Thesauros Edebiyat Tarih Συριακή

Συριακή

Συριακή Appianus of Alexandria
11.70 καὶ τὸν υἱὸν ἐκείνου τὸν ἐκ τῆς Σελήνης αὐτῷ γενόμενον, ἐν Ἀσίᾳ τε τραφέντα καὶ ἀπὸ τοῦδε Ἀσιατικὸν ἐπίκλην, Πομπήιος ἀφείλετο τὴν Σύρων ἀρχήν, ὥς μοι λέλεκται, ὄντα μὲν ἑπτακαιδέκατον ἐκ Σελεύκου Σύρων βασιλέα (ἐξαίρω γὰρ Ἀλέξανδρόν τε καὶ τὸν Ἀλεξάνδρου παῖδα ὡς νόθους, καὶ τὸν δοῦλον αὐτῶν Διόδοτον), βασιλεύσαντα δʼ ἐν ταῖς ἀσχολίαις ταῖς Πομπηίου ἐπὶ ἓν μόνον ἔτος. ἡ δὲ ἀρχὴ τῶν Σελευκιδῶν ἐς τριάκοντα ἐπὶ διακοσίοις ἐνιαυτοὺς διίκετο· καὶ εἴ τις ἐπισκοποίη τὸν ἐς Ῥωμαίους χρόνον ἀπʼ Ἀλεξάνδρου, προσθετέον ἐπὶ τοῖς διακοσίοις τριάκοντα ἔτεσι τὰ Τιγράνους τεσσαρεσκαίδεκα.
11.70 τοσάδε μὲν δὴ καὶ περὶ Μακεδόνων τῶν Συρίας βεβασιλευκότων εἶχον εἰπεῖν ὡς ἐν ἀλλοτρίᾳ συγγραφῇ.
← Önceki 71 / 71

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi