5.32
Καταπλευσάσης δʼ αὐτῷ παρὰ Μιθριδάτου στρατιᾶς ἑτέρας, ἧς ἡγεῖτο Δρομιχαίτης, ἐξῆγεν ἅπαντας ἐς μάχην. ἀναμίξας δʼ αὐτοῖς σφενδονήτας καὶ τοξότας ὑπὸ τὸ τεῖχος αὐτὸ παρέταττεν, ἵνα καὶ οἱ τειχοφύλακες ἐφικνοῖντο τῶν πολεμίων· ἕτεροι δʼ ὑπὸ ταῖς πύλαις αὐτῷ πυρφόροι καιρὸν ἐκδρομῆς ἐπετήρουν. ἀγχωμάλου δʼ ἐς πολὺ τῆς μάχης οὔσης ἐνέκλινον ἑκατεροι παρὰ μέρος, πρῶτον μὲν οἱ βάρβαροι, μέχρι Ἀρχέλαος αὐτοὺς ἐπισχὼν ἐπανήγαγεν ἐς τὴν μάχην. ᾧ δὴ καὶ μάλιστα καταπλαγέντες οἱ Ῥωμαῖοι μετʼ αὐτοὺς ἔφευγον, ἔστε καὶ τούσδε Μουρήνας ὑπαντήσας ἐπέστρεφεν. ἄλλο δʼ ἀπὸ ξυλείας τέλος ἐπανιόν, καὶ σὺν αὐτοῖς οἱ ἄτιμοι, σπουδῇ τὸν ἀγῶνα εὑρόντες ἐπέπιπτον τοῖς Μιθριδατείοις πάνυ καρτερῶς, μέχρι κτεῖναι μὲν αὐτῶν ἐς δισχιλίους, τοὺς δὲ λοιποὺς ἐς τὰ τείχη συνελάσαι. Ἀρχέλαος δʼ αὐτοὺς ἐπιστρέφων αὖθις, καὶ τῷ ἀγῶνι διὰ τὴν προθυμίαν ἐς πολὺ παραμένων, καὶ ἀποκλεισθεὶς ἀνιμήθη διὰ καλῳδίων. ὁ δὲ Σύλλας τοὺς μὲν ἀτίμους περιφανῶς ἀγωνισαμένους ἐξέλυσε τῆς ἀτιμίας, τοὺς δʼ ἄλλους ἐδωρήσατο πολλοῖς.