Thesauros Edebiyat Tarih Ἰλλυρική

Ἰλλυρική

Ἰλλυρική Appianus of Alexandria
4.23 διὰ μὲν δὴ ταῦτα τῆς Σεγέστης ἔχρῃζεν ὁ Καῖσαρ· προσιόντι δὲ αὐτῷ οἱ Σεγεστανοὶ προσέπεμψαν, πυνθανόμενοι τίνος χρῄζει. ὁ δὲ φρουρὰν ἐσαγαγεῖν ἔφη, καὶ ὁμήρους ἑκατὸν λαβεῖν, ἵνʼ ἀσφαλῶς ταμιείῳ τῇ πόλει χρῷτο ἐπὶ Δάκας. ᾔτει δὲ καὶ σῖτον, ὅσον δύναιντο φέρειν. ταῦθʼ οἱ μὲν πρωτεύοντες ἠξίουν δοῦναι· ὁ δὲ δῆμος ἐξαγριαίνων τὰ μὲν ὅμηρα διδόμενα περιεῖδεν, ὅτι ἴσως οὐ παρὰ σφῶν ἀλλὰ τῶν πρωτευόντων παῖδες ἦσαν, προσιούσης δὲ τῆς φρουρᾶς τὴν ὄψιν οὐκ ἐνεγκόντες ὁρμῇ μανιώδει τὰς πύλας αὖθις ἀπέκλειον καὶ αὑτοὺς τοῖς τείχεσιν ἐπέστησαν. ὁ οὖν Καῖσαρ τόν τε ποταμὸν ἐγεφύρου, καὶ χάρακας καὶ τάφρους πάντοθεν ἐποιεῖτο, ἀποτειχίσας δʼ αὐτοὺς δύο χώματα ἔχου. οἷς ἐπέδραμον μὲν οἱ Σεγεστανοὶ πολλάκις, οὐ δυνηθέντες δʼ ἑλεῖν λαμπάδας καὶ πῦρ πολὺ ἄνωθεν ἐπέβαλλον. προσιούσης δʼ αὐτοῖς Παιόνων ἑτέρων βοηθείας, ὁ Καῖσαρ ὑπαντήσας ἐνήδρευσεν αὐτήν· καὶ οἱ μὲν ἀνῃρέθησαν, οἱ δʼ ἔφυγον, καὶ οὐδεὶς ἔτι Παιόνων ἐβοήθει.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi