XI
ὧν ὁ Περσεὺς αἰσθόμενος ἔπεμπεν ἐς Ῥώμην, ἀπορῶν τε καὶ πυνθανόμενος τί παθόντες ἐκλήθονται τῶν συγκειμένων καὶ πρέσβεις κατʼ αὐτοῦ περιπέμπουσιν ὄντος φίλου, δέον, εἰ καί τι μέμφονται, λόγῳ διακριθῆναι. οἱ δʼ ἐνεκάλουν ὅσα Εὐμένης εἴποι καὶ πάθοι, καὶ μάλιστα ὅτι Θρᾴκην κατακτῷτο, καὶ στρατιὰν ἔχοι καὶ παρασκευὴν οὐκ ἠρεμήσοντος ἀνδρός. ὁ δʼ αὖθις ἔπεμπεν ἑτέρους, οἳ ἐς τὸ βουλευτήριον ἀπαχθέντες ἔλεγον ὧδε· τοῖς μὲν προφάσεως ἐς πόλεμον, ὦ Ῥωμαῖοι, δεομένοις ἱκανὰ πάντα ἐς τὴν πρόφασιν ἐστίν. εἰ δʼ αἰδεῖσθε συνθήκας οἱ πολὺν ἀξιοῦντες αὐτῶν λόγον ἔχειν, τί παθόντες ὑπὸ Περσέως αἴρεσθε πόλεμον; οὐ γὰρ ὅτι στρατιὰν ἔχει καὶ παρασκευήν. οὐ γὰρ ἔχει ταῦτα καθʼ ὑμῶν. οὐδὲ τοὺς ἄλλους κεκτῆσθαι βασιλέας κωλύετε· οὐδʼ ἄδικον ἀσφαλῶς ἔχειν ἐς τοὺς ἀρχομένους καὶ τὰ περίοικα, καὶ εἴ τις ἔξωθεν ἐπιβουλεύοι. πρὸς δὲ ὑμᾶς, ὦ ἄνδρες Ῥωμαῖοι, ὑπὲρ τῆς εἰρήνης ἐπρέσβευσε καὶ τὰς συνθήκας ἔναγχος ἀνεκαίνισεν.