Thesauros Edebiyat Tarih ἐκ τῆς Μακεδονικῆς

ἐκ τῆς Μακεδονικῆς

ἐκ τῆς Μακεδονικῆς Appianus of Alexandria
XI ἀλλʼ Ἀβρούπολιν ἐξέβαλε τῆς ἀρχῆς. ἐπιδραμόντα γε τοῖς ἡμετέροις ἀμυνόμενος. καὶ τοῦτʼ αὐτὸς ὑμῖν ἐδήλωσε Περσεύς, καὶ τὰς συνθήκας αὐτῷ μετὰ τοῦτο ἀνενεώσασθε, οὔπω διαβάλλοντος Εὐμένους. τὸ μὲν δὴ περὶ Ἀβρούπολιν καὶ πρεσβύτερόν ἐστι τῶν συνθηκῶν, καὶ παρʼ ὑμῖν, ὅτε συνετίθεσθε, δίκαιον ἐφάνη. Δόλοψι γὰρ ἐπεστράτευσεν οὖσι τῆς ἰδίας ἀρχῆς, καὶ δεινὸν εἰ τῶν ἑαυτοῦ λογισμὸν ὑμῖν ὀφλήσει. δίδωσι δʼ ὅμως, περὶ πολλοῦ ποιούμενος ὑμᾶς τε καὶ δόξαν ἀγαθήν. ἔκτειναν δʼ οἱ Δόλοπες οἵδε τὸν ἡγούμενον αὐτῶν αἰκισάμενοι, καὶ ζητεῖ Περσεὺς τί ἂν ὑμεῖς ἐδράσατε τοὺς ὑπηκόους τοιαῦτα πράξαντας. ἀλλʼ Ἀρθέταυρόν τινες ἀνελοντες ἐν Μακεδονίᾳ διέτριβον. κοινῷ γε πάντων ἀνθρώπων νόμῳ, καθὰ καὶ ὑμεῖς τοὺς ἑτέρωθεν φεύγοντας ὑποδέχεσθε. μαθὼν δὲ καὶ τοῦθʼ ὅτι ἔγκλημα ποιεῖσθε, ἐξεκήρυξεν αὐτοὺς τῆς ἀρχῆς ὅλης.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi