Thesauros Edebiyat Tarih Συριακή

Συριακή

Συριακή Appianus of Alexandria
3.14 ὁ δʼ ἔφη, Θεσσαλοὺς μὲν οὐ δυσχερές, εἴτε νῦν εἴτε μετὰ χειμῶνα ἐθέλοις, ὑπάγεσθαι. τὸ γὰρ ἔθνος ἐκ πολλοῦ πεπονηκὸς ἔς τε σὲ νῦν καὶ ἐς Ῥωμαίους αὖ, εἴ τι γίγνοιτο νεώτερον, μεταβαλεῖται. ἤλθομεν δʼ ἄνευ τῆς οἰκείας δυνάμεως, Αἰτωλοῖς ἐπάγουσι πεισθέντες ὅτι καὶ Λακεδαιμόνιοι καὶ Φίλιππος ἡμῖν συμμαχήσουσιν· ὧν Λακεδαιμονίους μὲν καὶ πολεμεῖν ἡμῖν ἀκούω μετʼ Ἀχαιῶν, Φίλιππον δὲ οὐχ ὁρῶ σοι παρόντα, δυνατὸν ἐν τῷδε τῷ πολέμῳ ῥοπήν, ὁποτέρωσε προσθοῖτο, ποιῆσαι. τῆς δὲ γνώμης ἔχομαι τῆς αὐτῆς, τὴν στρατιὰν ἀπὸ τῆς Ἀσίας καλεῖν ὅτι τάχιστα, καὶ μὴ ἐν Ἀμυνάνδρῳ καὶ Αἰτωλοῖς τὰς ἐλπίδας ἔχειν, ὅταν δʼ ἀφίκηται, τὴν Ἰταλίαν πορθεῖν, ἵνα τοῖς οἰκείοις κακοῖς περισπώμενοι τὰ σὰ λυπῶσιν ἥκιστα, καὶ περὶ τῶν σφετέρων δεδιότες μηδαμοῦ προΐωσιν. ὁ δὲ τρόπος οὐκέθʼ ὅμοιος ᾧ προύλεγον, ἀλλὰ χρὴ τὸ μὲν ἥμισυ τῶν νεῶν τὰ παράλια τῆς Ἰταλίας πορθεῖν, τὸ δὲ ἥμισυ ναυλοχεῖν ἐφεδρεῦον ἐς τὰ συμφερόμενα, αὐτὸν δὲ δὲ τῷ πεζῷ παντὶ προκαθήμενον τῆς Ἑλλάδος, ἀγχοῦ τῆς Ἰταλίας, δόξαν ἐμποιεῖν ἐσβολῆς, καὶ εἰ δύναιό ποτε, καὶ ἐσβαλεῖν. Φίλιππον δὲ πειρᾶσθαι μὲν προσάγεσθαι μηχανῇ πάσῃ, πλεῖστον ἐς ἑκατέρους ἐν τῷδε τῷ πολέμῳ δυνάμενον· ἢν δʼ ἀπειθῇ, τὸν σὸν υἱὸν αὐτῷ Σέλευκον ἐπιπέμπειν διὰ Θρᾴκης, ἵνα καὶ ὅδε περισπώμενος οἰκείοις κακοῖς μηδὲν ᾖ τοῖς πολεμίοις χρήσιμος.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi