι πάτριοι. παρεφέρετο δὲ καὶ πίναξ ἐγγεγραμμένων τῶνδε· νῆες ἑάλωσαν χαλκέμβολοι ὀκτακόσιαι· πόλεις ἐκτίσθησαν Καππαδοκῶν ὀκτώ, Κιλίκων δὲ καὶ κοίλης Συρίας εἴκοσι, Παλαιστίνης δὲ ἡ νῦν Σελευκίς· βασιλεῖς ἐνικήθησαν Τιγράνης Ἀρμένιος, Ἀρτώκης Ἴβηρ, Ὀροίζης Ἀλβανός, Δαρεῖος Μῆδος, Ἀρέτας Ναβαταῖος, Ἀντίοχος Κομμαγηνός. τοσαῦτα μὲν ἐδήλου τὸ διάγραμμα, αὐτὸς δὲ ὁ Πομπήιος ἐπὶ ἅρματος ἦν, καὶ τοῦδε λιθοκολλήτου, χλαμύδα ἔχων, ὥς φασιν, Ἀλεξάνδρου τοῦ Μακεδόνος, εἴ τῳ πίστον ἐστιν· ἔοικε δʼ αὐτὴν εὑρεῖν ἐν Μιθριδάτου, Κῴων παρὰ Κλεοπάτρας λαβόντων. εἵποντο δὲ αὐτῷ μετὰ τὸ ἅρμα οἱ συστρατευσάμενοι τῶν ἡγεμόνων, οἱ μὲν ἐπὶ ἵππων οἱ δὲ πεζοί. παρελθὼν δʼ ἐς τὸ Καπιτώλιον οὐδένα τῶν αἰχμαλώτων ἔκτεινεν ὡς ἕτεροι τῶν θριάμβους παραγόντων, ἀλλʼ ἐς τὰς πατρίδας ἔπεμψε δημοσίοις δαπανήμασι, χωρὶς τῶν βασιλικῶν. καὶ τούτων μόνος Ἀριστόβουλος εὐθὺς ἀνῃρέθη, καὶ Τιγράνης ὕστερον. ὁ μὲν δὴ θρίαμβος ἦν τοιόσδε.
ὧδε μὲν Ῥωμαῖοι Βιθυνοὺς καὶ Καππαδόκας ὅσα τε αὐτοῖς ὅμορα ἔθνη ἐπὶ τὸν Πόντον κατοικεῖ τὸν Εὔξεινον, βασιλέα Μιθριδάτην τεσσαράκοντα δύο ἔτεσι μάλιστα καθελόντες, ὑπηγάγοντο σφίσιν ὑπήκοα εἶναι. τῷ δὲ αὐτῷ πολέμῳ καὶ Κιλικίας τὰ μήπω σφίσι κατήκοα καὶ Συρίας τήν τε Φοινίκην καὶ κοίλην καὶ Παλαιστίνην καὶ τὴν ἐς τὸ μεσόγειον ἐπὶ ποταμὸν Εὐφράτην, οὐδὲν ἔτι τῷ Μιθριδάτῃ προσήκοντα, ῥύμῃ τῆσδε τῆς νίκης προσέλαβον, καὶ φόρους τοῖς μὲν αὐτίκα τοῖς δὲ ὕστερον ἔταξαν. Παφλαγονίαν τε καὶ Γαλατίαν καὶ Φρυγίαν καὶ τὴν ὅμορον τῇ Φρυγίᾳ Μυσίαν, καὶ ἐπὶ τοῖσδε Λυδίαν καὶ Καρίαν καὶ Ἰωνίαν καὶ ὅσα ἄλλα Ἀσίας τῆς περὶ τὸ Πέργαμόν ἐστι, καὶ τὴν ἀρχαίαν Ἑλλάδα καὶ Μακεδονίαν, Μιθριδάτου περισπάσαντος ὀξέως ἀνελάβοντο· καὶ τοῖς πολλοῖς αὐτῶν, οὔπω σφίσιν ὑποτελέσιν οὖσιν, ἐπέθηκαν φόρους. διʼ ἅ μοι καὶ μάλιστα δοκοῦσι τόνδε τὸν πόλεμον ἡγεῖσθαι μέγαν, καὶ τὴν ἐπʼ αὐτῷ νίκην μεγάλην καλεῖν, καὶ τὸν στρατηγήσαντα Πομπήιον μέγαν τῇ ἰδίᾳ φωνῇ μέχρι νῦν ἐπονομάζειν, ἐθνῶν τε πλήθους ἕνεκα ὧν ἀνέλαβον ἢ προσέλαβον, καὶ χρόνου μήκους, τεσσαρακονταετοῦς γενομένου, τόλμης τε αὐτοῦ Μιθριδάτου καὶ φερεπονίας, δυνατοῦ σφίσιν ἐς ἅπαντα ὀφθέντος,
ᾧ νῆες μὲν ἦσαν οἰκεῖαι πολλάκις πλείους τετρακοσίων, ἱππεῖς δʼ ἔστιν ὅτε πεντακισμύριοι καὶ πεζῶν μυριάδες πέντε καὶ εἴκοσι καὶ μηχαναὶ καὶ βέλη κατὰ λόγον, συνεμάχουν δὲ βασιλεῖς καὶ δυνάσται ὅ τε Ἀρμένιος καὶ Σκυθῶν τῶν περὶ τὸν Πόντον, ἐπί τε Μαιώτιδα λίμνην καὶ ἀπʼ ἐκείνης ἐπὶ τὸν Θρᾴκιον Βόσπορον περιπλέοντι. ἔς τε τοὺς Ῥωμαίων δυνατούς, στασιάζοντας ἀλλήλοις τότε μάλιστα καὶ Ἰβηρίαν ἀνιστάντας ἐπὶ Ῥωμαίους, περιέπεμπε, καὶ Κελτοῖς φιλίαν ἐτίθετο ὡς καὶ τῇδε ἐσβαλῶν ἐς τὴν Ἰταλίαν, λῃστῶν τε ἐνεπίμπλη τὴν θάλασσαν ἀπὸ Κιλικίας ἐπὶ στήλας Ἡρακλείους, οἳ πάντα ἄμικτα καὶ ἄπλωτα ταῖς πόλεσιν ἐς ἀλλήλους ἐποίουν, καὶ λιμὸν ἐπίπονον ἐξειργάσαντο ἐπὶ πλεῖστον. ὅλως τε οὐδὲν ἀνδρὶ δυνατὸν ἐξέλιπεν ἢ πράττων ἢ διανοούμενος, ὡς μέγιστον δὴ τόδε τὸ κίνημα ἐξ ἀνατολῆς ἐπὶ δύσιν γενόμενον ἐνοχλῆσαι πᾶσιν ὡς ἔπος εἰπεῖν, ἢ πολεμουμένοις ἢ συμμαχοῦσιν ἢ λῃστευομένοις ἢ γειτονεύουσιν. τοσόσδε εἷς οὗτος πόλεμος καὶ ποικίλος ἐγένετο. καὶ ἐς τὰ μάλιστα λήγων συνήνεγκε Ῥωμαίοις· ὡρίσαντο γὰρ ἐπὶ τῷδε τὴν ἡγεμονίαν ἐκ δύσεως ἐπὶ ποταμὸν Εὐφράτην. διελεῖν δʼ αὐτὰ κατὰ ἔθνος οὐκ ἦν, ὁμοῦ τε πραχθέντα καὶ ἀλλήλοις ἀναπεπλεγμένα. ἃ δὲ καὶ ὣς ἐδύνατο αὐτῶν κεχωρίσθαι, κατὰ μέρη τέτακται.
Φαρνάκης δʼ ἐπολιόρκει Φαναγορέας καὶ τὰ περίοικα τοῦ Βοσπόρου, μέχρι τῶν Φαναγορέων διὰ λιμὸν ἐς μάχην προελθόντων ἐκράτει τῇ μάχῃ, καὶ βλάψας οὐδέν, ἀλλὰ φίλους ποιησάμενος καὶ λαβὼν ὅμηρα, ἀνεχώρει. μετʼ οὐ πολὺ δὲ καὶ Σινώπην εἷλε καὶ Ἀμισὸν ἐνθυμιζόμενος καὶ Καλουίνῳ στρατηγοῦντι ἐπολέμησεν, ᾧ χρόνῳ Πομπήιος καὶ Καῖσαρ ἐς ἀλλήλους ᾖσαν, ἕως αὐτὸν Ἄσανδρος ἐχθρὸς ἴδιος, Ῥωμαίων οὐ σχολαζόντων, ἐξήλασε τῆς Ἀσίας. ἐπολέμησε δὲ καὶ αὐτῷ Καίσαρι καθελόντι Πομπήιον, ἐπανιόντι ἀπʼ Αἰγύπτου, περὶ τὸ Σκότιον ὄρος, ἔνθα ὁ πατὴρ αὐτοῦ Ῥωμαίων τῶν ἀμφὶ Τριάριον ἐκεκρατήκει· καὶ ἡττηθεὶς ἔφευγε σὺν χιλίοις ἱππεῦσιν ἐς Σινώπην. Καίσαρος δʼ αὐτὸν ὑπʼ ἀσχολίας οὐ διώξαντος, ἀλλʼ ἐπιπέμψαντος αὐτῷ Δομίτιον, παραδοὺς τὴν Σινώπην Δομιτίῳ ὑπόσπονδος ἀφείθη μετὰ τῶν ἱππέων. καὶ τοὺς ἵππους ἔκτεινε πολλὰ δυσχεραινόντων τῶν ἱππέων, ναυσὶ δʼ ἐπιβὰς ἐς τὸν Πόντον ἔφυγε, καὶ Σκυθῶν τινας καὶ Σαυροματῶν συναγαγὼν Θεοδοσίαν καὶ Παντικάπαιον κατέλαβεν. ἐπιθεμένου δʼ αὖθις αὐτῷ κατὰ τὸ ἔχθος Ἀσάνδρου, οἱ μὲν ἱππεῖς ἀπορίᾳ τε ἵππων καὶ ἀμαθίᾳ πεζομαχίας ἐνικῶντο, αὐτὸς δὲ ὁ Φαρνάκης μόνος ἠγωνίζετο καλῶς, μέχρι κατατρωθεὶς ἀπέθανε, πεντηκοντούτης ὢν καὶ βασιλεύσας Βοσπόρου πεντεκαίδεκα ἔτεσιν.
ὧδε μὲν δὴ καὶ Φαρνάκης ἐξέπεσε τῆς ἀρχῆς, καὶ αὐτοῦ τὴν βασιλείαν Γάιος μὲν Καῖσαρ ἔδωκε Μιθριδάτῃ τῷ Περγαμηνῷ συμμαχήσαντί οἱ προθύμως ἐν Αἰγύπτῳ· νῦν δʼ εἰσὶν οἰκεῖοι, Πόντου δὲ καὶ Βιθυνίας πέμπεταί τις ἀπὸ τῆς βουλῆς στρατηγὸς ἐτήσιος τὰ δʼ ἑτέροις ὑπὸ τοῦ Πομπηίου δεδομένα ὁ μὲν Γάιος, ἐπιμεμψάμενος τοῖς ἔχουσιν ὅτι Πομπηίῳ καθʼ αὑτοῦ συνεμάχουν, ὅμως ἐφύλαξε, πλὴν τῆς ἐν Κομάνοις ἱερωσύνης, ἣν ἐς Λυκομήδην μετήνεγκεν ἀπὸ Ἀρχελάου· πάντα δὲ οὐ πολὺ ὕστερον, καὶ τάδε καὶ ὅσα Γάιος Καῖσαρ ἢ Μᾶρκος Ἀντώνιος ἔχειν ἑτέροις ἐδεδώκεσαν, ἐς στρατηγίας Ῥωμαίων περιῆλθεν, ἀπὸ τοῦ Σεβαστοῦ Καίσαρος ἑλόντος Αἴγυπτον, ὀλίγης ἔτι Ῥωμαίων προφάσεως ἐς ἑκάστους δεομένων. ὅθεν αὐτοῖς τῆς ἡγεμονίας ἐπὶ τῷδε τῷ Μιθριδατείῳ πολέμῳ προελθούσης ἔς τε τὸν Πόντον τὸν Εὔξεινον καὶ ἐπὶ ψάμμον τὴν πρὸ Αἰγύπτου καὶ ἐς ποταμὸν Εὐφράτην ἀπὸ Ἰβήρων τῶν παρὰ στήλαις Ἡρακλείοις, εἰκότως ἥ τε νίκη μεγάλη καὶ ὁ στρατηγήσας Πομπήιος μέγας ἐκλήθη. ἔχουσι δʼ αὐτοῖς καὶ Λιβύην, ὅση μέχρι Κυρήνης Κ̔υρήνην γὰρ αὐτὴν Ἀπίων βασιλεὺς τοῦ Λαγιδῶν γένους νόθος ἐν διαθήκαις ἀπέλιπεν̓, Αἴγυπτος ἐς περίοδον τῆς ἐντὸς θαλάσσης ἔτι ἔλειπεν.