Thesauros Edebiyat Tarih ἐκ τῆς Μακεδονικῆς

ἐκ τῆς Μακεδονικῆς

ἐκ τῆς Μακεδονικῆς Appianus of Alexandria
IV ὅτι μετʼ οὐ πολὺ Φίλιππος μὲν τῶν ὑπηκόων τοῖς ἐπὶ θαλάσσης στόλον ἐπαγγείλας, Σάμον καὶ Χίον εἷλε, καὶ μέρος τῆς Ἀττάλου γῆς ἐπόρθησε, καὶ αὐτῆς ἀπεπείρασε Περγάμου, μὴ φειδόυενος ἱερῶν ἢ τάφων, τήν τε Ῥοδίων περαίαν ἐδῄου διαλλακτήρων οἱ γεγονότων, καὶ ἑτέρῳ μέρει στρατοῦ τὴν Ἀττικὴν ἐλυμαίνετο καὶ τὰς Ἀθήνας ἐπολιόρκει, ὡς οὐδὲν τῶνδε Ῥωμαίοις προσηκόντων. λόγος τε ἦν ὅτι Φίλιππος καὶ Ἀντίοχος ὁ Σύρων βασιλεὺς ὑπόσχοιντο ἀλλήλοις, Ἀντιόχῳ μὲν ὁ Φίλιππος συστρατεύσειν ἐπί τε Αἴγυπτον καὶ ἐπὶ Κύπρον, ὧν τότε ἦρχεν ἔτι παῖς ὢν Πτολεμαῖος ὁ τέταρτος, ᾧ φιλοπάτωρ ἐπώνυμον ἦν, Φιλίππῳ δʼ Ἀντίοχος ἐπὶ Κυρήνην καὶ τὰς Κυκλάδας νήσους καὶ Ἰωνίαν.
IV καὶ τήνδε τὴν δόξαν, ἐκταράσσουσαν ἅπαντας Ῥόδιοι μὲν Ῥωμαίοις ἐμήνυσαν, ἐπὶ δὲ τοῖς Ῥοδίων Ἀθηναίων πρέσβεις ᾐτιῶντο Φίλιππον τῆς πολιορκίας. καὶ Αἰτωλοὶ μεταγιγνώσκοντες κατηγόρουν ὡς καὶ περὶ σφᾶς ἀπίστου γεγονότος, ἠξίουν τε αὖθις ἐς τοὺς Ῥωμαίων συμμάχους ἐγγραφῆναι. Ῥωμαῖοι δʼ Αἰτωλοῖς ἐμέμψαντο τῆς οὐ πρὸ πολλοῦ μεταβολῆς, πρέσβεις δʼ ἐς τοὺς βασιλέας ἔπεμπον, οἳ προηγόρευον αὐτοῖς Ἀντίοχον μὲν Αἰγύπτῳ μὴ ἐπιχειρεῖν, Φίλιππον δὲ μηδὲν ἐς Ῥοδίους ἢ Ἀθηναίους ἢ Ἄτταλον ἢ ἐς ἄλλον τινὰ Ῥωμαίων φίλον ἁμαρτάνειν. τούτοις ὁ Φίλιππος ἀπεκρίνατο Ῥωμαίοις ἕξειν καλῶς, ἂν ἐμμένωσιν ᾗ συνέθεντο πρὸς αὐτὸν εἰρήνῃ. οὕτω μὲν αἱ γενόμεναι σπονδαὶ ἐλέλυντο, καὶ στρατιὰ Ῥωμαίων ἐς τὴν Ἑλλάδα ἠπείγετο, στρατηγοῦντος Ποπλίου καὶ ναυαρχοῦντος Λευκίου.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi