11.69
Σέλευκον δʼ εὐθὺς ἐπὶ τῷ πατρὶ Δημητρίῳ τὸ διάδημα ἐπιθέμενον ἐπιτοξεύσασα ἔκτεινεν, εἴτε δείσασα περὶ τῆς τοῦ πατρὸς δολοφονήσεως, εἴτε καὶ μανιώδει πρὸς πάντας μίσει. μετὰ δὲ Σέλευκον ὁ γρυπὸς ἐγένετο βασιλεύς, καὶ τὴν μητέρα οἱ φάρμακον κεράσασαν πιεῖν ἠνάγκασεν. ἡ μὲν δὴ δίκην ποτὲ ἔδωκεν, ἄξιος δὲ ἄρα τῆς μητρὸς ἦν καὶ ὁ γρυπός· ἐπεβούλευε γὰρ τῷ Κυζικηνῷ καίπερ ὄντι ὁμομητρίῳ. ὁ δὲ μαθὼν ἐπολέμησέ τε αὐτῷ καὶ τῆς ἀρχῆς αὐτόν ἐξήλασε, καὶ βασιλεὺς ἀντʼ ἐκείνου τοῖς Σύροις ἐγένετο. ἀλλὰ καὶ τόνδε Σέλευκος ὁ Ἀντιόχου τοῦ γρυποῦ παῖς, ἐπιστρατεύσας ὄντι περ θείῳ, παρείλετο τὴν ἀρχήν. βίαιος δὲ καὶ τυραννικώτατος ὢν ἐν Ἑστίᾳ Μόψου τῆς Κιλικίας κατεπρήσθη κατὰ τὸ γυμνάσιον. καὶ αὐτὸν διεδέξατο Ἀντίοχος ὁ υἱὸς τοῦ Κυζικηνοῦ· ὃν ἐπιβουλευόμενον ὑπὸ Σελεύκου τοῦ ἀνεψιοῦ οἱ μὲν Σύροι νομίζουσι περισωθῆναι διʼ εὐσέβειαν, καὶ διὰ τοῦτο εὐσεβῆ παρωνόμασαν (ἑταίρα δʼ αὐτὸν ἔσωσεν, ἐρασθεῖσα τοῦ κάλλους), ἐμοὶ δὲ δοκοῦσιν ἐπὶ γέλωτι αὐτῷ ποιήσασθαι τὸ ὄνομα οἱ Σύροι· ἔγημε γὰρ οὗτος ὁ εὐσεβὴς Σελήνην, ἣ καὶ τῷ πατρὶ αὐτοῦ ἐγεγάμητο τῷ Κυζικηνῷ καὶ τῷ γρυπῷ θείῳ γενομένῳ. τοιγάρτοι αὐτὸν θεοῦ μετιόντος ἐξήλασε τῆς ἀρχῆς Τιγράνης.