ταῦτʼ εἰπὼν καὶ τὸν στρατὸν ἐρεθίσας ἐνέβαλεν ἐς Βιθυνίαν, Νικομήδους ἄρτι τεθνεῶτος ἄπαιδος καὶ τὴν ἀρχὴν Ῥωμαίοις ἀπολιπόντος. Κόττας δʼ ἡγούμενος αὐτῆς, ἀσθενὴς τὰ πολέμια πάμπαν, ἔφυγεν ἐς Χαλκηδόνα μεθʼ ἧς εἶχε δυνάμεως. καὶ Βιθυνία μὲν ἦν αὖθις ὑπὸ τῷ Μιθριδάτῃ, τῶν πανταχοῦ Ῥωμαίων ἐς Χαλκηδόνα πρὸς Κότταν συνθεόντων. ἐπιόντος δὲ καὶ τῇ Χαλκηδόνι τοῦ Μιθριδάτου, Κόττας μὲν ὑπʼ ἀπραξίας οὐ προῄει, Νοῦδος δὲ ὁ ναύαρχος αὐτοῦ, σὺν μέρει τινὶ στρατοῦ τὰ ὀχυρώτατα τοῦ πεδίου καταλαβὼν καὶ ἐξελαθείς, ἔφυγεν ἐπὶ τὰς πύλας τῆς Χαλκηδόνος διὰ θριγκίων πολλῶν πάνυ δυσχερῶς. ἀμφί τε τὰς πύλας ὠθισμὸς ἦν ἐσπηδώντων ὁμοῦ· ὅθεν οὐδὲν τοῖς διώκουσιν αὐτοὺς βέλος ἠτύχει. ὡς δὲ καὶ περὶ τῶν πυλῶν δείσαντες οἱ φύλακες τὰ κλεῖθρα καθῆκαν ἐς αὐτὰς ἀπὸ μηχανῆς, Νοῦδον μὲν καὶ τῶν ἄλλων ἡγεμόνων τινὰς καλῳδίοις ἀνιμήσαντο, οἱ δὲ λοιποὶ μεταξὺ τῶν τε φίλων καὶ τῶν πολεμίων ἀπώλλυντο, τὰς χεῖρας ἐς ἑκατέρους ὀρέγοντες. ὅ τε Μιθριδάτης τῇ φορᾷ τῆς εὐτυχίας χρώμενος ἐπῆγεν αὐτῆς ἡμέρας ἐπὶ τὸν λιμένα τὰς ναῦς, καὶ τὸ κλεῖθρον ἁλύσει χαλκῇ δεδεμένον ἀπορρήξας τέσσαρας μὲν ἐνέπρησε τῶν πολεμίων, τὰς δὲ λοιπὰς ἑξήκοντα ἀνεδήσατο, οὐδὲν οὔτε Νούδου κωλύοντος ἔτι οὔτε Κόττα, ἀλλʼ ἐς τὰ τείχη συγκεκλεισμένων. ἀπέθανον δὲ Ῥωμαίων μὲν ἐς τρισχιλίους, καὶ Λεύκιος Μάλλιος, ἀνὴρ ἀπὸ βουλῆς, Μιθριδάτου δὲ Βαστερνῶν τῶν πρώτων ἐσπεσόντων ἐς τὸν λιμένα εἴκοσιν.
Λεύκιος δὲ Λεύκολλος ὑπατεύειν καὶ στρατηγεῖν αἱρεθεὶς τοῦδε τοῦ πολέμου τέλος μέν τι στρατιωτῶν ἦγεν ἐκ Ῥώμης, δύο δʼ ἄλλα τὰ Φιμβρίου καὶ ἐπʼ αὐτοῖς ἕτερα δύο προσλαβών, σύμπαντας ἔχων πεζοὺς τρισμυρίους καὶ ἱππέας ἐς χιλίους ἐπὶ ἑξακοσίοις, παρεστρατοπέδευε τῷ Μιθριδάτῃ περὶ Κύζικον. καὶ διʼ αὐτομόλων ἐπιγνοὺς εἶναι τῷ βασιλεῖ στρατιὰν μὲν ἀνδρῶν ἀμφὶ μυριάδας τριάκοντα, ἀγορὰν δὲ εἴ τι σιτολογοῦντες ἢ ἐκ θαλάσσης λάβοιεν, ἔφη πρὸς τοὺς ἀμφʼ αὑτὸν ἀμαχὶ λήψεσθαι τοὺς πολεμίους αὐτίκα, καὶ τοῦ ἐπαγγέλματος αὐτοῖς ἐνεκελεύετο μνημονεύειν. ὄρος δὲ ἰδὼν εὔκαιρον ἐς στρατοπεδείαν, ὅθεν αὐτὸς μὲν εὔπορήσειν ἔμελλεν ἀγορᾶς, τοὺς δὲ πολεμίους ἀποκλείσειν, ἐπεχείρει καταλαβεῖν ὡς ἐν τῷδε τὴν νίκην ἀκίνδυνον ἕξων. μιᾶς δʼ οὔσης ἐς αὐτὸ διόδου στενῆς, ὁ Μιθριδάτης αὐτὴν ἐφύλαττεν ἐγκρατῶς, ὧδε καὶ Ταξίλου καὶ τῶν ἄλλων ἡγεμόνων αὐτῷ παραινοῦντων. Λεύκιος δὲ Μάγιος ὁ Σερτωρίῳ καὶ Μιθριδάτῃ τὰ ἐς ἀλλήλους διαιτήσας, ἀνῃρημένου τοῦ Σερτωρίου πρὸς Λεύκολλον ἐπεπόμφει κρύφα, καὶ πίστιν λαβὼν μετέπειθε τὸν Μιθριδάτην ὑπεριδεῖν Ῥωμαίων παροδευόντων τε καὶ στρατοπεδευόντων ὅπῃ θελήσειαν. τὰ γὰρ ὑπὸ Φιμβρίᾳ γενόμενα δύο τέλη βουλεύειν αὐτομολίαν, καὶ αὐτίκα τῷ βασιλεῖ προσέσεσθαι· τί οὖν χρῄζειν αὐτὸν ἀγῶνος καὶ φόνου, δυνάμενον ἀμαχὶ κρατῆσαι τῶν πολεμίων; οἷς ὁ Μιθριδάτης συνθέμενος ἀνοήτως μάλα καὶ ἀνυπόπτως, περιεῖδε Ῥωμαίους διὰ στενοῦ παροδεύοντας ἀδεῶς καὶ ἐπιτειχίζοντας αὑτῷ μέγα ὄρος, οὗ κρατοῦντες αὐτοὶ μὲν ὄπισθεν ἔμελλον ἀγορὰν ἀδεῶς ἐπάξεσθαι, Μιθριδάτην δὲ λίμνῃ καὶ ὄρεσι καὶ ποταμοῖς ἀποκλείσειν τῶν κατὰ γῆν ἁπάντων, ὅ τι μὴ γλίσχρως ποτὲ λάβοι, οὔτε ἐξόδους εὐρείας ἔτι ἔχοντα, οὔτε βιάζεσθαι δυνάμενον ἔτι Λεύκολλον ὑπὸ τῆς δυσχωρίας, ἧς κρατῶν κατεφρόνησεν. ὅ τε χειμὼν ἤδη πλησιάζων ἔμελλε καὶ τῶν ἀπὸ τῆς θαλάσσης αὐτὸν ἐν ἀπορίᾳ καταστήσειν. ἃ θεωρῶν ὁ Λεύκολλος τοὺς φίλους ἀνεμίμνησκε τῆς ὑποσχέσεως, καὶ τὸ ἐπαγγελθὲν ὡς παρὸν ἐδείκνυ.
ὁ δὲ Μιθριδάτης δυνηθεὶς ἂν ἴσως καὶ τότε διὰ τὸ πλῆθος διὰ μέσων ὤσασθαι τῶν πολεμίων, τούτου μὲν ὑπερεῖδε, Κυζίκῳ δὲ οἷς παρεσκεύασε πρὸς πολιορκίαν ἐπετίθετο, νομίσας ἐν τῷδε διορθώσειν τὴν δυσχωρίαν ὁμοῦ καὶ τὴν ἀπορίαν. οἷα δὲ εὐπορῶν στρατοῦ πολλοῦ, πᾶσιν ἔργοις ἐπεχείρει, τόν τε σταθμὸν ἀποτειχίζων τείχει διπλῷ, καὶ τὰ λοιπὰ τῆς πόλεως ἀποταφρεύων. χώματά τε ἤγειρε πολλά, καὶ μηχανὰς ἐπήγνυτο, πύργους καὶ χελώνας κριοφόρους, ἑλέπολίν τε ἑκατὸν πήχεων, ἐξ ἧς ἕτερος πύργος ἐπῇρτο καταπέλτας καὶ λίθους καὶ βέλη ποικίλα ἀφιείς. κατὰ δὲ τοὺς λιμένας δύο πεντήρεις ἐζευγμέναι πύργον ἕτερον ἔφερον, ἐξ οὗ γέφυρα, ὁπότε προσπελάσειαν ἐς τὸ τεῖχος, ὑπὸ μηχανῆς ἐξήλλετο. ὡς δʼ ἕτοιμα αὐτῷ πάντα ἐγεγένητο, πρῶτα μὲν τρισχιλίους αἰχμαλώτους Κυζικηνοὺς ἐπὶ νεῶν τῇ πόλει προσῆγεν, οἳ χεῖρας ἐς τὸ τεῖχος ὀρέγοντες ἐδέοντο σφῶν κινδυνευόντων φείσασθαι τοὺς πολίτας, μέχρι Πεισίστρατος αὐτοῖς, ὁ στρατηγὸς ὁ τῶν Κυζικηνῶν, ἀπὸ τοῦ τείχους ἐκήρυξε φέρειν τὸ συμβαῖνον ἐγκρατῶς, αἰχμαλώτους γεγονότας.
ὁ δὲ Μιθριδάτης ὡς ἀπέγνω τῆσδε τῆς πείρας, ἐπῆγε τὴν ἐπὶ τῶν νεῶν μηχανήν· καὶ ἥ τε γέφυρα ἐς τὸ τεῖχος ἐξήλατο ἄφνω, καὶ τέσσαρες ἀπʼ αὐτῆς ἄνδρες ἐξέδραμον. ᾧ δὴ καὶ μάλιστα καινοτρόπῳ φανέντι καταπλαγέντες οἱ Κυζικηνοὶ ἐπὶ μέν τι ὑπεχώρησαν, οὐκ ὀξέως δὲ ἑτέρων ἐπιδραμόντων ἀνεθάρρησάν τε καὶ τοὺς τέσσαρας κατέωσαν ἐς τὸ ἔξω, ταῖς τε ναυσὶ πῦρ καὶ πίσσαν ἐπιχέαντες ἠνάγκασαν πρύμναν τε κρούσασθαι καὶ ὑποχωρεῖν ὀπίσω μετὰ τοῦ μηχανήματος. ὧδε μὲν δὴ τῶν κατὰ θάλασσαν ἐπενεχθέντων ἐκράτουν οἱ Κυζικηνοί· τρίτα δʼ αὐτοῖς ἐπήγετο τῆς αὐτῆς ἡμέρας τὰ ἐν τῇ γῇ μηχανήματα ὁμοῦ πάντα, πονουμένοις τε καὶ μεταθέουσιν ἐς τὸ ἀεὶ βιαζόμενον. τοὺς μὲν οὖν κριοὺς λίθοις ἀπεκαύλιζον ἢ βρόχοις ἀνέκλων ἢ φορμοῖς ἐρίων τῆς βίας ἐξέλυον, τῶν δὲ βελῶν τοῖς μὲν πυρφόροις ὑπήντων ὕδατι καὶ ὄξει, τὰ δʼ ἄλλα προβολαῖς ἱματίων ἢ ὀθόναις κεχαλασμέναις τῆς φορᾶς ἀνέλυον, ὅλως τε οὐδὲν προθυμίας ἀνδρὶ δυνατῆς ἐξέλειπον. καὶ τάδε αὐτοῖς φερεπονώτατα δὴ κακοπαθοῦσιν ὅμως γε τοῦ τείχους ἐκαύθη τι καὶ συνέπεσεν ἐς ἑσπέραν. οὐ μὴν ἔφθασέ τις ἐσαλάμενος ἔτι θερμόν, ἀλλʼ αὐτὸ νυκτὸς αὐτίκα περιῳκοδόμησαν οἱ Κυζικηνοί. τῶν δὲ αὐτῶν ἡμερῶν πνεῦμα σφοδρὸν ἐπιγενόμενον περιέκλασε τὰ λοιπὰ τῶν μηχανημάτων τοῦ βασιλέως.
λέγεται δʼ ἡ πόλις ἐμπροίκιον ὑπὸ Διὸς τῇ κόρῃ δοθῆναι, καὶ σέβουσιν αὐτὴν οἱ Κυζικηνοὶ μάλιστα θεῶν. ἐπελθούσης δὲ τῆς ἑορτῆς, ἐν ᾗ θύουσι βοῦν μέλαιναν, οἱ μὲν οὐκ ἔχοντες ἔπλαττον ἀπὸ σίτου, μέλαινα δὲ βοῦς ἐκ πελάγους πρὸς αὐτοὺς διενήχετο, καὶ τὸ κλεῖθρον τοῦ στόματος ὑποδῦσά τε καὶ ἐς τὴν πόλιν ἐσδραμοῦσα ὥδευσεν ἀφʼ ἑαυτῆς ἐς τὸ ἱερὸν καὶ τοῖς βωμοῖς παρέστη. ταύτην μὲν οὖν οἱ Κυζικηνοὶ μετὰ χρηστῆς ἐλπίδος ἔθυον, οἱ δὲ φίλοι τῷ Μιθριδάτῃ συνεβούλευον ὡς ἱερᾶς τῆς πόλεως ἀποπλεῦσαι. ὁ δʼ οὐ πεισθεὶς ἐπὶ τὸ Δίνδυμον ὄρος ὑπερκείμενον ἀνῄει, καὶ χῶμα ἀπʼ αὐτοῦ ἐς τὴν πόλιν ἔχου, πύργους τε ἐφίστη, καὶ ὑπονόμοις τὸ τεῖχος ἀνεκρήμνη. τοὺς δʼ ἵππους ἀχρείους οἱ τότε ὄντας, καὶ ἀσθενεῖς διʼ ἀτροφίαν καὶ χωλεύοντας ἐξ ὑποτριβῆς, ἐς Βιθυνίαν περιέπεμπεν· οἷς ὁ Λεύκολλος περῶσι τὸν Ῥύνδακον ἐπιπεσὼν ἔκτεινε πολλούς, καὶ αἰχμαλώτους ἔλαβεν ἄνδρας μὲν ἐς μυρίους καὶ πεντακισχιλίους, ἵππους δʼ ἐς ἑξακισχιλίους καὶ σκευοφόρα πολλά.
καὶ τάδε μὲν ἦν περὶ Κύζικον, τῷ δʼ αὐτῷ χρόνῳ Φρυγίαν Εὔμαχος Μιθριδάτου στρατηγὸς ἐπιτρέχων ἔκτεινε Ῥωμαίων πολλοὺς μετὰ παίδων καὶ γυναικῶν, Πισίδας τε καὶ Ἰσαύρους ὑπήγετο καὶ Κιλικίαν, μέχρι τῶν τις Γαλατικῶν τετραρχῶν Δηιόταρος ἐπιπολάζοντα αὐτὸν συνεδίωξε καὶ πολλοὺς διέφθειρεν.
καὶ περὶ μὲν Φρυγίαν τοιάδε ἐγίγνετο, Μιθριδάτου δὲ χειμὼν ἐπιγενόμενος ἀφῄρητο καὶ τὴν ἐκ τῆς θαλάττης ἀγοράν, εἴ τις ἦν, ὥστε πάμπαν ὁ στρατὸς ἐλίμωττε, καὶ πολλοὶ μὲν ἀπέθνησκον, εἰσὶ δʼ οἳ καὶ σπλάγχνων ἐγεύοντο βαρβαρικῶς· οἱ δʼ ἄλλοι ποηφαγοῦντες ἐνόσουν. καὶ τὰ νεκρὰ σφῶν ἀγχοῦ ἄταφα ῥιπτούμενα λοιμὸν ἐπῆγεν ἐπὶ τῷ λιμῷ. διεκαρτέρει δʼ ὅμως ὁ Μιθριδάτης, ἐλπίζων ἔτι τὴν Κύζικον αἱρήσειν τοῖς χώμασι τοῖς ἀπὸ τοῦ Δινδύμου. ὡς δὲ καὶ ταῦθʼ ὑπεσύροντο οἱ Κυζικηνοί, καὶ τὰς ἐπʼ αὐτῶν μηχανὰς ἐπίμπρασαν, καὶ αἰσθήσει τοῦ λιμοῦ πολλάκις ἐπεκθέοντες τοῖς πολεμίοις ἀσθενεστάτοις γεγονόσιν ἐπετίθεντο, δρασμὸν ὁ Μιθριδάτης ἐβούλευε, καὶ ἔφευγε νυκτὸς αὐτὸς μὲν ἐπὶ τῶν νεῶν ἐς Πάριον, ὁ δὲ στρατὸς αὐτοῦ κατὰ γῆν ἐς Λάμψακον. περῶντας δʼ αὐτοὺς τὸν Αἴσηπον ὅ τε ποταμὸς τότε μάλιστα ἀρθεὶς μέγας, καὶ ἐπὶ τῷ ποταμῷ Λεύκολλος ἐπιδραμὼν ἔφθειρεν. ὧδε μὲν οἱ Κυζικηνοὶ πολλὴν βασιλέως παρασκευὴν διέφυγον, αὐτοί τε γενναίως ἀγωνισάμενοι, καὶ λιμῷ πιεσθέντος ὑπὸ Λευκόλλου. ἀγῶνά τε αὐτῷ θέμενοι μέχρι νῦν τελοῦσι, τὰ Λευκόλλεια καλούμενα. Μιθριδάτης δὲ τοὺς ἐς Λάμψακον ἐσφυγόντας, ἔτι τοῦ Λευκόλλου περικαθημένου, ναῦς ἐπιπέμψας ἐξεκόμισε σὺν αὐτοῖς Λαμψακηνοῖς. μυρίους δʼ ἐπιλέκτους ἐπὶ νεῶν πεντήκοντα Οὐαρίῳ, πεμφθέντι οἱ στρατηγεῖν ὑπὸ Σερτωρίου, καὶ Ἀλεξάνδρῳ τῷ Παφλαγόνι καὶ Διονυσίῳ τῷ εὐνούχῳ καταλιπών, ταῖς πλέοσιν αὐτῶν ἐς Νικομήδειαν ἔπλει. καὶ χειμὼν ἐπιγενόμενος πολλὰς ἑκατέρων διέφθειρεν.
Λεύκολλος δʼ ἐπεὶ τὸ κατὰ γῆν εἴργαστο διὰ τοῦ λιμοῦ, ναῦς ἐκ τῆς Ἀσίας ἀγείρας διέδωκε τοῖς ἀμφʼ αὑτὸν στρατηγοῦσιν. καὶ Τριάριος μὲν Ἀπάμειαν εἷλεν ἐπιπλεύσας, καὶ πολλὴ τῶν Ἀπαμέων συμφυγόντων ἐς τὰ ἱερὰ ἐγένετο σφαγή· Βάρβας δὲ Προυσιάδα εἷλε τὴν πρὸς τῷ ὄρει, καὶ Νίκαιαν ἔλαβε, τῶν Μιθριδάτου φρουρῶν ἐκφυγόντων. Λεύκολλος δὲ περὶ τὸν Ἀχαιῶν λιμένα τρισκαίδεκα ναῦς εἷλε τῶν πολεμίων. Οὐάριον δὲ καὶ Ἀλέξανδρον καὶ Διονύσιον περὶ Λῆμνον ἐν ἐρήμῃ νήσῳ καταλαβών, ἔνθα δείκνυται βωμὸς Φιλοκτήτου καὶ χαλκοῦς ὄφις καὶ τόξα καὶ θώραξ ταινίαις περίδετος, μνῆμα τῆς ἐκείνου πάθης, ἐπέπλει μὲν αὐτοῖς ῥοθίῳ τε πολλῷ καὶ μετὰ καταφρονήσεως, εὐσταθῶς δʼ ἐκείνων ὑπομενόντων ἔστησε τὴν εἰρεσίαν, καὶ κατὰ δύο ναῦς ἐπιπέμπων ἠρέθιζεν ἐς ἔκπλουν. οὐ σαλευόντων δʼ ἐκείνων ἀλλʼ ἀπὸ γῆς ἀμυνομένων, περιέπλευσε τὴν νῆσον ἑτέραις ναυσί, καὶ πεζοὺς ἐς αὐτὴν ἐκβιβάσας συνήλασε τοὺς ἐχθροὺς ἐπὶ τὰς ναῦς. οἱ δʼ ἐς μὲν τὸ πέλαγος οὐκ ἠφίεσαν, τὸν Λευκόλλου στρατὸν δεδιότες, παρὰ δὲ τὴν γῆν πλέοντες, ἔκ τε τῆς γῆς καὶ τῆς θαλάσσης ἀμφίβολοι γιγνόμενοι κατετιτρώσκοντο, καὶ φόνος πολὺς ἦν αὐτῶν καὶ φυγή. ἐλήφθησαν δʼ ἐν σπηλαίῳ κρυπτόμενοι Οὐάριός τε καὶ Ἀλέξανδρος καὶ Διονύσιος ὁ εὐνοῦχος. καὶ αὐτῶν ὁ μὲν Διονύσιος, πιὼν ὅπερ ἤγετο φάρμακον, αὐτίκα ἀπέθανε, Οὐάριον δʼ ἀναιρεθῆναι προσέταξε Λεύκολλος· οὐ γὰρ ἐδόκει Ῥωμαῖον ἄνδρα βουλευτὴν θριαμβεύειν. Ἀλέξανδρος δὲ ἐς τὴν πομπὴν ἐφυλάσσετο. καὶ Λεύκολλος περὶ τῶνδε Ῥωμαίοις ἐπέστελλε, τὰ γράμματα δάφνῃ περιβαλών, ὡς ἔθος ἐστὶν ἐπὶ νίκαις· αὐτὸς δὲ ἠπείγετο ἐς Βιθυνίαν.
Μιθριδάτῃ δʼ ἐς Πόντον ἐσπλέοντι χειμὼν ἐς δὶς ἐπιγίγνεται, καὶ τῶν ἀνδρῶν ἀμφὶ τοὺς μυρίους καὶ νῆες ἀμφὶ τὰς ἑξήκοντα διεφθάρησαν· αἱ δὲ λοιπαὶ διερρίφησαν, ὡς ἑκάστην ὁ χειμὼν ἐξήνεγκεν. αὐτὸς δὲ ῥηγνυμένης τῆς στρατηγίδος ἐς λῃστῶν σκάφος, ἀπαγορευόντων τῶν φίλων, ὅμως ἐνέβη. καὶ ἐς Σινώπην αὐτὸν οἱ λῃσταὶ διέσωσαν. ὅθεν ὁ μὲν ἐς Ἀμισὸν ἀπὸ κάλω διαπλέων, πρός τε τὸν κηδεστὴν Τιγράνην τὸν Ἀρμένιον καὶ ἐς Μαχάρην τὸν υἱόν, ἄρχοντα Βοσπόρου, περιέπεμπεν, ἐπικουρεῖν ἐπείγων ἑκάτερον. ἔς τε Σκύθας τοὺς ὁμόρους χρυσὸν καὶ δῶρα πολλὰ Διοκλέα φέρειν ἐκέλευεν. ἀλλʼ ὁ μὲν αὐτοῖς τε δώροις καὶ αὐτῷ χρυσίῳ πρὸς Λεύκολλον ηὐτομόλησε, Λεύκολλος δʼ ἐπὶ τῇ νίκῃ θρασέως προϊὼν ἐς τὸ πρόσθεν καὶ τὰ ἐν ποσὶν ἅπαντα χειρούμενος προυνόμευεν. οἷα δʼ εὐδαίμονος χώρας καὶ πολὺν χρόνον ἀπολεμήτου, τὸ μὲν ἀνδράποδον τεττάρων δραχμῶν αὐτίκα ἐγίγνετο, ὁ δὲ βοῦς μιᾶς, αἶγες δὲ καὶ πρόβατα καὶ ἐσθὴς καὶ τὰ λοιπὰ τούτων κατὰ λόγον. Λεύκολλος δʼ Ἀμισόν τε καὶ Εὐπατορίαν, ἥν τινα τῇ Ἀμισῷ παρῳκοδόμησεν ὁ Μιθριδάτης Εὐπατορίαν τε ὠνόμαζεν ἀφʼ ἑαυτοῦ καὶ βασίλεια ἡγεῖτο, περικαθήμενος ἐπολιόρκει, καὶ ἑτέρῳ στρατῷ Θεμίσκυραν, ἣ τῶν Ἀμαζόνων τινὸς ἐπώνυμος οὖσα παρὰ τὸν Θερμώδοντα ποταμὸν ἔστιν. τούτων δʼ οἱ μὲν τοῖς Θεμισκυρίοις ἐπικαθήμενοι πύργους ἐπῆγον αὐτοῖς καὶ χώματα ἐχώννυον καὶ ὑπονόμους ὤρυττον, οὕτω δή τι μεγάλους ὡς ἐν αὐτοῖς ὑπὸ τὴν γῆν ἀλλήλοις κατὰ πλῆθος ἐπιχειρεῖν· καὶ οἱ Θεμισκύριοι ὀπὰς ἄνωθεν ἐς αὐτοὺς ὀρύττοντες, ἄρκτους τε καὶ θηρία ἕτερα καὶ σμήνη μελισσῶν ἐς τοὺς ἐργαζομένους ἐνέβαλλον. οἱ δʼ ἀμφὶ τὴν Ἀμισὸν ἕτερον τρόπον ἐμόχθουν, ἀπομαχομένων αὐτοὺς τῶν Ἀμισέων καὶ πολλάκις ἐκθεόντων καὶ ἐς μονομαχίας προκαλουμένων. Μιθριδάτης δʼ αὐτοῖς πολλὴν ἀγορὰν καὶ ὅπλα καὶ στρατιὰν ἔπεμπεν ἐκ Καβείρων, ἔνθα χειμάζων στρατὸν ἄλλον συνέλεγεν. καὶ συνῆλθον αὐτῷ πεζοὶ μὲν ἐς τετρακισμυρίους, ἱππεῖς δὲ ἐς τετρακισχιλίους.
ἱσταμένου δʼ ἦρος ὁ μὲν Λεύκολλος διὰ τῶν ὀρῶν ἐπὶ τὸν Μιθριδάτην ἐχώρει. προφυλακαὶ δʼ ἦσαν ἐκείνῳ κωλύειν τε Λεύκολλον, καὶ διαπυρσεύειν οἱ συνεχῶς, εἴ τι γίγνοιτο. καὶ ἦρχε τῆσδε τῆς φυλακῆς ἐκ Μιθριδάτου τις ἀνὴρ τοῦ βασιλείου γένους, ὄνομα Φοῖνιξ· ὅς, ἐπεὶ Λεύκολλος ἐπέλαζε, Μιθριδάτῃ μὲν διεπύρσευσεν, ἐς δὲ Λεύκολλον ηὐτομόλησε μετὰ τῆς δυνάμεως. καὶ ὁ Λεύκολλος ἀδεῶς ἤδη τὰ ὄρη διεξελθὼν ἐς Κάβειρα κατέβη. γενομένης δʼ αὐτῷ τε καὶ Μιθριδάτῃ τινὸς ἱππομαχίας, ἡττώμενος αὖθις ἐς τὸ ὄρος ἀνέθορεν. ὁ δὲ ἵππαρχος αὐτοῦ Πομπώνιος ἐς Μιθριδάτην τετρωμένος ἀνήχθη· καὶ πυθομένῳ βασιλεῖ τίνα χάριν οἱ περισωθεὶς δύναιτο ἀποδοῦναι, εἰ μέν, ἔφη, σὺ φίλος γένοιο Λευκόλλῳ, πάνυ πολλοῦ ἀξίαν· εἰ δʼ ἐχθρὸς εἴης, οὐδὲ βουλεύσομαι. ὧδε μὲν ὁ Πομπώνιος ἀπεκρίνατο· καὶ αὐτὸν τῶν βαρβάρων κτείνειν ἀξιούντων, ὁ βασιλεὺς εἶπεν οὐκ ἐξυβριεῖν ἐς ἀτυχοῦσαν ἀρετήν. ἐκτάσσων δὲ συνεχῶς, οὐ κατιόντος ἐς μάχην τοῦ Λευκόλλου, περιιὼν ἀνάβασιν ἐπʼ αὐτὸν ἐζήτει. καί τις ἀνὴρ ἐν τούτῳ Σκύθης, ὄνομα Ὀλκάβας, αὐτόμολος ὢν ἐς Λεύκολλον ἐκ πολλοῦ, καὶ παρὰ τήνδε τὴν ἱππομαχίαν πολλοὺς περισώσας, καὶ διʼ αὐτὸ παρὰ τοῦ Λευκόλλου τραπέζης τε καὶ γνώμης καὶ ἀπορρήτων ἀξιούμενος, ἧκεν ἐπὶ τὴν σκηνὴν αὐτοῦ περὶ μεσημβρίαν ἀναπαυομένου, καὶ ἐσελθεῖν ἐβιάζετο, βραχὺ καὶ σύνηθες ἐπὶ τοῦ ζωστῆρος ἐγχειρίδιον περικείμενος. κωλυόμενος δʼ ἠγανάκτει, καὶ χρείαν τινὰ ἐπείγειν ἔλεγεν ἐξαναστῆσαι τὸν στρατηγόν. τῶν δὲ θεραπευτήρων οὐδὲν εἰπόντων χρησιμώτερον εἶναι Λευκόλλῳ τῆς σωτηρίας, ἐπέβη τὸν ἵππον αὐτίκα καὶ ἐς τὸν Μιθριδάτην ἐξήλασεν, εἴτε ἐπιβουλεύων καὶ δόξας ὑποπτεύεσθαι, εἴτε σὺν ὀργῇ, περιυβρίσθαι νομίζων. ἕτερόν τε Σκύθην, ὄνομα Σοβάδακον, ἐνέφηνε τῷ Μιθριδάτῃ βουλεύειν ἐς Λεύκολλον αὐτομολίαν. Σοβάδακος μὲν δὴ συνελαμβάνετο,
Λεύκολλος δὲ τὴν κάθοδον τὴν ἐς τὸ πεδίον ἱπποκρατούντων τῶν πολεμίων ἐκτρεπόμενος, καὶ περίοδον ἑτέραν οὐχ ὁρῶν, ηὗρεν ἐν σπηλαίῳ κυνηγὸν ὀρείων ἀτραπῶν ἐπιστήμονα, ᾧ χρώμενος ἡγεμόνι κατὰ ὁδοὺς ἀτριβεῖς περιῆλθεν ὑπὲρ κεφαλῆς τοῦ Μιθριδάτου, καὶ κατῄει μὲν ἐκκλίνας καὶ τότε τὸ πεδίον διὰ τοὺς ἵππους, χαράδραν δὲ ὕδατος ἐν προβολῇ θέμενος ἐστρατοπέδευσεν. ἀπορῶν δʼ ἀγορᾶς ἐς Καππαδοκίαν ἔπεμπεν ἐπὶ σῖτον, καὶ ἐς τοὺς πολεμίους ἠκροβολίζετο, μέχρι, φευγόντων ποτὲ τῶν βασιλικῶν, ὁ Μιθριδάτης ἀπὸ τοῦ χάρακος ἐπιδραμὼν καὶ ἐπιπλήξας ἐπέστρεφεν αὐτούς, καὶ Ῥωμαίους οὕτω κατεφόβησεν ὡς ἄνω διὰ τῶν ὀρῶν φεύγοντας οὐδʼ ἀποστάντων αἰσθέσθαι τῶν πολεμίων ἐς πολύ, ἀλλʼ ἕκαστον ἡγεῖσθαι τὸν συμφεύγοντά οἱ καὶ ἐπιόντα ὄπισθεν εἶναι πολέμιον· οὕτω πάνυ κατεπεπλήγεσαν. καὶ ὁ Μιθριδάτης περὶ τῆσδε τῆς νίκης πανταχοῦ γράφων περιέπεμπεν. τῶν δʼ ἱππέων πολὺ μέρος, καὶ μάλιστα δὴ τὸ μαχιμώτατον, ἐφεδρεύειν ἔταξε τοῖς ἐκ τῆς Καππαδοκίας τὴν ἀγορὰν τῷ Λευκόλλῳ φέρουσιν, ἐλπίζων ἐν ἀπορίᾳ τροφῶν αὐτὸν γενόμενον πείσεσθαι οἷον αὐτὸς ἔπαθε περὶ Κύζικον.
καὶ τὸ μὲν ἐνθύμημα μεγα ἦν, ἀποκλεῖσαι τροφῶν Λεύκολλον, ἐκ μόνης ἔχοντα Καππαδοκίας· οἱ δʼ ἱππεῖς οἱ βασιλέως τοῖς προδρόμοις τῶν σιτοφόρων ἐν στενῷ περιτυχόντες, καὶ οὐκ ἀναμείναντες ἐς εὐρυχωρίαν προελθεῖν, ἀχρεῖον ὡς ἐν στενῷ σφίσι τὴν ἵππον ἐποίησαν. ἐν ᾧ καὶ Ῥωμαῖοι φθάσαντες ἐξ ὁδοιπορίας ἐς μάχην παρασκευάσασθαι, τοὺς μὲν ἔκτειναν τῶν βασιλικῶν, βοηθούσης οἷα πεζοῖς τῆς δυσχωρίας, τοὺς δὲ ἐς τὰς πέτρας κατήραξαν, τοὺς δὲ διέρριψαν ὑποφεύγοντας. ὀλίγοι δὲ νυκτὸς ἐς τὸ στρατόπεδον διαδραμόντες τε καὶ μόνοι περιγενέσθαι λέγοντες, μέγα ὂν σφίσι τὸ συμβὰν μειζόνως διεθρόησαν. Μιθριδάτης δʼ αὐτὸ πρὸ τοῦ Λευκόλλου πυθόμενός τε, καὶ Λεύκολλον ἐλπίσας ἐπὶ τοσῇδε ἱππέων ἀπωλείᾳ αὐτίκα οἱ προσπεσεῖσθαι, φυγὴν ὑπʼ ἐκπλήξεως ἐπενόει, καὶ τόδε τοῖς φίλοις εὐθὺς ἐξέφερεν ἐν τῇ σκηνῇ. οἱ δέ, πρίν τι γενέσθαι παράγγελμα, νυκτὸς ἔτι, σπουδῇ τὰ ἴδια ἕκαστος ἐξέπεμπεν ἐκ τοῦ στρατοπέδου· καὶ ὠθουμένων περὶ τὰς πύλας σκευοφόρων πολὺ πλῆθος ἦν. ὅπερ ἡ στρατιὰ θεωμένη καὶ τοὺς φέροντας ἐπιγιγνώσκουσα, καὶ τοπάζουσα πολλὰ ἀτοπώτερα, σὺν δέει, καὶ ἀγανακτήσει τοῦ μηδὲν αὑτοῖς ἐπηγγέλθαι, τὸν χάρακα σφῶν ἐπιδραμόντες ἔλυον, καὶ διέφευγον ὡς ἐκ πεδίου πάντοθεν ἀκόσμως, ὅπῃ δύναιτο ἕκαστος αὐτῶν, ἄνευ στρατηγοῦ καὶ ἐπιστάτου παραγγέλματος. ὧν ὁ Μιθριδάτης ὀξύτερόν τε καὶ σὺν ἀταξίᾳ γιγνομένων αἰσθόμενος, ἐξέδραμεν ἐκ τῆς σκηνῆς ἐς αὐτοὺς καὶ λέγειν τι ἐπεχείρει, οὐδενὸς δʼ ἐσακούοντος ἔτι, συνθλιβεὶς ὡς ἐν πλήθει κατέπεσε, καὶ ἐς τὸν ἵππον ἀναβληθεὶς ἐς τὰ ὄρη σὺν ὀλίγοις ἐφέρετο.
Λεύκολλος δὲ τῆς περὶ τὴν ἀγορὰν εὐπραγίας πυθόμενος, καὶ τὴν φυγὴν τῶν πολεμίων ἰδών, ἐπὶ μὲν τοὺς ἐκφυγόντας ἔπεμπε διώκειν ἱππέας πολλούς, τοῖς δὲ συσκευαζομένοις ἔτι κατὰ τὸ στρατόπεδον τοὺς πεζοὺς περιστήσας ἐκέλευε μὴ διαρπάζειν ἐν τῷ τότε μηδέν, ἀλλὰ κτείνειν ἀφειδῶς. οἱ δὲ σκεύη τε χρυσᾶ καὶ ἀργυρᾶ πολλὰ καὶ ἐσθῆτας πολυτελεῖς θεώμενοι ἐξέστησαν τοῦ παραγγέλματος. αὐτόν τε τὸν Μιθριδάτην οἱ καταλαμβάνοντες, ἡμίονόν τινα τῶν χρυσοφόρων ἐς τὸ σάγμα πατάξαντες, προπεσόντος τοῦ χρυσίου περὶ τόδε γενόμενοι διαφυγεῖν ἐς Κόμανα περιεῖδον· ὅθεν ἐς Τιγράνην ἔφυγε σὺν ἱππεῦσι δισχιλίοις. ὁ δὲ αὐτὸν ἐς ὄψιν οὐ προσέμενος, ἐν χωρίοις ἐκέλευσε διαίτης βασιλικῆς ἀξιοῦσθαι, ὅτε δὴ καὶ μάλιστα τῆς ἀρχῆς ἀπογνοὺς ὁ Μιθριδάτης Βάκχον εὐνοῦχων ἔπεμπεν ἐς τὰ βασίλεια, τὰς ἀδελφὰς αὐτοῦ καὶ τὰς γυναῖκας καὶ παλλακάς, ὅπῃ δύναιτο, ἀνελοῦντα. αἱ μὲν δὴ διεφθείροντο ξίφεσι καὶ φαρμάκοις καὶ βρόχοις, δεινὰ ποιοῦσαι· ταῦτα δʼ ὁρῶντες οἱ φρούραρχοι τοῦ Μιθριδάτου ἀθρόως ἐς τὸν Λεύκολλον μετετίθεντο, χωρὶς ὀλίγων. καὶ ὁ Λεύκολλος αὐτοὺς ἐπιὼν καθίστατο, καὶ τὰς ἐπὶ τοῦ Πόντου πόλεις περιπλέων ᾕρει, Ἄμαστρίν τε καὶ Ἡράκλειαν καὶ ἑτέρας.
Σινώπη δʼ ἀντεῖχεν ἔτι καρτερῶς, καὶ διεναυμάχησεν οὐ κακῶς. πολιορκούμενοι δὲ τὰς ναῦς τὰς βαρυτέρας σφῶν διέπρησαν, καὶ ἐς τὰς κουφοτέρας ἐμβάντες ἀπέδρασαν. Λεύκολλος δὲ τὴν πόλιν εὐθὺς ἐλευθέραν ἠφίει διʼ ἐνύπνιον, ὃ τοιόνδε ἦν. Αὐτόλυκόν φασιν, ἐπὶ τὰς Ἀμαζόνας Ἡρακλεῖ συστρατεύοντα, ὑπὸ χειμῶνος ἐς Σινώπην καταχθῆναι καὶ τῆς πόλεως κρατῆσαι· ἀνδριάς τε σεβάσμιος τοῖς Σινωπεῦσιν ἔχρα, ὃν οἱ μὲν Σινωπεῖς οὐ φθάσαντες ἐς φυγὴν ἐπαγαγέσθαι, ὀθόναις καὶ καλῳδίοις περιέδησαν· οὐδὲν δʼ ὁ Λεύκολλος εἰδὼς οὐδὲ προμαθὼν ἔδοξεν ὑπʼ αὐτοῦ κληθεὶς ὁρᾶν αὐτόν, καὶ τῆς ἐπιούσης τὸν ἀνδριάντα τινῶν περιβεβλημένον παραφερόντων ἐκλῦσαι κελεύσας, εἶδεν οἷον ἔδοξε νυκτὸς ἑωρακέναι. τὸ μὲν δὴ ἐνύπνιον τοιόνδε ἦν, Λεύκολλος δὲ καὶ Ἀμισὸν ἐπὶ τῇ Σινώπῃ συνῴκιζεν, ἐκφυγόντων μὲν ὁμοίως τῶν Ἀμισέων διὰ θαλάσσης, πυνθανόμενος δʼ ὑπʼ Ἀθηναίων αὐτοὺς θαλασσοκρατούντων συνῳκίσθαι, καὶ δημοκρατίᾳ χρησαμένους ἐπὶ πολὺ τοῖς Περσικοῖς βασιλεῦσιν ὑπακοῦσαι, ἀναγαγόντος δʼ αὐτοὺς ἐς τὴν δημοκρατίαν ἐκ προστάγματος Ἀλεξάνδρου πάλιν δουλεῦσαι τοῖς Ποντικοῖς. ἐφʼ οἷς ἄρα συμπαθὴς ὁ Λεύκολλος γενόμενός τε, καὶ φιλοτιμούμενός γε καὶ ὅδε ἐπὶ Ἀλεξάνδρῳ περὶ γένος Ἀττικόν, αὐτόνομον ἠφίει τὴν πόλιν καὶ τοὺς Ἀμισέας κατὰ τάχος συνεκάλει. ὧδε μὲν δὴ Σινώπην καὶ Ἀμισὸν Λεύκολλος ἐπόρθει τε καὶ συνῴκιζε, καὶ Μαχάρῃ τῷ παιδὶ τῷ Μιθριδάτου, Βοσπόρου τε βασιλεύοντι καὶ στέφανόν οἱ πέμψαντι ἀπὸ χρυσοῦ, φιλίαν συνέθετο, Μιθριδάτην δʼ ἐξῄτει παρὰ Τιγράνους. καὶ ἐς τὴν Ἀσίαν αὐτὸς ἐπανελθών, ὀφείλουσαν ἔτι τῶν Συλλείων ἐπιβολῶν, τέταρτα μὲν ἐπὶ τοῖς καρποῖς, τέλη δʼ ἐπὶ τοῖς θεράπουσι καὶ ταῖς οἰκίαις ὥριζεν. καὶ ἐπινίκια ἔθυεν ὡς δὴ τὸν πόλεμον κατωρθωκώς.
ἐπὶ δὲ ταῖς θυσίαις ἐπὶ τὸν Τιγράνην, οὐκ ἐκδιδόντα οἱ τὸν Μιθριδάτην, ἐστράτευε σὺν δύο τέλεσιν ἐπιλέκτοις καὶ ἱππεῦσι πεντακοσίοις. καὶ τὸν Εὐφράτην περάσας, μόνα τὰ χρήσιμα τοὺς βαρβάρους αἰτῶν διώδευεν· οἱ γὰρ ἄνδρες οὐκ ἐπολέμουν, οὐδʼ ἠξίουν τι πάσχειν, ἔστε Λεύκολλον καὶ Τιγράνην ἐπʼ ἀλλήλοις διακριθῆναι. Τιγράνῃ δʼ οὐδεὶς ἐμήνυεν ἐπιόντα Λεύκολλον· ὁ γάρ τοι πρῶτος εἰπὼν ἐκεκρέμαστο ὑπʼ αὐτοῦ, συνταράσσειν αὐτὸν τὰς πόλεις νομίσαντος. ὡς δέ ποτε ᾔσθετο, Μιθροβαρζάνην προύπεμπε μετὰ δισχιλίων ἱππέων, Λεύκολλον ἐπισχεῖν τοῦ δρόμου. Μαγκαίῳ δὲ Τιγρανόκερτα φυλάττειν ἐπέτρεψεν, ἥν τινα πόλιν, ὥς μοι προείρηται, ἐπὶ τιμῇ τῇ ἑαυτοῦ βασιλεὺς ἐν ἐκείνῳ γενέσθαι τῷ χωρίῳ συνῴκιζε, καὶ τοὺς ἀρίστους ἐς αὐτὴν συνεκάλει, ζημίαν ἐπιτιθείς, ὅσα μὴ μεταφέροιεν, δεδημεῦσθαι. τείχη τε αὐτοῖς περιέβαλε πεντηκονταπήχη τὸ ὕψος, ἱπποστασίων ἐν τῷ βάθει γέμοντα, καὶ βασίλεια καὶ παραδείσους κατὰ τὸ προάστειον ἐποίει μακρούς, καὶ κυνηγέσια πολλὰ καὶ λίμνας· ἀγχοῦ δὲ καὶ φρούριον ἀνίστη καρτερόν. καὶ πάντα τότε Μαγκαίῳ ταῦτʼ ἐπιτρέψας, περιῄει στρατιὰν ἀγείρων. Μιθροβαρζάνην μὲν οὖν ὁ Λεύκολλος εὐθὺς ἐκ τῆς πρώτης συμβολῆς τρεψάμενος ἐδίωκε, Μαγκαῖον δὲ Σεξτίλιος ἐς Τιγρανόκερτα κατακλείσας τὰ μὲν βασίλεια αὐτίκα, ἀτείχιστα ὄντα, διήρπασε, τὴν δὲ πόλιν καὶ τὸ φρούριον ἀπετάφρευε, καὶ μηχανὰς ἐφίστη, καὶ ὑπονόμοις ἀνεκρήμνη τὸ τεῖχος.
καὶ Σεξτίλιος μὲν ἀμφὶ ταῦτα ἐγίγνετο, Τιγράνης δέ, πεζῶν ἐς πέντε καὶ εἴκοσι μυριάδας ἀγείρας καὶ ἱππέας ἐς πεντακισμυρίους, προύπεμψεν αὐτῶν ἐς Τιγρανόκερτα περὶ ἑξακισχιλίους, οἳ διὰ μέσων Ῥωμαίων ἐς τὸ φρούριον ὠσάμενοί τε καὶ τὰς παλλακὰς τοῦ βασιλέως ἐξαρπάσαντες ἐπανῆλθον. τῷ δὲ λοιπῷ στρατῷ Τιγράνης αὐτὸς ἤλαυνεν ἐπὶ Λεύκολλον. καὶ αὐτῷ τότε πρῶτον Μιθριδάτης ἐς ὄψιν ἐλθὼν συνεβούλευε μὴ συμπλέκεσθαι Ῥωμαίοις, ἀλλὰ τῷ ἱππικῷ μόνῳ περιτρέχοντα καὶ τὴν γῆν λυμαινόμενον ἐς λιμὸν αὐτούς, εἰ δύναιτο, περικλεῖσαι, ᾧ τρόπῳ καὶ αὐτὸς ὑπὸ Λευκόλλου περὶ Κύζικον ἀμαχὶ κάμνων τὸν στρατὸν ἀπολέσαι. ὁ δὲ γελάσας αὐτοῦ τὴν στρατηγίαν, προῄει συνεσκευασμένος ἐς μάχην· καὶ τὴν Ῥωμαίων ὀλιγότητα ἰδὼν ἐπέσκωψεν οὕτως· εἰ μὲν πρέσβεις εἰσὶν οἵδε, πολλοί, εἰ δὲ πολέμιοι, πάμπαν ὀλίγοι. Λεύκολλος δὲ λόφον εὔκαιρον ἰδὼν ὄπισθεν τοῦ Τιγράνους, τοὺς μὲν ἱππέας ἐκ μετώπου προσέτασσεν ἐνοχλεῖν αὐτῷ καὶ περισπᾶν ἐφʼ ἑαυτοὺς καὶ ὑποχωρεῖν ἑκόντας, ἵνα τῶν βαρβάρων διωκόντων ἡ τάξις παραλυθείη· τοῖς δὲ πεζοῖς αὐτὸς ἐς τὸν λόφον περιοδεύσας ἀνῄει λαθών. καὶ ὡς εἶδε τοὺς πολεμίους ὑπὸ τῆς διώξεως οἷα νικῶντας ἐς πολλὰ διεσκεδασμένους, τὰ δὲ σκευοφόρα αὐτῶν πάντα ὑποκείμενα, ἀνεβόησε· νικῶμεν, ὦ ἄνδρες, καὶ ἐπὶ τὰ σκευοφόρα πρῶτος ἵετο δρόμῳ. τὰ δὲ αὐτίκα σὺν θορύβῳ φεύγοντα τοῖς πεζοῖς ἐνέπιπτε, καὶ τοῖς ἱππεῦσιν οἱ πεζοί. τροπή τε ἦν εὐθὺς ὁλοσχερής· οἵ τε γὰρ ἐν τῇ διώξει μακρὰν ἀπεσπασμένοι τῶν Ῥωμαϊκῶν ἱππέων ἐπιστρεψάντων ἐς αὐτοὺς ἀπώλλυντο, καὶ τὰ σκευοφόρα τοῖς ἄλλοις ἐνέπιπτεν ὡς ἐνοχλούμενα. πάντων τε ὡς ἐν τοσῷδε πλήθει θλιβομένων, καὶ τὸ ἀκριβὲς οὐκ εἰδότων, ὁπόθεν ἡ ἧσσα αὐτοῖς ἄρχοιτο, πολὺς ἦν φόνος, οὐδενὸς σκυλεύοντος οὐδέν· ἀπηγόρευτο γὰρ ἐκ Λευκόλλου μετʼ ἀπειλῆς, ὥστε καὶ ψέλια καὶ περιαυχένια παροδεύοντες ἔκτεινον ἐπὶ σταδίους ἑκατὸν καὶ εἴκοσιν, ἔστε νὺξ ἐπέλαβε. τότε δʼ ἀναστρέφοντες ἐσκύλευον· ἐδίδου γὰρ ὁ Λεύκολλος ἤδη.
γιγνομένην δὲ τὴν ἧτταν ὁ Μαγκαῖος ἐφορῶν ἀπὸ Τιγρανοκέρτων, τοὺς Ἕλληνας, οἳ ἐμισθοφόρουν αὐτῷ, πάντας ἐξώπλισεν ὑποπτεύων· οἳ σύλληψιν δεδιότες, ἀθρόοι σκυτάλας ἔχοντες ἐβάδιζόν τε καὶ ηὐλίζοντο. Μαγκαίου δὲ τοὺς βαρβάρους ἐπάγοντος αὐτοῖς ὡπλισμένους, διαδησάμενοι τὰ ἱμάτια ταῖς λαιαῖς ἀντὶ ἀσπίδων, μετὰ τόλμης ἐσέδραμον ἐς αὐτούς· καὶ ὅσους ἀνέλοιεν, εὐθὺς ἐμερίζοντο τὰ ὅπλα. ὡς δὲ ἐκ τῶν δυνατῶν εἶχον αὐτάρκως, μεσοπύργιά τινα κατέλαβον, καὶ Ῥωμαίους ἔξωθεν ἐκάλουν τε καὶ ἀναβαίνοντας ἐδέχοντο. οὕτω μὲν ἑάλω Τιγρανόκερτα, καὶ πλοῦτος διηρπάζετο πολύς, οἷα πόλεως νεοκατασκεύου, φιλοτίμως συνῳκισμένης.
Τιγράνης δὲ καὶ Μιθριδάτης στρατὸν ἄλλον ἤθροιζον περιιόντες, οὗ τὴν στρατηγίαν ἐπετέτραπτο Μιθριδάτης, ἡγουμένου Τιγράνους αὐτῷ γεγονέναι τὰ παθήματα διδάγματα. ἔπεμπον δὲ καὶ ἐς τὸν Παρθυαῖον, ἐπικουρεῖν σφίσι παρακαλοῦντες. ἀντιπρεσβεύοντος δὲ Λευκόλλου, καὶ ἀξιοῦντος ἢ οἷ συμμαχῆσαι ἢ ἀμφοτέροις ἐκστῆναι τοῦ ἀγῶνος, ὁ μὲν κρύφα συντιθέμενος ἑκατέροις, οὐκ ἔφθασεν οὐδετέροις ἀμῦναι, ὁ δὲ Μιθριδάτης ὅπλα τε εἰργάζετο κατὰ πόλιν ἑκάστην, καὶ ἐστρατολόγει σχεδὸν ἅπαντας Ἀρμενίους. ἐπιλεξάμενος δʼ αὐτῶν τοὺς ἀρίστους, ἐς ἑπτακισμυρίους πεζοὺς καὶ ἱππέας ἡμίσεας, τοὺς μὲν ἄλλους ἀπέλυσε, τοὺς δʼ ἐς ἴλας τε καὶ σπείρας ἀγχοτάτω τῆς Ἰταλικῆς συντάξεως καταλέγων Ποντικοῖς ἀνδράσι γυμνάζειν παρεδίδου. προσιόντος δʼ αὐτοῖς τοῦ Λευκόλλου, ὁ μὲν Μιθριδάτης τὸ πεζὸν ἅπαν καὶ μέρος τι τῶν ἱππέων ἐπὶ λόφου συνεῖχε, τῇ λοιπῇ δʼ ἵππῳ Τιγράνης τοῖς σιτολογοῦσι Ῥωμαίοις περιπεσὼν ἡσσᾶτο. καὶ μᾶλλον ἀδεῶς ἀπὸ τοῦδε οἱ Ῥωμαῖοι πλησίον αὐτοῦ Μιθριδάτου ἐσιτολόγουν τε καὶ ἐστρατοπέδευον. κονιορτὸς δʼ αὖθις ἠγείρετο πολὺς ὡς ἐπιόντος τοῦ Τιγράνους· καὶ τὸ ἐνθύμημα ἦν ἐν μέσῳ Λεύκολλον ἀμφοῖν γενέσθαι. ὁ δʼ αἰσθόμενος τοὺς μὲν ἀρίστους τῶν ἱππέων προύπεμψε πορρωτάτω συμπλέκεσθαι τῷ Τιγράνῃ καὶ κωλύειν αὐτὸν ἐξ ὁδοιπορίας ἐς τάξιν καθίστασθαι, αὐτὸς δὲ τὸν Μιθριδάτην προκαλούμενος ἐς μάχην καὶ περιταφρεύων οὐκ ἠρέθιζεν, ἕως χειμὼν ἐπιπεσὼν διέλυσε τὸ ἔργον ἅπασιν.
καὶ Τιγράνης μὲν ἐξ ὅλης Ἀρμενίας ἐς τὰ ἐντὸς ἀνεζεύγνυεν, ὁ δὲ Μιθριδάτης ἐς τὸν Πόντον ἐπὶ τὰ λοιπὰ τῆς ἰδίας ἀρχῆς ἠπείγετο, τετρακισχιλίους οἰκείους ἔχων, καὶ τοσούσδε ἑτέρους παρὰ Τιγράνους λαβών. ἐφείπετο δʼ αὐτῷ καὶ ὁ Λεύκολλος, ἀναζευγνὺς καὶ ὅδε διὰ τὴν ἀπορίαν. φθάσας δʼ αὐτὸν ὁ Μιθριδάτης ἐπέθετο Φαβίῳ τῷ δεῦρο ἐκ Λευκόλλου στρατηγεῖν ὑπολελειμμένῳ, καὶ τρεψάμενος αὐτὸν ἔκτεινε πεντακοσίους. ἐλευθερώσαντος δὲ τοῦ Φαβίου θεράποντας ὅσοι ἦσαν ἐν τῷ στρατοπέδῳ, καὶ διʼ ὅλης ἡμέρας αὖθις ἀγωνιζομένου, παλίντροπος ἦν ὁ ἀγών, μέχρι τὸν Μιθριδάτην, πληγέντα λίθῳ τε ἐς τὸ γόνυ καὶ ὑπὸ τὸν ὀφθαλμὸν βέλει, κατὰ σπουδὴν ἀποκομισθῆναι, καὶ πολλὰς ἡμέρας τοὺς μὲν φόβῳ τοῦ βασιλέως τῆς σωτηρίας, τοὺς δὲ ὑπὸ πλήθους τραυμάτων ἠρεμῆσαι. Μιθριδάτην μὲν οὖν ἐθεράπευον Ἄγαροι, Σκυθικὸν ἔθνος, ἰοῖς ὄφεων ἐς τὰς θεραπείας χρώμενοι καὶ ἐπὶ τῷδε ἀεὶ βασιλεῖ συνόντες· Φαβίῳ δὲ Τριάριος, ἕτερος Λευκόλλου στρατηγός, ἐπελθὼν μετʼ οἰκείου στρατοῦ, τήν τε ἀρχὴν παρὰ τοῦ Φαβίου καὶ τὸ ἀξίωμα παρελαμβανεν. καὶ μετʼ οὐ πολὺ χωρούντων ἐς μάχην αὐτοῦ τε καὶ Μιθριδάτου, πνεῦμα, οἷον οὐκ ἐμνημονεύετο γενέσθαι, τάς τε σκηνὰς ἀμφοτέρων διέρριψε καὶ τὰ ὑποζύγια παρέσυρε καὶ τῶν ἀνδρῶν ἔστιν οὓς κατεκρήμνισεν.
καὶ τότε μὲν ἀνεχώρουν ἑκάτεροι, ἀπαγγελλομένου δὲ Λευκόλλου προσιέναι, προλαβεῖν τὸ ἔργον ὁ Τριάριος ἐπειγόμενος ἔτι νυκτὸς ἐπεχείρει ταῖς Μιθριδάτου προφυλακαῖς. ἰσομάχου δʼ ἐς πολὺ τοῦ ἀγῶνος ὄντος, ὁ βασιλεὺς ἐς τὸ καθʼ αὑτὸν μέρος ἐπιβαρήσας ἔκρινε τὴν μάχην, καὶ διασπάσας τοὺς πολεμίους τὸ πεζὸν αὐτῶν κατέκλεισεν ἐς διώρυχα πηλοῦ, ἔνθα διεφθείροντο στῆναι μὴ δυνάμενοι. τοὺς δʼ ἱππέας ἀνὰ τὸ πεδίον ἐδίωκεν, ἐκθύμως τῇ φορᾷ τῆς εὐτυχίας καταχρώμενος, ἔστε τις αὐτὸν Ῥωμαῖος λοχαγός, οἷα θεράπων αὐτῷ συντροχάζων, ἐς τὸν μηρὸν ἐπάταξε ξίφει πληγὴν βαθεῖαν, οὐκ ἐλπίσας ἐς τὰ νῶτα διὰ τοῦ θώρακος ἐφίξεσθαι. καὶ τόνδε μὲν εὐθὺς οἱ πλησίον συνέκοπτον, ὁ δὲ Μιθριδάτης ἀπεφέρετο ὀπίσω, καὶ οἱ φίλοι τὴν στρατιὰν ἀπὸ νίκης λαμπρᾶς ἀνεκάλουν σὺν ἐπείξει βαρείᾳ. ἐνέπιπτε δὲ τοῖς μαχομένοις ἐπὶ τῷ παραλόγῳ τῆς ἀνακλήσεως θόρυβός τε καὶ ἀπορία, μή τι δεινὸν ἑτέρωθεν εἴη, μέχρι μαθόντες εὐθὺς ἐν τῷ πεδίῳ τὸ σῶμα περιίσταντο καὶ ἐθορύβουν, ἕως Τιμόθεος αὐτοῖς ὁ ἰατρός, ἐπισχὼν τὸ αἷμα, ἐπέδειξεν αὐτὸν ἐκ μετεώρου, οἷόν τι καὶ Μακεδόσιν ἐν Ἰνδοῖς, ὑπὲρ Ἀλεξάνδρου δεδιόσιν, ὁ Ἀλέξανδρος αὑτὸν ἐπὶ νεῶς θεραπευόμενον ἐπέδειξεν. ὁ δὲ Μιθριδάτης ὡς ἀνήνεγκεν, αὐτίκα τοῖς ἀνακαλέσασιν ἐκ τῆς μάχης κατεμέμφετο, καὶ τὸν στρατὸν αὐτῆς ἡμέρας ἦγεν αὖθις ἐπὶ τὸ Ῥωμαίων στρατόπεδον. οἱ δὲ καὶ ἐκ τοῦδε ἐπεφεύγεσαν ἤδη σὺν δέει. σκυλευομένων δὲ τῶν νεκρῶν ἐφαίνοντο χιλίαρχοι μὲν εἴκοσι καὶ τέσσαρες, ἑκατόνταρχοι δὲ πεντήκοντα καὶ ἑκατόν, ὅσον ἡγεμόνων πλῆθος οὐ ῥᾳδίως συνέπεσε Ῥωμαίοις ἐν ἥττῃ μιᾷ.
ὁ δὲ Μιθριδάτης ἐς Αρμενίαν, ἣν δὴ νῦν Ῥωμαῖοι βραχυτέραν Ἀρμενίαν καλοῦσιν, ἀνεζεύγνυ, τὰ μὲν εὐκόμιστα πάντα σιτολογῶν, τὰ δὲ δυσχερῆ διαφθείρων τε καὶ Λεύκολλον ἐπιόντα προαφαιρούμενος. καί τις ἀνὴρ Ῥωμαῖος, ἀπὸ βουλῆς, Ἀττίδιος ὄνομα, διὰ δίκην φυγὼν ἐκ τῆς πατρίδος ἐς Μιθριδάτην πρὸ πολλοῦ καὶ φιλίας ἀξιούμενος, ἑάλω τότε ἐπιβουλεύων αὐτῷ. καὶ τόνδε μὲν ὁ βασιλεὺς οὐ δικαιῶν βασανίσαι, Ῥωμαίων ποτὲ βουλευτὴν γενόμενον, ἔκτεινε, τοὺς δὲ συναμαρτόντας ᾐκίσατο δεινῶς. ἀπελεύθεροι δʼ ὅσοι τῷ Ἀττιδίῳ συνεγνώκεσαν, ἀπαθεῖς ἀφῆκεν ὡς δεσπότῃ διακονησαμένους. Λευκόλλου δʼ ἤδη τῷ Μιθριδάτῃ παραστρατοπεδεύοντος, ὁ τῆς Ἀσίας στρατηγὸς περιπέμπων ἐκήρυσσε Ῥωμαίους ἐπικαλεῖν Λευκόλλῳ πέρα τοῦ δέοντος πολεμοῦντι, καὶ τοὺς ὑπʼ αὐτῷ τῆς στρατείας ἀφιέναι, καὶ τῶν οὐ πειθομένων τὰ ὄντα δημεύσειν. ὧν ἐξαγγελθέντων ὁ στρατὸς αὐτίκα διελύετο, χωρὶς ὀλίγων. ὅσοι πάνυ πένητες ὄντες καὶ τὴν ζημίαν οὐ δεδιότες τῷ Λευκόλλῳ παρέμενον.
ὧδε μὲν δὴ καὶ ὁ Λευκόλλου πρὸς Μιθριδάτην πόλεμος ἐς οὐδὲν βέβαιον οὐδὲ κεκριμένον τέλος ἔληξεν· ἀφισταμένης γὰρ τῆς Ἰταλίας ἐνοχλούμενοι, καὶ λῃστευομένης τῆς θαλάσσης λιμῷ πιεζόμενοι, οὐκ ἐν καιρῷ σφίσιν ἡγοῦντο πολεμεῖν ἄλλον τοσόνδε πόλεμον, πρὶν τὰ ἐνοχλοῦντα διαθέσθαι. ὧν καὶ ὁ Μιθριδάτης αἰσθανόμενος ἐς Καππαδοκίαν ἐσέβαλε καὶ τὴν ἰδίαν ἀρχὴν ὠχύρου. καὶ τάδε αὐτὸν πράσσοντα οἱ Ῥωμαῖοι περιεώρων ἐφʼ ὅσον αὐτοῖς ἡ θάλασσα ἐκαθαίρετο. ὡς δʼ ἐκεκάθαρτο καὶ ὁ καθήρας Πομπήιος ἔτι ἦν ἐν Ἀσίᾳ, τὸν Μιθριδάτειον πόλεμον ἀνελάμβανον αὐτίκα, καὶ ἐπέστελλον καὶ τοῦδε τῷ Πομπηίῳ στρατηγῆσαι. διό μοι δοκεῖ μέρος ὄντα τῆς Πομπηίου στρατείας τὰ περὶ τὴν θάλασσαν αὐτῷ πρὸ Μιθριδάτου κατειργασμένα, καὶ ἐς οὐδεμίαν συγγραφὴν οἰκείαν ἄλλην ἀπαντῶντα, ἐς τόδε τὸ μέρος συναγαγεῖν τε καὶ ἐπιδραμεῖν, ὡς ἐγένετο.
Μιθριδάτης ὅτε πρῶτον Ῥωμαίοις ἐπολέμει καὶ τῆς Ἀσίας ἐκράτει, Σύλλα περὶ τὴν Ἑλλάδα πονουμένου, ἡγούμενος οὐκ ἐς πολὺ καθέξειν τῆς Ἀσίας, τά τε ἄλλα, ὥς μοι προείρηται, πάντα ἐλυμαίνετο, καὶ ἐς τὴν θάλασσαν πειρατὰς καθῆκεν, οἳ τὸ μὲν πρῶτον ὀλίγοις σκάφεσι καὶ μικροῖς οἷα λῃσταὶ περιπλέοντες ἐλύπουν, ὡς δὲ ὁ πόλεμος ἐμηκύνετο, πλέονες ἐγίγνοντο καὶ ναυσὶ μεγάλαις ἐπέπλεον. γευσάμενοι δὲ κερδῶν μεγάλων, οὐδʼ ἡττωμένου καὶ σπενδομένου τοῦ Μιθριδάτου καὶ ἀναχωροῦντος ἔτι ἐπαύοντο· οἱ γὰρ βίου καὶ πατρίδων διὰ τὸν πόλεμον ἀφῃρημένοι, καὶ ἐς ἀπορίαν ἐμπεσόντες ἀθρόαν, ἀντὶ τῆς γῆς ἐκαρποῦντο τὴν θάλασσαν, μυοπάρωσι πρῶτον καὶ ἡμιολίαις, εἶτα δικρότοις καὶ τριήρεσι κατὰ μέρη περιπλέοντες, ἡγουμένων λῃστάρχων οἷα πολέμου στρατηγῶν. ἔς τε ἀτειχίστους πόλεις ἐμπίπτοντες, καὶ ἑτέρων τὰ τείχη διορύττοντες ἢ κόπτοντες ἢ πολιορκίᾳ λαμβάνοντες, ἐσύλων· καὶ τοὺς ἄνδρας, οἷς τι πλέον εἴη, ἐς ναυλοχίαν ἐπὶ λύτροις ἀπῆγον. καὶ τάδε τὰ λήμματα, ἀδοξοῦντες ἤδη τὸ τῶν λῃστῶν ὄνομα, μισθοὺς ἐκάλουν στρατιωτικούς. χειροτέχνας τε εἶχον ἐπʼ ἔργοις δεδεμένους, καὶ ὕλην ξύλου καὶ χαλκοῦ καὶ σιδήρου συμφέροντες οὔποτε ἐπαύοντο· ἐπαιρόμενοι γὰρ ὑπὸ τοῦ κέρδους, καὶ τὸ λῃστεύειν οὐκ ἐγνωκότες ἔτι μεθεῖναι, βασιλεῦσι δʼ ἤδη καὶ τυράννοις ἢ στρατοπέδοις μεγάλοις ἑαυτοὺς ὁμοιοῦντες, καὶ νομίζοντες, ὅτε συνέλθοιεν ἐς τὸ αὐτὸ πάντες, ἄμαχοι γενήσεσθαι, ναῦς τε καὶ ὅπλα πάντα ἐτεκταίνοντο, μάλιστα περὶ τὴν τραχεῖαν λεγομένην Κιλικίαν, ἣν κοινὸν σφῶν ὕφορμον ἢ στρατόπεδον ἐτίθεντο εἶναι, φρούρια μὲν καὶ ἄκρας καὶ νήσους ἐρήμους καὶ ναυλοχίας ἔχοντες πολλαχοῦ, κυριωτάτας δὲ ἀφέσεις ἡγούμενοι τὰς περὶ τήνδε τὴν Κιλικίαν, τραχεῖάν τε καὶ ἀλίμενον οὖσαν καὶ κορυφαῖς μεγάλαις ἐξέχουσαν. ὅθεν δὴ καὶ πάντες ὀνόματι κοινῷ Κίλικες ἐκαλοῦντο, ἀρξαμένου μὲν ἴσως τοῦ κακοῦ παρὰ τῶν Τραχεωτῶν Κιλίκων, συνεπιλαβόντων δὲ Σύρων τε καὶ Κυπρίων καὶ Παμφύλων καὶ τῶν Ποντικῶν καὶ σχεδὸν ἁπάντων τῶν ἑῴων ἐθνῶν οἳ πολλοῦ καὶ χρονίου σφίσιν ὄντος τοῦ Μιθριδατείου πολέμου δρᾶν τι μᾶλλον ἢ πάσχειν αἱρούμενοι τὴν θάλασσαν ἀντὶ τῆς γῆς ἐπελέγοντο,
ὥστε πολλαὶ τάχιστα αὐτῶν μυριάδες ἦσαν, καὶ οὐ μόνης ἔτι τῆς ἑῴας θαλάσσης ἐκράτουν, ἀλλὰ καὶ τῆς ἐντὸς Ἡρακλείων στηλῶν ἁπάσης· καὶ γάρ τινας ἤδη Ῥωμαίων στρατηγοὺς ναυμαχίᾳ ἐνενικήκεσαν, ἄλλους τε καὶ τὸν τῆς Σικελίας περὶ αὐτῇ Σικελίᾳ. ἄπλωτά τε ἤδη πάντα ἦν, καὶ ἡ γῆ τῶν ἔργων ἐνδεὴς διὰ τὴν ἀνεπιμιξίαν. ἥ τε πόλις ἡ Ῥωμαίων ᾔσθετο μάλιστα τοῦ κακοῦ, τῶν τε ὑπηκόων σφίσι καμνόντων, καὶ αὐτοὶ διὰ πλῆθος ἴδιον ἐπιπόνως λιμώττοντες. τὸ δʼ ἔργον αὐτοῖς ἐφαίνετο μέγα καὶ δυσχερές, ἐξελεῖν τοσάδε στρατόπεδα ἀνδρῶν ναυτικῶν, μεμερισμένα μὲν ἐς πᾶσαν ἐν κύκλῳ γῆν καὶ θάλασσαν, κοῦφα δὲ ταῖς κατασκευαῖς ἐς τὸ ὑποφεύγειν, οὐκ ἐκ πατρίδων ἢ φανερᾶς χώρας ὁρμώμενα, οὐδʼ οἰκεῖον οὐδὲν ἢ ἴδιον ἀλλʼ ἀεὶ τὸ προστυχὸν ἔχοντα. ὥστε πολὺς ὢν ὁ τοῦδε τοῦ πολέμου παράλογος, ἔννομον οὐδὲν ἔχοντος οὐδὲ βέβαιον οὐδὲ φανερόν, ἀμηχανίαν ὁμοῦ καὶ φόβον εἰργάζετο. Μουρήνας τε ἐγχειρήσας αὐτοῖς οὐδὲν ἐξείργαστο μέγα. ἀλλʼ οὐδὲ Σερουίλιος Ἰσαυρικὸς ἐπὶ τῷ Μουρήνᾳ, ἀλλʼ ἤδη καὶ τῆς γῆς τῆς Ἰταλικῆς τοῖς παραλίοις, ἀμφί τε τὸ Βρεντέσιον καὶ τὴν Τυρρηνίαν, ἐπέβαινον οἱ λῃσταὶ σὺν καταφρονήσει, καὶ γύναια παροδεύοντα τῶν εὐπατριδῶν καὶ δύο στρατηγοὺς αὐτοῖς σημείοις συνηρπάκεσαν.
ὧν οὔτε τὴν βλάβην οὔτε τὴν αἰσχύνην ἔτι φέροντες οἱ Ῥωμαῖοι τὸν τότε σφῶν ἐπὶ δόξης ὄντα μεγίστης Γναῖον Πομπήιον αἱροῦνται νόμῳ στρατηγὸν ἐπὶ τριετὲς αὐτοκράτορα εἶναι θαλάσσης τε ἁπάσης ἣ στηλῶν Ἡρακλείων ἐντός ἐστι, καὶ γῆς ἀπὸ θαλάσσης ἐπὶ σταδίους τετρακοσίους ἄνω. βασιλεῦσί τε καὶ δυνάσταις καὶ ἔθνεσι καὶ πόλεσι πάσαις ἐπέστελλον ἐς πάντα συλλαμβάνειν τῷ Πομπηίῳ, καὶ αὐτῷ στρατιὰν καταλέγειν ἔδοσαν καὶ χρήματα ἀγείρειν. συνέπεμψαν δὲ καὶ παρὰ σφῶν στρατὸν πολὺν ἐκ καταλόγου, καὶ ναῦς ὅσας εἶχον, καὶ χρημάτων ἐς ἑξακισχίλια τάλαντα Ἀττικά. οὕτω μέγα καὶ δυσεργὲς ἡγοῦντο εἶναι τοσῶνδε κρατῆσαι στρατοπέδων, ἐν τοσῇδε θαλάσσῃ καὶ μυχοῖς τοσοῖσδε διαλανθανόντων τε εὐμαρῶς καὶ ὑποχωρούντων ῥᾳδίως καὶ ἐμπιπτόντων αὖθις ἀφανῶς. ἀνήρ τε οὐδείς πω πρὸ τοῦ Πομπηίου ἐπὶ τοσήνδε ἀρχὴν αἱρεθεὶς ὑπὸ Ῥωμαίων ἐξέπλευσεν, ᾧ στρατιὰ μὲν αὐτίκα ἦν ἐν δώδεκα μυριάσι πεζῶν καὶ ἱππεῖς τετρακισχίλιοι, νῆες δὲ σὺν ἡμιολίαις ἑβδομήκοντα καὶ διακόσιαι, ὑπηρέται δʼ ἀπὸ τῆς βουλῆς, οὓς καλοῦσι πρεσβευτάς, πέντε καὶ εἴκοσιν· οἷς ὁ Πομπήιος ἐπιδιῄρει τὴν θάλασσαν, καὶ ναῦς ἐδίδου καὶ ἱππέας ἑκάστῳ καὶ στρατὸν πεζόν, καὶ στρατηγίας σημεῖα περικεῖσθαι, ἵνʼ αὐτοκράτωρ ἐντελὴς οὗ πιστεύοιτο μέρους ἕκαστος ὑπάρχοι, αὐτὸς δʼ, οἷα δὴ βασιλεὺς βασιλέων, αὐτοὺς περιθέοι καὶ ἐφορῴη μένοντας ἐφʼ ὧν ἐτάχθησαν, μηδὲ μεταδιώκων τοὺς λῃστὰς περιφέροιτο ἐξ ἔργων ἀτελῶν ἔτι ὄντων ἐς ἕτερα, ἀλλʼ εἶεν οἱ πανταχόθεν αὐτοῖς ἀπαντῶντές τε καὶ τὰς ἐς ἀλλήλους διαδρομὰς ἀποκλείοντες.
οὕτω διαθεὶς ὁ Πομπήιος ἅπαντα, ἐπέστησεν Ἰβηρίᾳ μὲν καὶ ταῖς Ἡρακλείοις στήλαις Τιβέριον Νέρωνα καὶ Μάλλιον Τορκουᾶτον, ἀμφὶ δὲ τὴν Λιγυστικήν τε καὶ Κελτικὴν θάλασσαν Μᾶρκον Πομπώνιον, Λιβύῃ δὲ καὶ Σαρδόνι καὶ Κύρνῳ, καὶ ὅσαι πλησίον νῆσοι, Λέντλον τε Μαρκελλῖνον καὶ Πόπλιον Ἀτίλιον, περὶ δὲ αὐτὴν Ἰταλίαν Λεύκιον Γέλλιον καὶ Γναῖον Λέντλον. Σικελίαν δὲ καὶ τὸν Ἰόνιον ἐφύλασσον αὐτῷ Πλώτιός τε Οὐᾶρος καὶ Τερέντιος Οὐάρρων μέχρι Ἀκαρνανίας, Πελοπόννησον δὲ καὶ τὴν Ἀττικήν, ἔτι δʼ Εὔβοιαν καὶ Θεσσαλίαν καὶ Μακεδονίαν καὶ Βοιωτίαν Λεύκιος Σισιννᾶς, τὰς δὲ νήσους καὶ τὸ Αἰγαῖον ἅπαν καὶ τὸν Ἑλλήσποντον ἐπʼ ἐκείνῳ Λεύκιος Λόλλιος, Βιθυνίαν δὲ καὶ Θρᾴκην καὶ τὴν Προποντίδα καὶ τὸ τοῦ Πόντου στόμα Πούπλιος Πείσων, Λυκίαν δὲ καὶ Παμφυλίαν καὶ Κύπρον καὶ Φοινίκην Μέτελλος Νέπως. ὧδε μὲν αὐτῷ διετετάχατο οἱ στρατηγοὶ ἐπιχειρεῖν τε καὶ ἀμύνεσθαι, καὶ φυλάσσειν τὰ τεταγμένα, καὶ τοὺς παρʼ ἀλλήλων ἐκφεύγοντας ὑπολαμβάνειν, ἵνα μὴ διώκοντες ἀφίσταιντο μακράν, μηδὲ ὡς ἐν δρόμῳ περιφέροιντο, καὶ χρόνιον εἴη τὸ ἔργον, αὐτὸς δʼ ἅπαντας ἐπέπλει. καὶ τὰ ἐς δύσιν πρῶτα ἡμέραις τεσσαράκοντα ἐπιδὼν ἐς Ῥώμην παρῆλθεν. ὅθεν ἐς Βρεντέσιον, καὶ ἐκ Βρεντεσίου τοσῷδε διαστήματι τὴν ἕω περιπλεύσας, ἐξέπληξεν ἅπαντας τάχει τε ἐπίπλου καὶ μεγέθει παρασκευῆς καὶ φόβῳ δόξης, ὥστε τοὺς λῃστὰς ἐλπίσαντας αὐτῷ προεπιχειρήσειν, ἢ οὐκ εὐμαρές γε τὸ κατὰ σφῶν ἔργον ἀποδείξειν, δείσαντας εὐθὺς τῶν τε πόλεων ἃς ἐπολιόρκουν ἐξαναχθῆναι, καὶ ἐς τὰς συνήθεις ἄκρας καὶ ναυλοχίας ὑποφεύγειν, καὶ Πομπηίῳ τὴν μὲν θάλασσαν αὐτίκα ἀμαχὶ κεκαθάρθαι, τοὺς δὲ λῃστὰς ὑπὸ τῶν στρατηγῶν ἁλίσκεσθαι πανταχοῦ κατὰ μέρη.
αὐτὸς δὲ ἐς Κιλικίαν ἠπείγετο μετὰ ποικίλου στρατοῦ καὶ μηχανημάτων πολλῶν, ἐλπίσας παντοίας μάχης καὶ πολιορκίας αὐτῷ δεήσειν ἐπὶ ἄκρας ἀποκρήμνους. οὐδενὸς δὲ ἐδέησε· τὸ γὰρ κλέος αὐτοῦ καὶ τὴν παρασκευὴν οἱ λῃσταὶ καταπλαγέντες, καὶ ἐλπίσαντες, εἰ μὴ διὰ μάχης ἔλθοιεν, τεύξεσθαι φιλανθρώπου, πρῶτοι μὲν οἳ Κράγον καὶ Ἀντίκραγον εἶχον, φρούρια μέγιστα, μετὰ δʼ ἐκείνους οἱ ὄρειοι Κίλικες καὶ ἐφεξῆς ἅπαντες ἑαυτοὺς ἐνεχείρισαν, ὅπλα τε ὁμοῦ πολλά, τὰ μὲν ἕτοιμα τὰ δὲ χαλκευόμενα, παρέδωκαν, καὶ ναῦς τὰς μὲν ἔτι πηγνυμένας τὰς δʼ ἤδη πλεούσας, χαλκόν τε καὶ σίδηρον ἐς ταῦτα συνενηνεγμένον καὶ ὀθόνας καὶ κάλως καὶ ὕλην ποικίλην, αἰχμαλώτων τε πλῆθος, τῶν μὲν ἐπὶ λύτροις τῶν δὲ ἐπὶ ἔργοις δεδεμένων. ὧν ὁ Πομπήιος τὴν μὲν ὕλην ἐνέπρησε, τὰς δὲ ναῦς ἀπήγαγε, τοὺς δʼ αἰχμαλώτους ἐς τὰς πατρίδας ἀφῆκε· καὶ πολλοὶ κενοτάφια σφῶν κατέλαβον ὡς ἐπὶ νεκροῖς γενόμενα. τοὺς δὲ πειρατὰς οἳ μάλιστα ἐδόκουν οὐχ ὑπὸ μοχθηρίας ἀλλʼ ἀπορίᾳ βίου διὰ τὸν πόλεμον ἐπὶ ταῦτα ἐλθεῖν, ἐς Μαλλὸν καὶ Ἄδανα καὶ Ἐπιφάνειαν, ἢ εἴ τι ἄλλο πόλισμα ἔρημον ἢ ὀλιγάνθρωπον ἦν τῆσδε τῆς τραχείας Κιλικίας, συνῴκιζε· τοὺς δέ τινας αὐτῶν καὶ ἐς Δύμην τῆς Ἀχαΐας ἐξέπεμπεν. ὧδε μὲν ὁ λῃστρικὸς πόλεμος, χαλεπώτατος ἔσεσθαι νομισθείς, ὀλιγήμερος ἐγένετο τῷ Πομπηίῳ· καὶ ναῦς ἔλαβε τὰς μὲν ἁλούσας μίαν καὶ ἑβδομήκοντα, τὰς δὲ ὑπʼ αὐτῶν παραδοθείσας ἓξ καὶ τριακοσίας, πόλεις δὲ καὶ φρούρια καὶ ὁρμητήρια ἄλλα αὐτῶν ἐς εἴκοσι καὶ ἑκατόν. λῃσταὶ δʼ ἀνῃρέθησαν ἐν ταῖς μάχαις ἀμφὶ τοὺς μυρίους.
ἐπὶ δὴ τούτοις ὀξέως τε οὕτω καὶ παραδόξως γενομένοις οἱ Ῥωμαῖοι τὸν Πομπήιον μέγα ἐπαίροντες, ἔτι ὄντα περὶ Κιλικίαν εἵλοντο τοῦ πρὸς Μιθριδάτην πολέμου στρατηγὸν ἐπὶ τῆς ὁμοίας ἐξουσίας, αὐτοκράτορα ὄντα, ὅπῃ θέλοι, συντίθεσθαί τε καὶ πολεμεῖν, καὶ φίλους ἢ πολεμίους Ῥωμαίοις οὓς δοκιμάσειε ποιεῖσθαι· στρατιᾶς τε πάσης, ὅση πέραν ἐστὶ τῆς Ἰταλίας, ἄρχειν ἔδωκαν. ἅπερ οὐδενί πω παντάπασι πρὸ τοῦδε ὁμοῦ πάντα ἐδόθη. καὶ ἴσως αὐτὸν καὶ διὰ τάδε μέγαν ὀνομάζουσιν· ὁ γάρ τοι πόλεμος ὁ τοῦ Μιθριδάτου καὶ ὑπὸ τῶν προτέρων στρατηγῶν ἐξήνυστο ἤδη.
Πομπήιος μὲν οὖν εὐθὺς ἐκ τῆς Ἀσίας στρατὸν ἀγείρας μετεστρατοπέδευσεν ἐπὶ τοὺς ὅρους τοῦ Μιθριδάτου· Μιθριδάτῃ δὲ ἦν ἐπίλεκτος οἰκεῖος στρατός, τρισμύριοι πεζοὶ καὶ ἱππεῖς τρισχίλιοι, καὶ προὐκάθητο τῆς χώρας. ἄρτι δʼ αὐτὴν Λευκόλλου διεφθαρκότος ἀπόρως εἶχεν ἀγορᾶς· ὅθεν αὐτομολίαις ἐπετίθεντο πολλοί. καὶ τούσδε μὲν ὁ Μιθριδάτης ἐρευνώμενος ἐκρήμνη καὶ ὀφθαλμοὺς ἀνώρυττε καὶ ἔκαιεν. καὶ τὰ μὲν τῶν αὐτομολιῶν ἧσσον ἠνώχλει διὰ φόβον τῶν κολάσεων, ἐπέτριβε δʼ ἡ ἀπορία.
πρέσβεις οὖν ἐς Πομπήιον πέμψας ἠξίου μαθεῖν, τίς ἂν εἴη τοῦ πολέμου διάλυσις. ὁ δʼ ἐὰν τοὺς αὐτομόλους ἡμῖν παραδῷς ἔφη, καὶ σεαυτὸν ἡμῖν ἐπιτρέψῃς. ὧν ὁ Μιθριδάτης πυθόμενος τοῖς αὐτομόλοις τὸ περὶ αὐτῶν ἔφρασε, καὶ δεδιότας ὁρῶν ὤμοσεν ὅτι οἱ τὰ πρὸς Ῥωμαίους ἐστὶν ἄσπονδα διὰ τὴν πλεονεξίαν αὐτῶν, καὶ οὐκ ἐκδώσει τινά, οὐδὲ πράξει ποτὲ ὃ μὴ κοινῇ πᾶσι συνοίσει. ὁ μὲν δὴ ὧδε εἶπεν, ὁ δὲ Πομπήιος ἐνέδραν ποι καθεὶς ἱππέων, ἑτέρους ἔπεμπεν ἐκ φανεροῦ τοῖς προφύλαξι τοῦ βασιλέως ἐνοχλεῖν· καὶ εἴρητο αὐτοῖς ἐρεθίζειν καὶ ὑποφεύγειν ὥσπερ ἡττωμένους, ἔστε περ οἱ ἐκ τῆς ἐνέδρας περιλαβόντες αὐτοὺς ἐτρέψαντο. καὶ φεύγουσι τάχʼ ἂν καὶ ἐς τὸ στρατόπεδον συνεσεπήδησαν, εἰ μὴ δείσας ὁ βασιλεὺς προήγαγε τὸ πεζόν. οἱ δʼ ἀπεχώρουν. καὶ τέλος ἦν τοῦτο τῇ πρώτῃ Πομπηίου καὶ Μιθριδάτου πείρᾳ ἐς ἀλλήλους καὶ ἱππομαχίᾳ.
ἐνοχλούμενος δʼ ὑπὸ τῆς ἀπορίας ὁ βασιλεὺς ἄκων ὑπεχώρει, καὶ ἐσεδέχετο Πομπήιον ἐς τὴν ἑαυτοῦ, ἐλπίζων καθήμενον ἐν τῇδε τῇ διεφθαρμένῃ κακοπαθήσειν. ὁ δὲ ἀγορὰν μὲν ἐπακτὸν ἐκ τῶν ὄπισθεν εἶχε, περιελθὼν δὲ τὰ πρὸς ἕω τοῦ Μιθριδάτου, καὶ φρούρια αὐτῷ καὶ στρατόπεδα πολλὰ ἐς ἑκατὸν καὶ πεντήκοντα σταδίους περιθεὶς ἀπετάφρευε τοῦ μὴ σιτολογεῖν αὐτὸν ἔτι εὐμαρῶς. καὶ ὁ βασιλεὺς ἀποταφρεύοντι μὲν οὐκ ἐπετίθετο, εἴθʼ ὑπὸ δέους εἴθʼ ὑπʼ ἀνοίας, ἣ νᾶσιν ἐγγίγνεται πλησιαζόντων τῶν κακῶν, κάμνων δʼ αὖθις ἐξ ἀπορίας τὰ ὑποζύγια ὅσα εἶχε κατέκοπτε, τοὺς ἵππους μόνους περιποιούμενος, ἔστε μόλις ἐς πεντήκοντα διαρκέσας ἡμέρας νυκτὸς ἀπεδίδρασκε σὺν σιωπῇ βαθείᾳ διʼ ὁδῶν δυσχερῶν. ὡς δὲ αὐτὸν μόλις ἡμέρας ὁ Πομπήιος καταλαβὼν εἴχετο τῶν ὑστάτων, ὁ μὲν καὶ τότε τῶν φίλων ἐκτάξαι κελευόντων οὐκ ἐμάχετο, ἀλλὰ τοῖς ἱππεῦσι μόνοις τοὺς πλησιάζοντας ἀνακόπτων ἑσπέρας ἐν ὕλαις ηὐλίσατο πυκναῖς. τῇ δʼ ἐπιούσῃ χωρίον κατέλαβε περίκρημνον, οὗ μία ἐς αὐτὸ ἄνοδος ἦν, καὶ τέσσαρες αὐτὴν σπεῖραι προὐφύλασσον. ἀντεφύλασσον δὲ καὶ Ῥωμαῖοι μὴ διαφυγεῖν Μιθριδάτην.
ἅμα δʼ ἡμέρᾳ τὸν μὲν στρατὸν αὑτῶν ὥπλιζεν ἑκάτερος, οἱ προφύλακες δʼ ἀλλήλων κατὰ τὸ πρανὲς ἀπεπειρῶντο· καί τινες ἱππεῖς τοῦ Μιθριδάτου χωρίς τε τῶν ἵππων καὶ χωρὶς ἐπαγγέλματος ἐβοήθουν τοῖς σφετέροις προφύλαξιν. πλειόνων δέ σφισι Ῥωμαίων ἱππέων ἐπιόντων, οἱ ἄνιπποι τῶν Μιθριδατείων οἵδε ἀθρόως ἐς τὸ στρατόπεδον ἀνεπήδων, ἀναβησόμενοί τε τοὺς ἵππους καὶ ἐξ ἴσου τοῖς ἐπιοῦσι Ῥωμαίοις συνοισόμενοι. κατιδόντες δʼ αὐτοὺς οἱ ἄνω ἔτι ὁπλιζόμενοι σὺν δρόμῳ καὶ βοῇ προσθέοντας, καὶ τὸ γιγνόμενον οὐκ εἰδότες ἀλλὰ φεύγειν αὐτοὺς ὑπολαβόντες, ὡς εἰλημμένου σφῶν ἤδη καθʼ ἑκάτερα τοῦ στρατοπέδου, τὰ ὅπλα μεθέντες ἔφευγον. ἀδιεξόδου δʼ ὄντος τοῦ χωρίου προσέπταιον ἀλλήλοις ἀναστρεφόμενοι, μέχρι καθήλαντο κατὰ τῶν κρημνῶν. οὕτω μὲν ἡ στρατιὰ τῷ Μιθριδάτῃ διὰ προπέτειαν τῶν ἄνευ προστάγματος τοῖς προμάχοις ἐπικουρεῖν ἑλομένων θορυβηθεῖσα διέφθαρτο, καὶ τὸ λοιπὸν ἔργον εὔκολον ἦν τῷ Πομπηίῳ, κτείνοντι καὶ συλλαμβάνοντι ἀνόπλους ἔτι καὶ ἐν περικρήμνῳ συγκεκλεισμένους. καὶ ἀνῃρέθησαν ἐς μυρίους, καὶ τὸ στρατόπεδον ὅλῃ τῇ παρασκευῇ κατελήφθη.
Μιθριδάτης δὲ μετὰ τῶν ὑπασπιστῶν μόνων ὠσάμενος ἐς τὰ κατάκρημνα καὶ διαφυγὼν ἐνέτυχέ τισιν ἱππεῦσι μισθοφόροις καὶ πεζοῖς ὡς τρισχιλίοις, οἳ εὐθὺς αὐτῷ συνείμοντο ἐς Σινόρηγα φρούριον, ἔνθα αὐτῷ χρήματα πολλὰ ἐσεσώρευτο· καὶ δωρεὰν καὶ μισθὸν ἐνιαυτοῦ τοῖς συμφυγοῦσι διέδωκεν. φέρων δʼ ἐς ἑξακισχίλια τάλαντα ἐπὶ τὰς τοῦ Εὐφράτου πηγὰς ἠπείγετο ὡς ἐκεῖθεν ἐς Κόλχους περάσων. δρόμῳ δʼ ἀπαύστῳ χρώμενος τὸν μὲν Εὐφράτην ὑπερῆλθεν ἡμέρᾳ μάλιστα τετάρτῃ, τρισὶ δʼ ἄλλαις καθιστάμενος καὶ ὁπλίζων τοὺς συνόντας ἢ προσιόντας ἐς τὴν Χωτηνὴν Ἀρμενίαν ἐνέβαλεν, ἔνθα Χωτηνοὺς μὲν καὶ Ἴβηρας, κωλύοντας αὐτὸν βέλεσι καὶ σφενδόναις, ἐλαύνων διῆλθεν ἐπὶ τὸν Ἄψαρον ποταμόν. Ἴβηρας δὲ τοὺς ἐν Ἀσίᾳ οἱ μὲν προγόνους οἱ δʼ ἀποίκους ἡγοῦνται τῶν Εὐρωπαίων Ἰβήρων, οἱ δὲ μόνον ὁμωνύμους· ἔθος γὰρ οὐδὲν ἦν ὅμοιον, ἢ γλῶσσα. Μιθριδάτης δʼ ἐν Διοσκούροις χειμάζων, ἥν τινα πόλιν οἱ Κόλχοι σύμβολον ἡγοῦνται τῆς Διοσκούρων σὺν Ἀργοναύταις ἐπιδημίας, οὐδὲν σμικρόν, οὐδʼ οἷον ἐν φυγῇ, διενοεῖτο, ἀλλὰ τὸν Πόντον ὅλον ἐν κύκλῳ καὶ Σκύθας ἐπὶ τῷ Πόντῳ καὶ τὴν Μαιώτιδα λίμνην ὑπερελθὼν ἐς Βόσπορον ἐμβαλεῖν, τήν τε Μαχάρους τοῦ παιδὸς ἀρχήν, ἀχαρίστου περὶ αὐτὸν γενομένου, παραλαβὼν αὖθις ἐκ μετώπου Ῥωμαίοις γενέσθαι, καὶ πολεμεῖν ἐκ τῆς Εὐρώπης οὖσιν ἐν τῇ Ἀσίᾳ, τὸν πόρον ἐν μέσῳ θέμενος, ὃν κληθῆναι νομίζουσι Βόσπορον Ἰοῦς διανηξαμένης, ὅτε βοῦς γενομένη κατὰ ζηλοτυπίαν Ἥρας ἔφευγεν.
ἐς τοσοῦτο παραδοξολογίας ἐπειγόμενος ὁ Μιθριδάτης ἐφικέσθαι ὅμως ἐπενόει, καὶ διώδευεν ἔθνη Σκυθικὰ καὶ πολεμικὰ καὶ ἀλλότρια πείθων ἢ βιαζόμενος· οὕτω καὶ φεύγων καὶ ἀτυχῶν αἰδέσιμος ἔτι καὶ φοβερὸς ἦν. ἡνιόχους μὲν οὖν δεχομένους αὐτὸν παρώδευεν, Ἀχαιοὺς δʼ ἐτρέψατο διώκων· οὓς ἀπὸ Τροίας ἐπανιόντας φασὶν ἐς τὸν Πόντον ὑπὸ χειμῶνος ἐκπεσεῖν, καὶ πολλὰ παθεῖν ὡς Ἕλληνας ὑπὸ βαρβάρων, πέμψαντας δʼ ἐπὶ ναῦς ἐς τὰς πατρίδας καὶ ὑπεροφθέντας μηνῖσαι τῷ Ἑλληνικῷ γένει, καὶ Σκυθικῶς ὅσους ἕλοιεν Ἑλλήνων καταθύειν, πρῶτα μὲν ἅπαντας ὑπʼ ὀργῆς, σὺν χρόνῳ δὲ τοὺς καλλίστους αὐτῶν μόνους, μετὰ δὲ τοὺς κληρουμένους. καὶ τάδε μὲν περὶ Ἀχαιῶν τῶν Σκυθικῶν· ὁ δὲ Μιθριδάτης ἐς τὴν Μαιῶτιν ἐμβαλών, ἧς εἰσὶ πολλοὶ δυνάσται, πάντων αὐτὸν κατὰ κλέος ἔργων τε καὶ ἀρχῆς, καὶ δυνάμεως ἔτι οἱ παρούσης ἀξιολόγου, δεχομένων τε καὶ παραπεμπόντων, καὶ δῶρα πολλὰ φερόντων καὶ κομιζομένων ἕτερα, ὁ δὲ καὶ συμμαχίαν αὐτοῖς ἐτίθετο, ἐπινοῶν ἕτερα καινότερα, διὰ Θρᾴκης ἐς Μακεδονίαν καὶ διὰ Μακεδόνων ἐς Παίονας ἐμβαλὼν ὑπερελθεῖν ἐς τὴν Ἰταλίαν τὰ Ἄλπεια ὄρη· γάμους τε θυγατέρων ἐπὶ τῇδε τῇ συμμαχίᾳ τοῖς δυνατωτέροις αὐτῶν ἠγγύα. Μαχάρης δʼ αὐτὸν ὁ παῖς πυνθανόμενος ὁδόν τε τοσαύτην ὀλίγῳ χρόνῳ καὶ ἄγρια ἔθνη καὶ τὰ καλούμενα κλεῖθρα Σκυθῶν, οὐδενί πω γεγονότα περατά, διοδεῦσαι, πρέσβεις μέν τινας ἐς αὐτὸν ἔπεμπεν ἀπολογησομένους ὡς ἀνάγκῃ θεραπεύσειε Ῥωμαίους, ὀργὴν δὲ ἄκρον εἰδὼς ἔφευγεν ἐς τὴν ἐν τῷ Πόντῳ χερρόνησον, τὰς ναῦς διαπρήσας, ἵνα μὴ διώξειεν αὐτὸν ὁ πατήρ. ἑτέρας δʼ ἐπιπέμψαντος ἐκείνου, προλαβὼν ἑαυτὸν ἔκτεινεν. ὁ δὲ Μιθριδάτης αὐτοῦ τῶν φίλων οὓς μὲν αὐτὸς ἐς τὴν ἀρχὴν ἀπιόντι ἐδεδώκει, πάντας ἔκτεινε, τοὺς δὲ τοῦ παιδὸς ἀπαθεῖς ὡς ὑπηρέτας ἰδίου φίλου γενομένους ἀφῆκεν.
καὶ τάδε μὲν ἦν ἀμφὶ τὸν Μιθριδάτην, ὁ δὲ Πομπήιος αὐτὸν εὐθὺς μὲν ἐπὶ τῇ φυγῇ μέχρι Κόλχων ἐδίωξε, μετὰ δέ, οὐδαμὰ δόξας αὐτὸν οὔτε τὸν Πόντον οὔτε τὴν Μαιώτιδα λίμνην περιελεύσεσθαι, οὐδὲ μεγάλοις ἔτι πράγμασιν ἐγχειρήσειν ἐκπεσόντα, τοὺς Κόλχους ἐπῄει καθʼ ίστορίαν τῆς Ἀργοναυτῶν καὶ Διοσκούρων καὶ Ἡρακλέους ἐπιδημίας, τὸ πάθος μάλιστα ἰδεῖν ἐθέλων ὃ Προμηθεῖ φασὶ γενέσθαι περὶ τὸ Καύκασον ὄρος. χρυσοφοροῦσι δʼ ἐκ τοῦ Καυκάσου πηγαὶ πολλαὶ ψῆγμα ἀφανές· καὶ οἱ περίοικοι κῴδια τιθέντες ἐς τὸ ῥεῦμα βαθύμαλλα, τὸ ψῆγμα ἐνισχόμενον αὐτοῖς ἐκλέγουσιν. καὶ τοιοῦτον ἦν ἴσως καὶ τὸ χρυσόμαλλον Αἰήτου δέρος. τὸν οὖν Πομπήιον ἐπὶ τῇ ἱστορίᾳ ἀνιόντα οἱ μὲν ἄλλοι παρέπεμπον, ὅσα ἔθνη γείτονα· Ὀροίζης δʼ ὁ τῶν Ἀλβανῶν βασιλεὺς καὶ Ἀρτώκης ὁ Ἰβήρων ἑπτὰ μυριάσιν ἐλόχων ἀμφὶ τὸν Κύρτον ποταμόν, ὃς δώδεκα στόμασι πλωτοῖς ἐς τὴν Κασπίαν θάλασσαν ἐρεύγεται, πολλῶν ἐς αὐτὸν ἐμβαλόντων ποταμῶν, καὶ μεγίστου πάντων Ἀράξου. αἰσθόμενος δὲ τῆς ἐνέδρας ὁ Πομπήιος τὸν ποταμὸν ἐζεύγνυ, καὶ τοὺς βαρβάρους συνελάσας ἐς λόχμην βαθεῖαν (ὑλομαχῆσαι δʼ εἰσὶ δεινοί, κρυπτόμενοί τε καὶ ἐπιόντες ἀφανῶς) αὐτῇ λόχμῃ τὸν στρατὸν περιστήσας ἐνέπρησε, καὶ τοὺς ἐκφεύγοντας ἐδίωκεν, ἕως ἅπαντες ὅμηρά τε καὶ δῶρα ἤνεγκαν. καὶ ἐθριάμβευσεν ἐς Ῥώμην καὶ ἀπὸ τῶνδε. πολλαὶ δὲ ἔν τε τοῖς ὁμήροις καὶ τοῖς αἰχμαλώτοις ηὑρέθησαν γυναῖκες, οὐ μείονα τῶν ἀνδρῶν τραύματα ἔχουσαι· καὶ ἐδόκουν Ἀμαζόνες εἶναι, εἴτε τι ἔθνος ἐστὶν αὐτοῖς γειτονεῦον αἱ Ἀμαζόνες, ἐπίκλητοι τότε ἐς συμμαχίαν γενόμεναι, εἴτε τινὰς πολεμικὰς ὅλως γυναῖκας οἱ τῇδε βάρβαροι καλοῦσιν Ἀμαζόνας.
ἐπανιὼν δʼ ἐντεῦθεν ὁ Πομπήιος ἐστράτευσεν ἐς Ἀρμενίαν, ἔγκλημα ἐς Τιγράνη τιθέμενος ὅτι συνεμάχει Μιθριδάτῃ· καὶ ἦν ἤδη περὶ Ἀρτάξατα τὴν βασίλειον. Τιγράνῃ δὲ οὐκ ἔγνωστο μὲν πολεμεῖν ἔτι, παῖδες δʼ ἐκ τῆς Μιθριδάτου θυγατρὸς αὐτῷ ἐγεγένηντο, ὧν δύο μὲν αὐτὸς ὁ Τιγράνης ἀνῃρήκει, τὸν μὲν ἐν μάχῃ, πολεμοῦντά οἱ, τὸν δʼ ἐν κυνηγεσίοις, αὐτοῦ πεσόντος ἀμελήσαντα καὶ τὸ διάδημα περιθέμενον ἔτι κειμένου. ὁ δὲ τρίτος, Τιγράνης, ἐν μὲν τοῖς κυνηγεσίοις ὑπεραλγήσας τοῦ πατρὸς ἐστεφάνωτο ὑπʼ αὐτοῦ, μικρὸν δὲ διαλιπὼν ἀπέστη καὶ ὅδε, καὶ πολεμῶν τῷ πατρὶ καὶ ἡττώμενος ἐς Φραάτην ἐπεφεύγει τὸν Παρθυαίων βασιλέα, ἄρτι τὴν Σιντρίκου τοῦ πατρὸς ἀρχὴν διαδεδεγμένον. πλησιάσαντος δὲ τοῦ Πομπηίου κοινωσάμενος Φραάτῃ, συγχωροῦντός τι κἀκείνου καὶ φιλίαν ἰδίαν ἐς τὸν Πομπήιον μνωμένου, κατέφυγεν ὁ παῖς ἱκέτης ἐς τὸν Πομπήιον, καὶ ταῦτα ὢν Μιθριδάτου θυγατριδοῦς. ἀλλὰ μέγα δικαιοσύνης καὶ πίστεως κλέος ἦν τοῦ Πομπηίου παρὰ τοῖς βαρβάροις, ᾧ δὴ πίσυνος καὶ ὁ πατὴρ Τιγράνης οὐδʼ ἐπικηρυκευσάμενος ᾔει, τά τε ἄλλα πάντα ἑαυτὸν ἐπιτρέψας ἐς τὰ δίκαια Πομπηίῳ, καὶ κατηγορήσων τοῦ παιδὸς ἐπὶ Πομπηίου. χιλιάρχους δὲ αὐτῷ καὶ ἱππάρχους ἐπὶ τιμῇ κελεύσαντος ὑπαντᾶν τοῦ Πομπηίου, οἱ μὲν ὄντες ἀμφὶ τὸν Τιγράνη τὸ ἀκήρυκτον τῆς ὁδοῦ δεδιότες ἔφευγον ὀπίσω, ὁ δὲ Τιγράνης ἦλθε, καὶ τὸν Πομπήιον ὡς κρείττονα βαρβαρικῶς προσεκύνησεν. εἰσὶ δʼ οἳ λέγουσιν ὑπὸ ῥαβδούχοις αὐτὸν ἀχθῆναι, μετάπεμπτον ὑπὸ τοῦ Πομπηίου γενόμενον. ὁποτέρως δʼ ἦλθεν, ἐξελογεῖτο περὶ τῶν γεγονότων, καὶ ἐδίδου Πομπηίῳ μὲν αὐτῷ τάλαντα ἑξακισχίλια, τῇ στρατιᾷ δὲ δραχμὰς πεντήκοντα ἑκάστῳ, καὶ λοχαγῷ χιλίας, καὶ χιλιάρχῳ μυρίας.
καὶ ὁ Πομπήιος αὐτῷ συνεγίγνωσκε τῶν γεγονότων καὶ συνήλασσε τῷ παιδί, καὶ διῄτησε τὸν μὲν υἱὸν ἄρχειν τῆς Σωφηνῆς καὶ Γορδυηνῆς, αἳ νῦν ἄρα εἰσὶν Ἀρμενία βραχυτέρα, τὸν δὲ πατέρα τῆς ἄλλης Ἀρμενίας ἐπὶ τῷδε τῷ παιδὶ κληρονόμῳ. τὴν δὲ ἐπίκτητον αὐτὸν ἀρχὴν ἐκέλευεν ἤδη μεθεῖναι. καὶ μεθίει Συρίαν τὴν ἀπʼ Εὐφράτου μέχρι τῆς θαλάσσης· εἶχε γὰρ δὴ καὶ τήνδε καὶ Κιλικίας τινὰ ὁ Τιγράνης, Ἀντίοχον ἐκβαλὼν τὸν εὐσεβῆ προσαγορευθέντα. Ἀρμενίων δʼ ὅσοι τὸν Τιγράνη πρὸς Πομπήιον ὁδεύοντα ἐγκατελελοίπεσαν, ἐν ὑποψίᾳ τοῦτʼ ἔχοντες, τὸν παῖδα αὐτοῦ παρὰ τῷ Πομπηίῳ ἔτι ὄντα πείθουσιν ἐπιθέσθαι τῷ πατρί. καὶ ὁ μὲν ἐλήφθη καὶ ἐδέθη, καὶ μεταξὺ Παρθυαίους ἐρεθίζων ἐπὶ τὸν Πομπήιον ἐθριαμβεύθη καὶ ἀνῃρέθη· ὁ δὲ Πομπήιος ἐκτετελέσθαι οἱ τὸν πάντα πόλεμον ἡγούμενος, ᾤκιζε πόλιν ἔνθα τὴν μάχην ἐνίκα Μιθριδάτην, ἣ ἀπὸ τοῦ ἔργου Νικόπολις κλῄζεται, καὶ ἔστιν Ἀρμενίας τῆς βραχυτέρας λεγομένης. Ἀριοβαρζάνῃ δʼ ἀπεδίδου βασιλεύειν Καππαδοκίας, καὶ προσεπέδωκε Σωφηνὴν καὶ Γορδυηνήν, ἃ τῷ παιδὶ ἐμεμέριστο τῷ Τιγράνους· καὶ στρατηγεῖται νῦν ἅμα τῇ Καππαδοκίᾳ καὶ τάδε. ἔδωκε δὲ καὶ τῆς Κιλικίας πόλιν Καστάβαλα καὶ ἄλλας. Ἀριοβαρζάνης μὲν οὖν τὴν βασιλείαν ὅλην τῷ παιδὶ περιὼν ἐνεχείρισε. καὶ πολλαὶ μεταβολαὶ μέχρι Καίσαρος ἐγένοντο τοῦ Σεβαστοῦ, ἐφʼ οὗ, καθάπερ τὰ λοιπά, καὶ ἥδε ἡ βασιλεία περιῆλθεν ἐς στρατηγίαν.
ὁ δὲ Πομπήιος καὶ τὸν Ταῦρον ὑπερελθὼν ἐπολέμησε μὲν Ἀντιόχῳ τῷ Κομμαγηνῷ, ἕως ἐς φιλίαν ὁ Ἀντίοχος αὐτῷ συνῆλθεν, ἐπολέμησε δὲ καὶ Δαρείῳ τῷ Μήδῳ, μέχρι ἔφυγεν, εἴτε Ἀντιόχῳ συμμαχῶν εἴτε Τιγράνῃ πρότερον. ἐπολέμησε δὲ καὶ Ἄραψι τοῖς Ναβαταίοις, Ἀρέτα βασιλεύοντος αὐτῶν, καὶ Ἰουδαίοις, Ἀριστοβούλου τοῦ βασιλέως ἀποστάντος, ἕως εἷλεν Ἱεροσόλυμα τὴν ἁγιωτάτην αὐτοῖς πόλιν. καὶ Κιλικίας δὲ ὅσα οὔπω Ῥωμαίοις ὑπήκουε, καὶ τὴν ἄλλην Συρίαν, ὅση τε περὶ Εὐφράτην ἐστὶ καὶ κοίλη καὶ Φοινίκη καὶ Παλαιστίνη λέγεται, καὶ τὴν Ἰδουμαίων καὶ Ἰτουραίων, καὶ ὅσα ἄλλα ὀνόματα Συρίας, ἐπιὼν ἀμαχὶ Ῥωμαίοις καθίστατο, ἔγκλημα μὲν οὐδὲν ἔχων ἐς Ἀντίοχον τὸν εὐσεβοῦς, παρόντα καὶ δεόμενον ὑπὲρ ἀρχῆς πατρῴας, ἡγούμενος δέ, Τιγράνη τὸν κρατήσαντα τοῦ Ἀντιόχου τῆς γῆς ἀπελάσας, Ῥωμαίοις αὐτὴν κατὰ τόδε προσκεκτῆσθαι. ταῦτα δʼ αὐτῷ διοικουμένῳ πρέσβεις ἀφίκοντο Φραάτου καὶ Τιγράνους ἐς πόλεμον ἀλλήλοις συμπεσόντων, οἱ μὲν Τιγράνους ὡς φίλῳ συμμαχεῖν τὸν Πομπήιον ἀξιοῦντες, οἱ δὲ τοῦ Παρθυαίου φιλίαν αὐτῷ πρὸς Ῥωμαίους τιθέμενοι. καὶ ὁ Πομπήιος οὐκ ἀξιῶν Παρθυαίοις πολεμεῖν ἄνευ Ῥωμαίων ψηφίσματος, ἔπεμψεν ἀμφοτέροις διαλλακτάς.
καὶ ὁ μὲν ἀμφὶ ταῦτα ἦν, Μιθριδάτῃ δὲ ἡ περίοδος ἤνυστο τοῦ Πόντου· καὶ Παντικάπαιον, ἐμπόριον Εὐρωπαίων ἐπὶ τῆς ἐκβολῆς τοῦ Πόντου καταλαβὼν κτείνει τῶν υἱέων Ξιφάρην ἐπὶ τοῦ πόρου διὰ μητρὸς ἁμάρτημα τοιόνδε. φρούριον ἦν τι Μιθριδάτῃ, ἔνθα λανθάνοντες ὑπόγειοι θησαυροὶ πολλῶν σιδηροδέτων χαλκέων πολλὰ χρήματα ἔκρυπτον. Στρατονίκη δέ, μία τῶν Μιθριδάτου παλλακῶν ἢ γυναικῶν, ἣ τοῦδε τοῦ φρουρίου τὴν ἐπιστήμην καὶ φυλακὴν ἐπετέτραπτο, περιιόντος ἔτι τὸν Πόντον τοῦ Μιθριδάτου τὸ φρούριον ἐνεχείρισε τῷ Πομπηίῳ καὶ τοὺς θησαυροὺς ἀγνοουμένους ἐμήνυσεν, ἐπὶ συνθήκῃ μόνῃ τῇδε, ὅτι οἱ τὸν υἱὸν Ξιφάρην ὁ Πομπήιος, εἰ λάβοι, περισώσει. καὶ ὁ μὲν τοῖς χρήμασιν ἐπιτυχὼν ὑπέσχητο αὐτῇ τὸν Ξιφάρην καὶ ἐδεδώκει φέρεσθαι καὶ τὰ ἴδια· αἰσθόμενος δὲ τῶν γεγονότων ὁ Μιθριδάτης κτείνει τὸν Ξιφάρην ἐπὶ τοῦ πόρου, ἐφορώσης τῆς μητρὸς πέραθεν, καὶ ἐξέρριψεν ἄταφον. καὶ ὁ μὲν υἱοῦ κατεφρόνησεν ἐς ἀνίαν τῆς ἁμαρτούσης, καὶ πρέσβεις ἐς τὸν Πομπήιον, ἔτι περὶ Συρίαν ὄντα καὶ οὐκ αἰσθανόμενον αὐτοῦ παρόντος, ἔπεμπεν, οἳ τῆς πατρῴας ἀρχῆς αὐτὸν Ῥωμαίοις τελέσειν φόρους ὑπισχνοῦντο· Πομπηίου δʼ αὐτὸν ἐλθόντα δεῖσθαι τὸν Μιθριδάτην κελεύοντος, καθὰ καὶ Τιγράνης ἀφίκετο, τοῦτο μὲν οὐκ ἔφη ποτὲ ὑποστήσεσθαι, Μιθριδάτης γε ὤν, πέμψειν δὲ τῶν παίδων τινὰς καὶ φίλους. ἅμα δὲ ταῦτʼ ἔλεγε, καὶ στρατιὰν ἀθρόως κατέλεγεν ἐλευθέρων τε καὶ δούλων, ὅπλα τε πολλὰ καὶ βέλη καὶ μηχανὰς ἐπήγνυ, φειδόμενος οὔτε τινὸς ὕλας οὔτε βοῶν ἀροτήρων ἐς τὰ νεῦρα, ἐσφοράς τε πᾶσιν ἐς τὰ βραχύτατα τῆς περιουσίας ἐπέγραφεν. οἱ δὲ ὑπηρέται τούτου πολλοὺς ἐνύβριζον, οὐκ αἰσθανομένου τοῦ Μιθριδάτου· νόσον γάρ τινα ἑλκώδη τοῦ προσώπου νοσῶν ὑπὸ τριῶν εὐνούχων ἐθεραπεύετο καὶ ἑωρᾶτο.
ὡς δʼ ἔληγε τὸ πάθος, καὶ ὁ στρατὸς αὐτῷ ἀγήγερτο ἤδη, ἐπίλεκτοι μὲν ἑξήκοντα σπεῖραι, ἀνὰ ἑξακοσίους ἄνδρας, πολὺς δὲ καὶ ἄλλος ὅμιλος καὶ νῆες, καὶ χωρία ὅσα οἱ στρατηγοὶ παρὰ τὴν νόσον ᾑρήκεσαν, ἐπέρα τοῦ στρατοῦ μέρος ἐς Φαναγόρειαν, ἕτερον ἐμπόριον ἐπὶ τοῦ στόματος, ὡς ἑκατέρωθεν ἕξων τὰς ἐσβολάς, ἔτι Πομπηίου περὶ Συρίαν ὄντος. Κάστωρ δὲ Φαναγορεὺς ᾐκισμένος ποτὲ ὑπὸ Τρύφωνος εὐνούχου βασιλικοῦ, τὸν Τρύφωνα ἐσιόντα κτείνει προσπεσών, καὶ τὸ πλῆθος ἐς ἐλευθερίαν συνεκάλει. οἱ δέ, καίπερ ἤδη τῆς ἀκροπόλεως ἐχομένης ὑπὸ Ἀρταφέρνους τε καὶ ἑτέρων υἱέων τοῦ Μιθριδάτου, ξύλα περιθέντες τὴν ἄκραν ἐνεπίμπρασαν, ἕως ὁ μὲν Ἀρταφέρνης καὶ Δαρεῖος καὶ Ξέρξης καὶ Ὀξάθρης καὶ Εὐπάτρα, παῖδες τοῦ Μιθριδάτου, δείσαντες ἐπὶ τῷ πυρὶ παρέδοσαν ἑαυτοὺς ἄγεσθαι. καὶ ἦν αὐτῶν Ἀρταφέρνης ἀμφὶ τεσσαράκοντα ἔτη μόνος, οἱ δὲ λοιποὶ παῖδες εὔμορφοι. Κλεοπάτρα δὲ ἀντεῖχεν, ἑτέρα παῖς τοῦ Μιθριδάτου· καὶ αὐτὴν ὁ πατὴρ ἀγάμενος τῆς εὐψυχίας, δίκροτα πολλὰ ἐπιπέμψας ἐξήρπασεν. ὅσα δὲ ἐγγὺς ἦν φρούρια, ἀρτίληπτα τῷ Μιθριδάτῃ γενόμενα, πρὸς τὴν θερμουργίαν τῶν Φαναγορέων ἀφίστατο τοῦ Μιθριδάτου, Χερρόνησός τε καὶ Θεοδοσία καὶ Νύμφαιον, καὶ ὅσα ἄλλα περὶ τὸν Πόντον ἐστὶν εὔκαιρα ἐς πόλεμον. ὁ δὲ τὰς ἀποστάσεις ὁρῶν πυκνάς, καὶ τὸν στρατὸν ἐν ὑποψίᾳ ἔχων μὴ οὐ βέβαιος ᾖ διὰ τὴν ἀνάγκην τῆς στρατείας καὶ διʼ ἐσφορῶν βαρύτητα καὶ τὴν ἀεὶ τοῖς στρατοῖς ἐς ἡγεμόνας ἀτυχοῦντας ἀπιστίαν, ἔπεμπεν ἐς τοὺς Σκύθας διʼ εὐνουχων τοῖς δυνάσταις τὰς θυγατέρας ἐς γάμόυς, αἰτῶν στρατιὰν κατὰ τάχος ἤδη οἱ παρεῖναι. πεντακόσιοι δʼ αὐτὰς ἀπὸ τοῦ στρατοῦ παρέπεμπον ἄνδρες· οἳ Μιθριδάτου βραχὺ διασχόντες ἔκτεινάν τε τοὺς ἄγοντας εὐνούχους, ἀεὶ πρὸς εὐνούχους κρατοῦντας τοῦ Μιθριδάτου πεπολεμωμένοι, καὶ τὰς κόρας ἐς τὸν Πομπήιον ἀπήγαγον.