8.48
ἐκπεσόντων δὲ καὶ τῶνδε καὶ Ἀριοβαρζάνου μετʼ αὐτοὺς οὐ πολὺ ὕστερον ὑπὸ Μιθριδάτου τοῦ Ποντικοῦ βασιλέως, ὁ Μιθριδάτειος πόλεμος ἐπὶ τῷδε καὶ ἐφʼ ἑτέροις ἤρξατο συνίστασθαι, μέγιστός τε καὶ πολυτροπώτατος ἔθνεσι πολλοῖς γενόμενος, καὶ παρατείνας ἐς ἔτη μάλιστα τεσσαράκοντα, ἐν οἷς πολλαὶ μὲν ἀρχαὶ Σύροις ἐκ τοῦ βασιλείου γένους ὀλιγοχρόνιοι πάμπαν ἐγένοντο, πολλαὶ δὲ τροπαὶ καὶ ἐπαναστάσεις ἐπὶ τὰ βασίλεια. Παρθυαῖοί τε προαποστάντες ἀπὸ τῆς τῶν Σελευκιδῶν ἀρχῆς Μεσοποταμίαν ἐς ἑαυτοὺς περιέσπασαν, ἣ τοῖς Σελευκίδαις ὑπήκουεν. καὶ βασιλεὺς Ἀρμενίας Τιγράνης ὁ Τιγράνους ἔθνη πολλὰ τῶν περιοίκων ἰδίοις δυνάσταις χρώμενα ἑλών, βασιλεὺς ἀπὸ τοῦδε βασιλέων ἡγεῖτο εἶναι, καὶ τοῖς Σελευκίδαις ἐπεστράτευεν οὐκ ἐθέλουσιν ὑπακούειν. οὐχ ὑποστάντος δʼ αὐτὸν Ἀντιόχου τοῦ εὐσεβοῦς, ὁ Τιγράνης ἦρχε Συρίας τῆς μετʼ Εὐφράτην, ὅσα γένη Σύρων μέχρι Αἰγύπτου. ἦρχε δὲ ὁμοῦ καὶ Κιλικίας (καὶ γὰρ ἥδε τοῖς Σελευκίδαις ὑπήκουε), Μαγαδάτην στρατηγὸν ἐπιτάξας ἅπασιν, ἐπὶ ἔτη τεσσαρεσκαίδεκα.