Thesauros Edebiyat Tarih Ἰλλυρική

Ἰλλυρική

Ἰλλυρική Appianus of Alexandria
5.26 ὁ δὲ Καῖσαρ αὐτήν τε καὶ δύο λόφους, οἳ ἔτι ἐκρατοῦντο ὑπὸ τῶν πολεμίων, ὁμοῦ περιετείχιζε, τεσσαράκοντα σταδίων περίμετρον. κἀν τούτῳ Τέστιμον Δαλμάτην, στρατὸν ἕτερον ἄγοντα τοῖς ἐν Πρωμόνῃ συμμάχον, ὑπαντήσας ἐδίωκεν ἐς τὰ ὄρη, καὶ ἐφορῶντος ἔτι τοῦ Τεστίμου τὴν Πρωμόναν εἷλεν, οὔπω τῆς περιτειχίσεως τετελεσμένης. ἐκδραμόντων γὰρ τῶν ἔνδον καὶ συνελαυνομένων ὀξέως, οἱ Ῥωμαῖοι φεύγουσιν αὐτοῖς ἐς τὴν πόλιν συνεσέπεσον, καὶ τὸ τρίτον τούτων ἔνδον ἔκτειναν· οἱ λοιποὶ δʼ ἐς τὴν ἄκραν ἀνέδραμον. καὶ σπεῖρα Ῥωμαίων ἐφύλασσεν αὐτοὺς ἐπὶ τῶν πυλῶν. οἷς προσπίπτουσιν οἱ βάρβαροι νυκτὸς τετάρτης, καὶ ἐξέλιπεν ἡ σπεῖρα τὰς πύλας ὑπὸ δέους. ὁ δὲ Καῖσαρ τοὺς μὲν πολεμίους ἀνέκοψε τῆς ὁρμῆς, καὶ τῆς ἐπιούσης εἷλε παραδόντας ἑαυτούς· τὴν δὲ σπεῖραν ἣ τὸ φυλάκιον ἐξέλιπε διακληρώσας, ἐζημίωσε θανάτῳ τὸ δέκατον, καὶ λοχαγοὺς ἐπὶ τῷ δεκάτῳ δύο. καὶ τοῖς λοιποῖς ἐκέλευεν ἐκείνου τοῦ θέρους κριθὴν ἀντὶ σίτου τραφῆναι δίδοσθαι.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi