Thesauros Edebiyat Tarih ἐκ τῆς Μακεδονικῆς

ἐκ τῆς Μακεδονικῆς

ἐκ τῆς Μακεδονικῆς Appianus of Alexandria
III ὅτι Πτολεμαίου τοῦ βασιλεύοντος Αἰγύπτου πρέσβεις, καὶ σὺν αὐτοῖς ἕτεροι παρά τε Χίων καὶ Μιτυληναίων καὶ Ἀμυνάνδρου τοῦ Ἀθαμάνων βασιλέως, δίς, ἔνθα περ οἱ Αἰτωλοὶ τὰς πόλεις ἐπισκεψομένας ἐκάλουν, συνῆλθον ἐπὶ διαλλαγῇ Ῥωμαίων καὶ Αἰτωλῶν καὶ Φιλίππου. Σουλπικίου δʼ εἰπόντος οὐκ εἶναι κυρίου περὶ τῆς εἰρήνης τι κρῖναι, καὶ ἐς τὴν βουλὴν κρύφα ἐπιστέλλοντος ὅτι Ῥωμαίοις συμφέρει πολεμεῖν Αἰτωλοὺς Φιλίππῳ, ἡ μὲν βουλὴ τὰς συνθήκας ἐκώλυσε, καὶ τοῖς Αἰτωλοῖς ἔπεμπε συμμαχίαν πεζοὺς μυρίους καὶ ἱππέας χιλίους, μεθʼ ὧν οἱ Αἰτωλοὶ κατέλαβον Ἀμβρακίαν, ἣν οὐ πολὺ ὕστερον αὐτῶν Φίλιππος ἀποπλευσάντων ἀνέλαβεν. οἱ δὲ πρέσβεις αὖθις συνῆλθον, καὶ πολλὰ φανερῶς ἔλεγον, ὅτι Φίλιππος καὶ Αἰτωλοὶ διαφερόμενοι τοὺς Ἕλληνας ἐς δουλείαν Ῥωμαίοις ὑποβάλλουσιν, ἐθίζοντες αὐτοὺς τῆς Ἑλλάδος θαμινὰ πειρᾶσθαι. ἐφʼ οἷς ὁ μὲν Σουλπίκιος ἀντιλέξων ἀνίστατο, τὸ δὲ πλῆθος οὐκ ἤκουσεν, ἀλλʼ ἐκεκράγεσαν τοὺς πρέσβεις εὖ λέγειν.
III καὶ τέλος Αἰτωλοί τε πρῶτοι κατὰ σφᾶς, ἄνευ Ῥωμαίων, Φιλίππῳ συνέβησαν, καὶ πρέσβεις αὐτοῦ Φιλίππου καὶ Ῥωμαίων ἐπὶ διαλλαγαῖς ἀφίκοντο ἐς Ῥώμην. καὶ ἐγένοντο συνθῆκαι Ῥωμαίοις καὶ Φιλίππῳ, μηδετέρους ἀδικεῖν τοὺς ἑκατέρωθεν φίλους. ἐς μὲν δὴ τοῦτʼ ἔληξεν ἡ Φιλίππου καὶ Ῥωμαίων ἐς ἀλλήλους πεῖρα πρώτη, καὶ τὰς συνθήκας οὐδέτεροι βεβαίους, οὐδʼ ἀπʼ εὐνοίας, ἐδόκουν πεποιῆσθαι.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi