Thesauros Edebiyat Tarih Συριακή

Συριακή

Συριακή Appianus of Alexandria
7.43 τάδε μὲν καλῶς ἐπέπρακτο τῷ Μαλλίῳ· τὸ δʼ ἐντεῦθεν ἀλόγως πάμπαν ὥρᾳ θέρους πλεῦσαι μὲν ὑπερεῖδεν, οὔτε τὸ βάρος ὧν ἐπήγετο ποιησάμενος ἐνθύμιον, οὔτʼ ἐπειγόμενος διαπονεῖν ἢ γυμνάζειν ὁδοιπορίαις ἔτι στρατὸν οὐκ ἐς πόλεμον ὁρμῶντα ἀλλʼ ἐς οἰκείαν μετὰ λαφύρων ἐπανιόντα, διὰ δὲ Θρᾴκης ὥδευε, στενὴν καὶ μακρὰν καὶ δύσβατον ὁδόν, πνίγους ὥρᾳ, οὔτʼ ἐς Μακεδονίαν Φιλίππῳ προεπιστείλας ἀπαντᾶν, ἵνα παραπέμψειεν αὐτόν, οὔτε τὸν στρατὸν ἐς μέρη πολλὰ διελών, ἵνα κουφότερον βαδίζοι καὶ τὰ χρήσιμα εὐμαρέστερα ἔχοι, οὔτε τὰ σκευοφόρα συντάξας ἐς λόχους ὀρθίους, ἵνʼ εὐφυλακτότερα ᾖ. ἀλλʼ ἀθρόως ἦγεν ἅπαντας ἐπὶ μῆκος πολύ, καὶ τὰ σκευοφόρα εἶχεν ἐν μέσῳ, μήτε τῶν πρόσθεν αὐτοῖς δυναμένων ἐπικουρεῖν μήτε τῶν ὄπισθεν ὀξέως διὰ μῆκος ὁμοῦ καὶ στενότητα τῆς ὁδοῦ. ὅθεν αὐτῷ πανταχόθεν ἐς τὰ πλάγια τῶν Θρᾳκῶν ἐπικειμένων, πολὺ μέρος ἀπώλεσε τῆς τε λείας καὶ τῶν δημοσίων χρημάτων καὶ αὐτοῦ δὴ τοῦ στρατοῦ. μετὰ δὲ τῶν ὑπολοίπων ἐς Μακεδονίαν διεσώθη. ᾧ δὴ καὶ μάλιστα ἐγένετο καταφανὲς ὅσον ὤνησε παραπέμπων τοὺς Σκιπίωνας ὁ Φίλιππος, καὶ ὅσον ἥμαρτεν Ἀντίοχος ἐκλιπὼν τὴν Χερρόνησον. ὁ δὲ Μάλλιος ἔκ τε Μακεδονίας Θεσσαλίαν διελθὼν καὶ ἐκ Θεσσαλίας Ἤπειρον ἐς Βρεντέσιον ἐπέρα, καὶ τὴν λοιπὴν στρατιὰν ἐς τὰ οἰκεῖα διαφεὶς ἐπανῆλθεν ἐς Ῥώμην.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi