Thesauros Edebiyat Tarih Λιβυκή

Λιβυκή

Λιβυκή Appianus of Alexandria
 
τῆς μὲν εὐπειθείας ὑμᾶς, ὦ Καρχηδόνιοι, καὶ προθυμίας τῆς μέχρι νῦν ἔς τε τὰ ὅμηρα καὶ τὰ ὅπλα ἐπαινοῦμεν, χρὴ δʼ ἐν τοῖς ἀναγκαίοις βραχυλογεῖν. ὑπόστητε γενναίως τὸ λοιπὸν τῆς συγκλήτου κέλευσμα· ἔκστητε τῆς Καρχηδόνος ἡμῖν, καὶ ἀνοικίσασθε ὅπῃ θέλετε τῆς ὑμετέρας, ὀγδοήκοντα σταδίους ἀπὸ θαλάσσης· τήνδε γὰρ ἡμῖν ἔγνωσται κατασκάψαι. οἱ δʼ ἔτι λέγοντος αὐτοῦ τὰς χεῖρας ἐς τὸν οὐρανὸν ἀνέσχον μετὰ βοῆς, καὶ τοὺς θεοὺς ὡς ἠπατημένοι κατεκάλουν, πολλά τε καὶ δυσχερῆ κατὰ Ῥωμαίων ἐβλασφήμουν, ἢ θανατῶντες ἢ ἔκφρονες ὄντες, ἢ τοὺς Ῥωμαίους ἐς μύσος πρέσβεων διερεθίζοντες. ἔς τε τὴν γῆν σφᾶς ἐρρίπτουν, καὶ χερσὶ καὶ κεφαλαῖς αὐτὴν ἔτυπτον· οἱ δὲ καὶ τὰς ἐσθῆτας ἐπερρήγνυντο, καὶ τοῖς σώμασι τοῖς ἑαυτῶν ἐνύβριζον ὡς ὑπὸ ἀνοίας ἐνηδρευμένοι. ἐπεὶ δέ ποτε αὐτοῖς ὁ οἶστρος ἔληξε, σιωπὴ πολλὴ καὶ κατήφεια ἦν οἷα νεκρῶν κειμένων. Ῥωμαῖοι δʼ ἐξεπλήσσοντο, καὶ οἱ ὕπατοι φέρειν αὐτοὺς ἐγνώκεσαν ὡς ἐπὶ ἀλλοκότῳ κελεύσματι, μέχρι παύσαιντο ἀγανακτοῦντες, καλῶς εἰδότες ὅτι τὰ μέγιστα δεινὰ αὐτίκα μὲν ἐς θρασύτητα ἐκπλήσσει, σὺν χρόνῳ δὲ καταδουλοῖ τὴν τόλμαν ἡ ἀνάγκη. ὃ καὶ τότε ἔπαθον οἱ Καρχηδόνιοι· παρὰ γὰρ τὴν σιωπὴν ἁπτομένου σφῶν τοῦ κακοῦ μᾶλλον, ἀγανακτεῖν μὲν ἔτι ἐπαύσαντο, ἀνέκλαιον δὲ καὶ κατεθρήνουν ἑαυτούς τε καὶ παῖδας καὶ γυναῖκας ἐξ ὀνομάτων, καὶ τὴν πατρίδα αὐτήν, ὡς ἐς ἄνθρωπον ἀκούουσαν λέγοντες οἰκτρὰ καὶ πολλά. οἱ δὲ ἱερεῖς καὶ τὰ τῶν ἱερῶν ὀνόματα καὶ τοὺς ἐν αὐτοῖς θεοὺς ἀνεκάλουν, ὡς παροῦσι κἀκείνοις προφέροντες τὴν ἀπώλειαν. ἦν τε παμμιγὴς καὶ ἐλεεινὸς οἶκτος οἰμωζόντων ὁμοῦ τά τε κοινὰ καὶ τὰ ἴδια, μέχρι καὶ Ῥωμαίους αὐτοῖς ἐπιδακρῦσαι.
 
τοὺς δὲ ὑπάτους ἐσῄει μὲν οἶκτος ἀνθρωπίνης μεταβολῆς, σκυθρωποὶ δʼ ἀνέμενον καὶ τούτων κόρον αὐτοῖς ἐγγενέσθαι. ὡς δὲ καὶ ὀδυρμῶν ἔληξαν, αὖθις ἦν σιωπή. καὶ λόγον αὑτοῖς διδόντες ὡς ἡ μὲν πόλις ἐστὶν ἄνοπλος ἔρημος, οὐ ναῦν, οὐ καταπέλτην, οὐ βέλος, οὐ ξίφος ἔχουσα, οὐκ ἄνδρας οἰκείους ἱκανοὺς ἀπομάχεσθαι πέντε μυριάδων ἔναγχος διεφθαρμένων, ξενικὸν δὲ οὐδὲν ἔστιν ἢ φίλος ἢ σύμμαχος ἢ καιρὸς ἐς ταῦτα, ἔχουσι δʼ αὐτοῖς οἱ πολέμιοι καὶ τὰ τέκνα καὶ τὰ ὅπλα καὶ τὴν χώραν, καὶ περικάθηνται τὸ ἄστυ ἔνοπλοι ναυσὶ καὶ πεζῷ καὶ μηχανήμασι καὶ ἵπποις, Μασσανάσσης δʼ ἐχθρὸς ἕτερος ἐν πλευραῖς, θορύβου μὲν ἔτι καὶ ἀγανακτήσεως ἐπέσχον ὡς οὐδὲν ἐν ταῖς συμφοραῖς ὠφελούντων, ἐς δὲ λόγους αὖθις ἐτράποντο. καὶ Βάννων, ᾧ Τιγίλλας ἐπώνυμον ἦν, ἐπιφανέστατος ὢν ἐν τοῖς τότε παροῦσιν, αἰτήσας εἰπεῖν ἔλεξεν·
 
εἰ μὲν ἔστι καὶ τῶν πρότερον εἰρημένων ἔτι πρὸς ὑμᾶς, ὦ Ῥωμαῖοι, λόγος, ἐροῦμεν, οὐχ ὡς δίκαια προφέροντες (οὐ γάρ ἐστιν ἐν καιρῷ τοῖς ἀτυχοῦσιν ἀντιλογία), ἀλλʼ ἵνα μάθητε ὡς οὐκ ἀπροφάσιστός ἐστιν ὑμῖν ὁ ἔλεος ὁ ἐφʼ ἡμῖν, οὐδὲ ἄλογος. ἡμεῖς γὰρ Λιβύης ἄρχοντες καὶ θαλάσσης ὅτι πλείστης, περὶ ἡγεμονίας ὑμῖν ἐπολεμήσαμεν· καὶ ταύτης ἀπέστημεν ἐπὶ Σκιπίωνος, ὅτε τὰς ναῦς ὑμῖν παρέδομεν καὶ ἐλέφαντας ὅσους εἴχομεν, καὶ φόρους ἐταξάμεθα δώσειν καὶ δίδομεν ἐν καιρῷ. πρὸς οὖν θεῶν τῶν τότε ὀμωμοσμένων, φείδεσθε μὲν ἡμῶν, φείδεσθε δὲ τῶν Σκιπίωνος ὅρκων, ὀμόσαντος ἔσεσθαι Ῥωμαίους Καρχηδονίοις συμμάχους καὶ φίλους. οὐδʼ ἔστιν ἐς ταυθʼ ὅ τι ἡμάρτομεν. οὐ ναῦς ἔχομεν, οὐκ ἐλέφαντας, οὐ τοὺς φόρους ἐκλείπομεν, ἀλλὰ καὶ συνεμαχήσαμεν ὑμῖν ἐπὶ τρεῖς βασιλέας. μηδέ τῳ παραστῇ καταγιγνώσκειν, εἰ ταῦτα καὶ πρῴην εἴπομεν, ὅτε τὰ ὅπλα ᾐτεῖτε· αἵ τε γὰρ συμφοραὶ ποιοῦσι μακρολόγους, καὶ ἅμα συνθηκῶν οὐδὲν ἐν ταῖς ἱκεσίαις δυνατώτερον, οὐδʼ ἔχομεν ἐν οὐδὲν ἕτερον ἀντὶ λόγων καταφυγεῖν, οἳ τὴν δύναμιν ὑμῖν ἅπασαν ἐξέδομεν. τὰ μὲν δὴ πρότερα τοιαῦτα, ὧν ὁ Σκιπίων ἐστὶν ἡμῖν, ὦ Ῥωμαῖοι, βεβαιωτής· τῶν δὲ παρόντων ὑμεῖς, ὦ ὕπατοι, δημιουργοὶ καὶ μάρτυρές ἐστε ἡμῖν. ὅμηρα ᾐτήσατε, καὶ τὰ κράτιστα ἠγάγομεν ὑμῖν. ὅπλα ᾐτήσατε, καὶ πάντα ἐλάβετε, ὧν οὐδὲ οἱ ληφθέντες ἐν ταῖς πολιορκίαις ἑκόντες μεθίενται. ἐπιστεύσαμεν δὲ ἡμεῖς τῷ Ῥωμαίων ἤθει καὶ τρόπῳ· καὶ γὰρ ἡ σύγκλητος ἡμῖν ἐπέστειλε, καὶ ὑμεῖς, τὰ ὅμηρα αἰτοῦντες, ἔφατε τὴν Καρχηδόνα αὐτόνομον ἐάσειν, εἰ λάβοιτε. εἰ δὲ προσέκειτο καὶ τὰ λοιπὰ ὑμῶν ἀνέξεσθαι κελευόντων, οὐκ εἰκὸς ἦν ὑμᾶς ἐπὶ μὲν τοῖς ὁμήροις, αἰτήματι σοφεῖ, τὴν πόλιν αὐτόνομον ἔσεσθα ι προαγορεῦσαι, ἐν δὲ προσθήκῃ τῶν ὁμήρων ποιεῖσθαι τὴν Καρχηδόνος αὐτῆς κατασκαφήν, ἣν εἰ θέμις ὑμῖν ἐστὶν ἀνελεῖν, πῶς ἐλευθέραν ἔτι ἀφήσετε ἢ αὐτόνομον, ὡς ἐλέγετε;
 
τάδε μὲν εἴχομεν εἰπεῖν καὶ περὶ τῶν προτέρων συνθηκῶν καὶ περὶ τῶν πρὸς ὑμᾶς γενομένων. εἰ δὲ καὶ τούτων οὐκ ἀνέξεσθε, παρίεμεν ἅπαντα, καὶ ὃ τοῖς ἀτυχοῦσίν ἐστι λοιπόν, ὀδυρόμεθα καὶ δεόμεθα. πολλὴ δʼ ἡ ἱκεσία διʼ ἀφθονίαν κακῶν· ὑπέρ τε γὰρ πόλεως παρακαλοῦμεν ἀρχαίας, χρησμοῖς μετὰ θεῶν συνῳκισμένης, καὶ ὑπὲρ δόξης ἐπὶ μέγα προελθούσης, καὶ ὀνόματος ἐπιφοιτήσαντος ἐπὶ τὴν γῆν ὅλην, ὑπέρ τε ἱερῶν τῶν ἐν αὐτῇ τοσῶνδε καὶ θεῶν οὐδὲν ἀδικούντων, οὓς μὴ πανηγύρεις ἀφέλησθε καὶ πομπὰς καὶ ἑορτάς, μηδὲ τοὺς τάφους τὰ ἐναγίσματα, οὐδὲν ὑμῖν ἔτι τῶν νεκρῶν ἐπιζημίων ὄντων. εἰ δὲ καὶ ἡμῶν ἔστιν ἔλεος (φατὲ δὲ καὶ ἡμᾶς ἐλεεῖν οἳ συγχωρεῖτε μετοικίσασθαι), φείσασθε πολιτικῆς ἑστίας, φείσασθε ἀγορᾶς, φείσασθε βουλαίας θεοῦ, πάντων τε τῶν ἄλλων ὅσα τοῖς ἔτι ζῶσι τερπνὰ καὶ τίμια. τί γὰρ δὴ καὶ δέος ἔστιν ὑμῖν ἔτι Καρχηδόνος, οἳ καὶ τὰς ναῦς ἔχετε ἡμῶν καὶ τὰ ὅπλα καὶ τοὺς ἐπιφθόνους ἐλέφαντας; περὶ δὲ τῆς ἀνοικίσεως, εἴ τῳ δοκεῖ τοῦτο ἐς παρηγορίαν ἡμῖν προτίθεσθαι, ἔστι καὶ τόδε ἀμήχανον, ἀνδράσιν ἐς ἤπειρον ἀνοικίσασθαι θαλασσοβιώτοις, ὧν ἄπειρον πλῆθος ἐργάζεται τὴν θάλασσαν. δίδομεν δʼ ὑμῖν ἀντίδοσιν αἱρετωτέραν ἡμῖν καὶ εὐκλεεστέραν ὑμῖν. τὴν μὲν πόλιν ἐᾶτε τὴν οὐδενὸς ὑμῖν αἰτίαν, αὐτοὺς δὲ ἡμᾶς οὓς ἀνοικίζετε, εἰ θέλετε, διαχρήσασθε. οὕτω γὰρ ἀνθρώποις δόξετε χαλεπαίνειν, οὐχ ἱεροῖς καὶ θεοῖς καὶ τάφοις καὶ πόλει μηδὲν ἀδικούσῃ.
 
δόξης δʼ ἀγαθῆς καὶ εὐσεβοῦς ἐφίεσθε, ὦ Ῥωμαῖοι, παρὰ πάντα ἔργα, καὶ μετριοπάθειαν ἐν τοῖς εὐτυχήμασιν ἐπαγγέλλεσθε, καὶ τοῦθʼ οἷς ἂν ἀεὶ λάβητε καταλογίζεσθε· μὴ δή, πρὸς Διὸς καὶ θεῶν, τῶν τε ἄλλων καὶ ὅσοι Καρχηδόνα ἔτι ἔχουσί τε καὶ μή ποτε μνησικακήσαιεν ὑμῖν μηδὲ παισὶν ὑμετέροις, μὴ ἀγαθὴν δόξαν ὑμῶν αὐτῶν ἐν ἡμῖν πρώτοις διαβάλητε, μηδὲ τοιῷδε ἔργῳ τὴν εὔκλειαν ὑμῶν καταμιάνητε, χαλεπῷ μὲν ἐργασθῆναι χαλεπῷ δὲ ἀκουσθῆναι, παρά τε πρώτοις ὑμῖν ἐξ ἅπαντος τοῦ βίου γενησομένῳ. πόλεμοι γὰρ πολλοὶ μὲν Ἕλλησιν ἐγένοντο καὶ βαρβάροις, πολλοὶ δὲ ὑμῖν, ὦ Ῥωμαῖοι, πρὸς ἑτέρους· καὶ οὐδείς πω κατέσκαψε πόλιν χεῖράς τε πρὸ μάχης καθεῖσαν καὶ ὅπλα καὶ τέκνα παραδοῦσαν. καὶ εἴ τις ἔστιν ἐς ἀνθρώπους ἄλλη ζημία, καὶ ταύτην παθεῖν ὑπομένουσαν. προφέροντες δʼ ὑμῖν ὁρκίους θεοὺς καὶ τύχην ἀνθρωπείαν καὶ τὴν φοβερωτάτην τοῖς εὐτυχοῦσι Νέμεσιν, δεόμεθα μήτε ἐς τὴν ὑμετέραν εὐπραγίαν ὑμᾶς ὑβρίσαι, μήτε τὰς ἡμετέρας συμφορὰς ἐς ἀνήκεστον προαγαγεῖν, συγχωρῆσαι δʼ, εἰ μὴ δίδοτε τὴν πόλιν ἔχειν, ἔς γε τὴν σύγκλητον ἔτι πρεσβεῦσαι περὶ αὐτῆς καὶ δεηθῆναι. βραχὺ δʼ ὁρᾶτε τὸ διάστημα τοῦ χρόνου, βάσανον μὲν ἡμῖν φέρον μακρὰν ἐν ὀλίγῳ διὰ τὴν τῶν ἐσομένων ἀμφιβολίαν· ὑμῖν δὲ τὸ μὲν ἀσφαλὲς ἴσον, ἢ νῦν ἢ μετʼ ὀλίγον τὰ δοκοῦντα δρᾶν, τὸ δʼ εὐσεβὲς καὶ φιλάνθρωπον ἐπιγίγεται.
 
τοιαῦτα μὲν εἶπεν ὁ Βάννων, οἱ δὲ ὕπατοι δῆλοι μὲν ἦσαν ἐσκυθρωπακότες παρὰ πάντα τὸν λόγον ὅτι μηδὲν ἐνδώσουσιν αὐτοῖς, παυσαμένου δὲ ὁ Κηνσωρῖνος ἔλεξε· περὶ μὲν ὧν ἡ σύγκλητος προσέταξε, τί δεῖ πολλάκις λέγειν; προσέταξε γάρ, καὶ χρὴ γενέσθαι· οὐδὲ ἀναθέσθαι δυνάμεθα τὰ ἤδη κεκελευσμένα γενέσθαι. ταῦτα δὲ εἰ μὲν ὡς ἐχθροῖς ἐπεκελεύομεν, ἔδει μόνον εἰπεῖν καὶ ποιεῖν ἀναγκάζειν· ἐπεὶ δὲ ἐπʼ ὠφελείᾳ κοινῇ, τάχα μέν τι καὶ ἡμῶν, τὸ δὲ πλέον ὑμῶν, ὦ Καρχηδόνιοι, γίγνεται, οὐκ ὀκνήσω καὶ τοὺς λογισμοὺς ὑμῖν εἰπεῖν, ἢν δύνησθε πεισθῆναι μᾶλλον ἢ βιασθῆναι. ἡ θάλασσα ὑμᾶς ἥδε, μεμνημένους τῆς ἐν αὐτῇ ποτὲ ἀρχῆς καὶ δυνάμεως, ἀδικεῖν ἐπαίρει, καὶ ἀπὸ τοῦδε ἐς συμφορὰς περιφέρει. Σικελίᾳ τε γὰρ διʼ αὐτὴν ἐπεχειρήσατε, καὶ Σικελίαν ἀπωλέσατε· ἔς τε Ἰβηρίαν διεπλεύσατε, καὶ Ἰβηρίαν ἀφῄρησθε. ἔν τε ταῖς συνθήκαις ἐλῄζεσθε τοὺς ἐμπόρους, καὶ τοὺς ἡμετέρους μάλιστα, ἵνα λανθάνοιτε, κατεποντοῦτε, ἕως ἁλόντες ποινὴν ἡμῖν ἔδοτε Σαρδώ. οὕτω καὶ Σαρδοῦς ἀφῃρέθητε διὰ τὴν θάλασσαν, ἣ πέφυκε πείθειν ἅπαντας ἀεὶ τοῦ πλέονος ὀρέγεσθαι διὰ τὴν ἐν αὐτῇ ταχυεργίαν.
 
ὃ καὶ Ἀθηναίους, ὅτε ἐγένοντο ναυτικοί, μάλιστα ηὔξησέ τε καὶ καθεῖλεν· ἔοικε γὰρ τὰ θαλάσσια τοῖς ἐμπορικοῖς κέρδεσιν, ἃ καὶ τὴν αὔξησιν ἔχει καὶ τὴν ἀπώλειαν ἀθρόαν. ἴστε γοῦν αὐτοὺς ἐκείνους ὧν ἐπεμνήσθην, ὅτι τὴν ἀρχὴν ἐπὶ τὸν Ἰόνιον ἐκτείνοντες ἐς Σικελίαν οὐ πρὶν ἀπέστησαν τῆς πλεονεξίας, πρὶν τὴν ἀρχὴν ἅπασαν ἀφαιρεθῆναι, καὶ λιμένας καὶ ναῦς παραδοῦναι τοῖς πολεμίοις, καὶ φρουρὰν ἐνδέξασθαι τῇ πόλει, καὶ τὰ τείχη σφῶν αὐτοὶ τὰ μακρὰ καθελεῖν, καὶ σχεδὸν ἠπειρῶται τότε κἀκεῖνοι γενέσθαι. ὃ καὶ διέσωσεν ἐπὶ πλεῖστον αὐτούς. εὐσταθέστερος γάρ, ὦ Καρχηδόνιοι, ὁ ἐν ἠπείρῳ βίος, γεωργίᾳ καὶ ἠρεμίᾳ προσπονῶν· καὶ σμικρότερα μὲν ἴσως τὰ κέρδη, βεβαιότερα δὲ καὶ ἀκινδυνότερα καθάπαξ τὰ τῆς γεωργίας τῶν ἐμπόρων. ὅλως τέ μοι δοκεῖ πόλις ἡ μὲν ἐν τῇ θαλάσσῃ ναῦς τις εἶναι μᾶλλον ἣ γῆ, πολὺν τὸν σάλον τῶν πραγμάτων ἔχουσα καὶ τὰς μεταβολάς, ἡ δὲ ἐν τῷ μεσογείῳ καρποῦσθαι τὸ ἀκίνδυνον ὡς ἐν γῇ. διὰ τοῦτʼ ἄρα καὶ τὰ πάλαι βασίλεια ὡς ἐπίπαν ἦν ἐν μέσῳ, καὶ ἀπὸ τοῦδε μέγιστα ἐγένοντο τὰ Μήδων καὶ Ἀσσυρίων καὶ Περσῶν καὶ ἑτέρων.
 
ἀλλὰ βασιλικῶν μὲν ὑποδειγμάτων παύομαι, οὐδὲν ὑμῖν ἔτι διαφερόντων· ἐς δὲ τὴν ὑμετέραν Λιβύην ἀπίδετε, ὅσαι μεσόγειοι πόλεις ἀκινδύνως βιοῦσιν. ὧν ἧς ἂν ἐθέλητε, γείτονες ἔσεσθε, ἵνα τὴν ἐρεθίζουσαν ὑμᾶς ὄψιν τε καὶ μνήμην ἀφῆτε τῶν νῦν ἐνοχλούντων κακῶν, ὅταν ἐς τὴν θάλασσαν κενὴν σκαφῶν ἀφορῶντες ἀναμιμνήσκησθε τοῦ πλήθους ὧν εἴχετε νεῶν, καὶ λαφύρων ὅσων ἐφέρετε, καὶ ἐς οἵους γε τοὺς λιμένας κατήγεσθε σοβαροί, καὶ τὰ νεώρια καὶ τὰ τῶν σκευῶν ταμιεῖα ἐνεπίμπλατε. τί δὲ αἱ ἐν τοῖς τείχεσιν ὑποδοχαὶ στρατοπέδων τε καὶ ἵππων καὶ ἐλεφάντων; τί δὲ θησαυροὶ τούτοις παρῳκοδομημένοι; τί ταῦτα μνημεῖα ὑμῖν ἐστίν; ἢ τί ἄλλο πλὴν ὀδύνη, καὶ ἐρέθισμα ἐπανελθεῖν ἐς αὐτά, εἴ ποτε δύναισθε; πάθος ἐστίν ἀνθρώπειον τοῖς μεμνημένοις τῆς ποτὲ τύχης, ἐλπίζειν τὴν τύχην ἐπανελεύσεσθαι, φάρμακον δὲ κακῶν ἀκεστήριον λήθη, ἧς οὐκ ἔνι μετασχεῖν ὑμῖν, ἢν μὴ τὴν ὄψιν ἀπόθησθε. καὶ τούτου σαφέστατος ἔλεγχος, ὅτι πολλάκις συγγνώμης καὶ συνθηκῶν τυχόντες παρεσπονδήσατε. εἰ μὲν οὖν ἔτι τῆς ἀρχῆς ἐφίεσθε καὶ δυσμεναίνετε ἡμῖν ὡς ἀφῃρημένοι καὶ καιροφυλακεῖτε, δεῖ τῆσδε τῆς πόλεως ὑμῖν καὶ λιμένων τοιῶνδε καὶ νεωρίων καὶ τειχῶν ἐς στρατοπέδου τρόπον εἰργασμένων. καὶ τί ἔτι φειδόμεθα ἐχθρῶν εἰλημμένων; εἰ δὲ τῆς μὲν ἀρχῆς ἀπέστητε καθαρῶς, οὐ λόγῳ μᾶλλον ἢ γνώμῃ, μόνα δʼ ἐξῄρησθε Λιβύης ἃ ἔχετε, καὶ τάδε ἀπροφασίστως συνέθεσθε ἡμῖν, φέρετε, καὶ ἔργῳ ταῦτα ἐπιδείξατε, ἐς μὲν Λιβύην, ἣν ἔχετε, ἀνοικισάμενοι, τῆς δὲ θαλάσσης ἐκστάντες, ἧς ἀπέστητε.
 
μηδʼ ὑποκρίνεσθε ἐλεεῖν ἱερὰ καὶ ἑστίας καὶ ἀγορὰς καὶ τάφους· ὧν τάφοι μὲν ἔστων ἀκίνητοι, καὶ ἐναγίζετε αὐτοῖς ἐπερχόμενοι καὶ τοῖς ἱεροῖς θύειν εἰ θέλετε ἐπιόντες, τὰ δὲ λοιπὰ καθέλωμεν. οὐ γὰρ καὶ νεωρίοις θύετε, οὐδὲ ἐναγίζετε τείχεσιν. ἑστίας δὲ καὶ ἱερὰ ἄλλα καὶ ἀγορὰς ἔνι καὶ μετελθόντας ἐργάσασθαι, καὶ ταχὺ κἀκεῖνα ὑμῖν ἔσται πάτρια, ᾧ λόγῳ καὶ τὰ ἐν Τύρῳ καταλιπόντες ἠλλάξασθε Λιβύην, τά τε ἐπίκτητα ὑμῖν τότε γενόμενα νῦν πάτρια τίθεσθε. βραχεῖ τε λόγῳ μάθοιτε ἂν ὡς οὐχ ὑπὸ δυσμενείας ἀλλʼ ἐπὶ βεβαίῳ τε ὁμονοίᾳ καὶ ἀμεριμνίᾳ κοινῇ τάδε προστάσσομεν, εἰ ἀναμνησθείητε ὅτι καὶ Ἄλβην ἡμεῖς, οὐκ ἐχθρὰν ἀλλὰ μητρόπολιν οὖσαν, οὐδὲ δυσμεναίνοντες ἀλλʼ ὡς ἄποικοι προτιμῶντες, ἐπὶ συμφέροντι κοινῷ μετῳκίσαμεν ἐς Ῥώμην, καὶ ἐλυσιτέλησεν ἀμφοτέροις. ἀλλʼ εἰσὶ γὰρ ὑμῖν ἔτι χειρώνακτες πολλοὶ θαλασσοβίωτοι. καὶ τούτου πεφροντικαμεν, ὡς ἂν εὐκόλως ἐπιμιγνύοισθε τῇ θαλάσσῃ, καὶ τὴν τῶν ὡραίων διάθεσίν τε καὶ ἀντίληψιν ἔχοιτε εὐμαρῆ· οὐ γὰρ μακρὰν ὑμᾶς ἀπὸ θαλάσσης, ἀλλʼ ὀγδοήκοντα σταδίους ἀναδραμεῖν κελεύομεν. ἡμεῖς δʼ ταῦτα προστάσσοντες ὑμῖν ἑκατὸν τῆς θαλάσσης ἀπέχομεν. χωρίον δὲ ὑμῖν δίδομεν, ὃ θέλετε, ἐπιλέξασθαι, καὶ μετελθοῦσιν αὐτονόμοις εἶναι. τοῦτο δʼ ἐστὶν ὃ προυλέγομεν, αὐτόνομον ἐάσειν Καρχηδόνα, εἰ πείθοιτο ἡμῖν· Καρχηδόνα γὰρ ὑμᾶς, οὐ τὸ ἔδαφος ἡγούμεθα.
 
τοσαῦτα εἰπὼν ὁ Κηνσωρῖνος ἡσύχασεν. καὶ τῶν Καρχηδονίων ὑπʼ ἐκπλήξεως οὐδὲν ἀποκριναμένων ἐπεῖπεν· ἃ μὲν ἔδειπείθοντα καὶ παρηγοροῦντα εἰπεῖν, εἴρηται· τὸ δὲ πρόσταγμα τῆς βουλῆς δεῖ γενέσθαι καὶ αὐτίκα γενέσθαι. ἄπιτε οὖν· ἐστὲ γὰρ ἔτι πρέσβεις. ὃ μὲν εἶπεν οὕτως, οἱ δʼ ἐξωθούμενοι πρὸς τῶν ὑπηρετῶν, καὶ τὸ μέλλον ὑπὸ Καρχηδονίων ἔσεσθαι προορῶντες, ᾔτησαν αὖθις εἰπεῖν. καὶ ἐσαχθέντες ἔφασαν τὸ μὲν ἀπαραίτητον τοῦ κελεύσματος ὁρῶμεν· οὐ γὰρ οὐδὲ πρεσβεῦσαι δίδοτε ἐς Ῥώμην. ἡμεῖς δʼ ἐπανελεύσεσθαι μὲν πρὸς ὑμᾶς οὐκ ἐλπίζομεν, ἀλλʼ ὑπὸ Καρχηδονίων ἔτι λέγοντες ἀπολεῖσθαι· δεόμεθα δʼ ὑμῶν, οὐχ ὑπὲρ ἑαυτῶν (ἐσμὲν γὰρ πάντα παθεῖν ἕτοιμοι) ἀλλʼ ὑπὲρ αὐτῆς ἔτι Καρχηδόνος, εἰ δύναιτο καταπλαγεῖσα τὰς συμφορὰς ὑποστῆναι. περιστήσατε αὐτῇ τὰς ναῦς ἕως ὁδεύοντες ἄπιμεν, ἵνα καὶ θεωροῦντες καὶ ἀκούοντες ὧν προσετάξατε ἐνέγκωσιν, ἂν ἄρα δύνωνται. ἐς τοῦτο δʼ ἡμῖν ἀνάγκης ἀφῖκται καὶ τύχης ὡς αὐτοὶ παρακαλεῖν ὑμᾶς τὰς ναῦς ἐπάγειν ἐπὶ τὴν πατρίδα. οἱ μὲν δὴ τοσαῦτα εἰπόντες ἀπῄεσαν, καὶ ὁ Κηνσωρῖνος πεντήρεσιν εἴκοσι παραπλεύσας ἀνεκώχευε παρὰ τὴν πόλιν· τῶν δὲ πρέσβεων οἱ μὲν ἐκ τῆς ὁδοῦ διεδίδρασκον, οἱ δὲ πλέονες ἐπορεύοντο σιγῇ.
 
Καρχηδόνιοι δʼ οἱ μὲν ἀπὸ τῶν τειχῶν ἐς τοὺς πρέσβεις, ὁπότε ἥξουσιν, ἀφεώρων καὶ βραδύνουσιν αὐτοῖς ἤχθοντο, καὶ τὰς κόμας ἐτίλλοντο· οἱ δʼ ὑπήντων ἔτι προσιοῦσιν, οὐκ ἀναμένοντες ἀλλʼ ἐπειγόμενοι μαθεῖν. σκυθρωποὺς δὲ ὁρῶντες ἐτύπτοντο τὰ μέτωπα, καὶ διηρώτων, οἱ μὲν ὁμοῦ πάντας οἱ δʼ ἕκαστον, ὡς εἶχέ τις φιλίας ἢ γνώσεως ἐς αὐτόν, ἐπιστρέφων τε καὶ πυνθανόμενος. ὡς δὲ οὐδεὶς ἀπεκρίνετο, ἀνῴμωζον ὡς ἐπʼ ὀλέθρῳ σαφεῖ. καὶ οἱ ἐπὶ τοῦ τείχους ἀκούοντες συνανῴμωζον αὐτοῖς, οὐκ εἰδότες μὲν οὐδέν, ὡς δʼ ἐπὶ σαφεῖ καὶ μεγάλῳ κακῷ. περὶ δὲ τὰς πύλας ὀλίγου μὲν αὐτοὺς καὶ συνεπάτουν, ἐπιπίπτοντες ἀθρόοι, ὀλίγου δὲ καὶ διέσπασαν, εἰ μὴ τοσόνδε ἔφασαν, ὅτι χρὴ τῇ γερουσίᾳ πρότερον ἐντυχεῖν. τότε γὰρ οἱ μὲν διίσταντο αὐτοῖς, οἱ δὲ καὶ ὡδοποίουν ἐπιθυμίᾳ τοῦ θᾶσσον μαθεῖν. ὡς δὲ ἐς τὸ βουλευτήριον ἐσῆλθον, ἡ μὲν γερουσία τοὺς ἄλλους μετεστήσατο, καὶ μόνοι συνήδρευον ἐφʼ ἑαυτῶν, τὸ δὲ πλῆθος ἔξω περιειστήκεσαν. οἱ δὲ πρέσβεις ἀπήγγελλον πρῶτα μὲν τὸ κέλευσμα τῶν ὑπάτων· καὶ εὐθὺς ἦν βοὴ τῆς γερουσίας, καὶ ὁ δῆμος ἔξω συνεβόα. ὡς δὲ ἐπῆγον οἱ πρέσβεις ὅσα ἀντέλεξαν δικαιολογούμενοι καὶ δεόμενοι καὶ ἐς Ῥώμην πρεσβεῦσαι παραιτούμενοι, αὖθις ἦν τῆς βουλῆς σιγὴ βαθεῖα, τὸ τέλος μαθεῖν περιμενούσης, καὶ ὁ δῆμος αὐτῇ συνεσιώπα. ὡς δʼ ἔμαθον ὅτι μηδὲ πρεσβεύειν ἐπέτρεψαν, ἠλάλαξαν ἐξαίσιον ὀδυρόμενοι, καὶ ὁ δῆμος ἐσέδραμεν ἐς αὐτούς.
 
καὶ ἀπὸ τοῦδε ἦν οἶστρος ἄλογός τε καὶ μανιώδης, οἷον ἐν τοῖς βακχείοις πάθεσί φασι τὰς μαινάδας ἀλλόκοτα καινουργεῖν. οἱ μὲν τῶν βουλευτῶν τοὺς περὶ τῶν ὁμήρων ἐσηγησαμένους ὡς ἐξάρχους τῆς ἐνέδρας ᾐκίζοντο καὶ διέσπων, οἱ δὲ τοὺς συμβουλεύσαντας περὶ τῶν ὅπλων. οἱ δὲ τοὺς πρέσβεις κατέλευον ὡς κακῶν ἀγγέλους, οἱ δὲ καὶ περιέσυρον ἀνὰ τὴν πόλιν. ἕτεροι δὲ τοὺς Ἰταλούς, οἳ ἔτι παρʼ αὐτοῖς ὡς ἐν αἰφνιδίῳ καὶ ἀκηρύκτῳ κακῷ ἦσαν, ἐλυμαίνοντο ποικίλως, ἐπιλέγοντες ὁμήρων πέρι καὶ ὅπλων καὶ ἀπάτης ἀμύνεσθαι. οἰμωγῆς τε ἅμα παὶ ὀργῆς καὶ δέους καὶ ἀπειλῆς ἡ πόλις ἐνεπέπληστο, καὶ ἐν ταῖς ὁδοῖς ἀνεκάλουν τὰ φίλτατα, καὶ ἐς τὰ ἱερὰ ὡς ἄσυλα κατέφευγον, καὶ τοὺς θεοὺς ὠνείδιζον ὡς οὐδὲ σφίσιν αὐτοῖς ἐπικουρῆσαι δυναμένους. ἕτεροι δὲ ἐς τὰς ὁπλοθήκας ἰόντες ἔκλαιον, ὁρῶντες κενάς· οἱ δʼ ἐς τὰ νεώρια καταθέοντες ὠδύροντο τὰς ναῦς ὡς ἀπίστοις ἀνδράσιν ἐκδεδομένας. καὶ τὰ ὀνόματά τινες τῶν ἐλεφάντων ἀνεκάλουν ὡς ἔτι παρόντων, τούς τε προγόνους καὶ σφᾶς αὐτοὺς ἐλοιδόρουν, ὡς δέον μήτε ναῦς μήτε ἐλέφαντας μήτε φόρους μήτε τὰ ὅπλα παραδόντας ἀποθανεῖν σὺν τῇ πατρίδι ὡπλισμένῃ. μάλιστα δʼ αὐτοὺς ἐς ὀργὴν ἀνέκαιον αἱ μητέρες αἱ τῶν ὁμήρων, οἷά τινες ἐκ τραγῳδίας ἐρινύες ἐντυγχάνουσαι μετʼ ὀλολυγῆς ἑκάστῳ, καὶ τὴν ἔκδοσιν τῶν παίδων προφέρουσαι καὶ τὴν ἑαυτῶν ἀπόρρησιν· ἐπεγέλων τε αὐτοῖς ὡς θεῶν ἀμυνομένων αὐτοὺς ἀντὶ τῶν παίδων. ὀλίγον δʼ ὅσον ἐσωφρόνει, τὰς πύλας ἀπέκλειε, καὶ τὸ τεῖχος λίθων ἀντὶ καταπελτῶν ἐπλήρουν.
 
ἡ δὲ βουλὴ πολεμεῖν μὲν ἐψηφισατο αὐτῆς ἡμέρας, καὶ τοὺς δούλους ἐκήρυξεν ἐλευθέρους εἶναι, στρατηγοὺς δὲ εἵλοντο τῶν μὲν ἔξω πράξεων Ἀσδρούβαν, ᾧ θάνατος ἐπικήρυκτος ἦν, ἔχοντα δισμυρίων ἤδη σύνοδον ἀνδρῶν· καί τις ἐξέτρεχεν αὐτοῦ δεησόμενος μὴ μνησικακῆσαι τῇ πατρίδι ἐνἐς χάτῳ κινδύνου, μηδέ, ὧν ὑπʼ ἀνάγκης ἠδικήθη Ῥωμαίων δέει, νῦν ἀναφέρειν. ἐντὸς δὲ τειχῶν ᾑρέθη στρατηγὸς ἕτερος Ἀσδρούβας, θυγατριδοῦς Μασσανάσσου. ἔπεμψαν δὲ καὶ ἐς τοὺς ὑπάτους, αἰτοῦντες αὖθις ἡμερῶν τριάκοντα ἀνοχάς, ἵνα πρεσβεύσειαν ἐς Ῥώμην. ἀποτυχόντες δὲ καὶ τότε, ἐπὶ θαυμαστῆς ἐγίγνοντο μεταβολῆς τε καὶ τόλμης ὁτιοῦν παθεῖν μᾶλλον ἢ τὴν πόλιν ἐκλιπεῖν. ταχὺ δὲ καὶ θάρσους ἐκ τῆς μεταβολῆς ἐπίμπλαντο. καὶ δημιουργεῖα μὲν τὰ δημόσια τεμένη καὶ ἱερὰ πάντα, καὶ εἴ τι ἄλλο εὐρύχωρον ἦν, ἐγένετο· εἰργάζοντο δὲ ὁμοῦ ἄνδρες τε καὶ γυναῖκες ἡμέρας τε καὶ νυκτός, μὴ ἀναπαυόμενοι καὶ σῖτον αἱρούμενοι παρὰ μέρος, ἐπὶ ὅρῳ τακτῷ, θυρεοὺς ἑκατὸν ἡμέρας ἑκάστης καὶ ξίφη τριακόσια καὶ καταπελτικὰ βέλη χίλια, σαυνία δὲ καὶ λόγχας πενκακοσίας, καὶ καταπέλτας ὅσους δυνηθεῖεν. ἐς δὲ τὰς ἐπιτάσεις αὐτῶν ἀπέκειραν τὰς γυναῖκας, τριχῶν ἑτέρων ἀπορία.
 
καὶ οἱ μὲν ἐν τούτῳ σπουδῆς καὶ παρασκευῆς ἦσαν, οἱ δʼ ὕπατοι τάχα μέν τι καὶ ὄκνῳ, μὴ εὐθὺς ἐπιχειρεῖν ἐς ἔργον ἀλλόκοτον, ἅμα δὲ καὶ τὴν πόλιν ἄνοπλον οὖσαν λήψεσθαι κατὰ κράτος, ὅτε θέλοιεν, ἡγούμενοι, διέμελλον ἔτι καὶ ἐνδώσειν αὐτοὺς ἐνόμιζον ἐκ τῆς ἀπορίας, οἷον ἐν τοῖς δυσχερέσι γίγνεσθαι φιλεῖ, εὐθὺς μὲν ἀντιλέγειν, προϊόντος δὲ χρόνου καὶ λογισμοῦ φόβον ἅπτεσθαι τῶν ἀπειθούντων. ἃ καὶ τῶν Καρχηδονίων τις αὐτῶν, εἰκάσας σφῶν ἤδη τὸ δέος ἅπτεσθαι, ἐτόλμησεν ὡς ἐπὶ δή τι ἄλλο παρελθὼν ἐς τὸ μέσον εἰπεῖν, ὅτι χρὴ τῶν κακῶν ἐπιλέγεσθαι τὰ μετριώτερα, ὄντας ἀνόπλους, οὕτω σαφῶς εἰπὼν τὰ τῆς γνώμης. Μασσανάσσης δὲ ἤχθετο Ῥωμαίοις, καὶ ἔφερε βαρέως ὅτι τὴν Καρχηδονίων δύναμιν αὐτὸς ἐς γόνυ βαλὼν ἄλλους ἑώρα τῷ ἐπιγράμματι αὐτῆς ἐπιτρέχοντάς τε καὶ οὐ κοινώσαντας αὐτῷ πρὶν ἐπελθεῖν, ὡς ἐν τοῖς πάλαι πολέμοις ἐποίουν. ὅμως δʼ αὐτοῦ τῶν ὑπάτων ἀποπειρωμένων καὶ καλούντων ἐπὶ συμμαχίαν, ἔφη τὴν συμμαχίαν πέμψειν, ὅταν αἴσθηται δεομένων. καὶ μετʼ οὐ πολὺ πέμψας ἤρετο εἴ τινος ἤδη δέονται. οἱ δὲ οὐ φέροντες αὐτοῦ τὸ σοβαρόν, ἤδη δέ τι καὶ ἀπιστοῦντες ὡς δυσμεναίνοντι, ἀπεκριναντο προσπέμψειν ὅτε δεηθεῖεν. περὶ δὲ ἀγορᾶς τῷ στρατῷ καὶ πάνυ ἐφρόντιζον, ἐκ μόνης ἔχοντες Ἀδρυμητοῦ καὶ Λέπτεως καὶ Θάψου καὶ Ἰτύκης καὶ Ἀχόλλης· τὰ γὰρ δὴ λοιπὰ Λιβύης ἦν ἔτι πάντα ὑπὸ Ἀσδρούβᾳ, ὅθεν ἐκεῖνος ἀγορὰν ἐς Καρχηδόνα ἔπεμπεν. ὀλίγων δʼ ἐς ταῦτα διατριφθεισῶν ἡμερῶν, οἱ μὲν ὕπατοι προσῄεσαν ἄμφω τῇ πόλει τῶν Καρχηδονίων ἐς μάχην ἐσκευασμένοι, καὶ ἐπεχείρουν.
 
ἦν δὲ ἡ πόλις ἐν μυχῷ κόλπου μεγίστου, χερρονήσῳ τι μάλιστα προσεοικυῖα. αὐχὴν γὰρ αὐτὴν ἀπὸ τῆς ἠπείρου διεῖργεν, εὖρος ὢν πέντε καὶ εἴκοσι σταδίων· ἀπὸ δὲ τοῦ αὐχένος ταινία στενὴ καὶ ἐπιμήκης, ἡμισταδίου μάλιστα τὸ πλάτος, ἐπὶ δυσμὰς ἐχώρει, μέση λίμνης τε καὶ τῆς θαλάσσης ἁπλῷ τείχει περίκρημνα ὄντα, τὰ δὲ πρὸς μεσημβρίαν ἐς ἤπειρον, ἔνθα καὶ ἡ Βύρσα ἦν ἐπὶ τοῦ αὐχένος, τριπλῷ τείχει. τούτων δʼ ἕκαστον ἦν ὕψος μὲν πηχῶν τριάκοντα, χωρὶς ἐπάλξεών τε καὶ πύργων, οἳ ἐκ διπλέθρου διαστήματος αὐτοῖς τετρώροφοι περιέκειντο, βάθος δὲ ποδῶν τριάκοντα, διώροφον δʼ ἦν ἑκάστου τείχους τὸ ὕψος, καὶ ἐν αὐτῷ κοίλῳ τε ὄντι καὶ στεγανῷ κάτω μὲν ἐστάθμευον ἐλέφαντες τριακόσιοι, καὶ θησαυροὶ παρέκειντο αὐτοῖς τῶν τροφῶν, ἱπποστάσια δʼ ὑπὲρ αὐτοὺς ἦν τετρακισχιλίοις ἵπποις, καὶ ταμιεῖα χιλοῦ τε καὶ κριθῆς, ἀνδράσι τε καταγωγαὶ πεζοῖς μὲν ἐς δισμυρίους, ἱππεῦσι δὲ ἐς τετρακισχιλίους. τοσήδε παρασκευὴ πολέμου διετέτακτο σταθμεύειν ἐν τοῖς τείχεσι μόνοις. γωνία δʼ ἣ παρὰ τὴν γλῶσσαν ἐκ τοῦδε τοῦ τείχους ἐπὶ τοὺς λιμένας περιέκαμπτεν, ἀσθενὴς ἦν μόνη καὶ ταπεινή, καὶ ἠμέλητο ἐξ ἀρχῆς.
 
οἱ δὲ λιμένες ἐς ἀλλήλους διεπλέοντο, καὶ ἔσπλους ἐκ πελάγους ἐς αὐτοὺς ἦν ἐς εὖρος ποδῶν ἑβδομήκοντα, ὃν ἁλύσεσιν ἀπέκλειον σιδηραῖς. ὁ μὲν δὴ πρῶτος ἐμπόροις ἀνεῖτο, καὶ πείσματα ἦν ἐν αὐτῷ πυκνὰ καὶ ποικίλα· τοῦ δʼ ἐντὸς ἐν μέσῳ νῆσος ἦν, καὶ κρηπῖσι μεγάλαις ἥ τε νῆσος καὶ ὁ λιμὴν διείληπτο. νεωρίων τε ἔγεμον αἱ κρηπῖδες αἵδε ἐς ναῦς διακοσίας καὶ εἴκοσι πεποιημένων, καὶ ταμιείων ἐπὶ τοῖς νεωρίοις ἐς τριηρετικὰ σκεύη. κίονες δʼ ἑκάστου νεωσοίκου προῦχον Ἰωνικοὶ δύο, ἐς εἰκόνα στοᾶς τὴν ὄψιν τοῦ τε λιμένος καὶ τῆς νήσου περιφέροντες. ἐπὶ δὲ τῆς νήσου σκηνὴ ἐπεποίητο τῷ ναυάρχῳ, ὅθεν ἔδει καὶ τὸν σαλπικτὴν σημαίνειν, καὶ τὸν κήρυκα προλέγειν, καὶ τὸν ναύαρχον ἐφορᾶν. ἔκειτο δʼ ἡ νῆσος κατὰ τὸν ἔσπλουν, καὶ ἀνετέτατο ἰσχυρῶς, ἵνα ὅ τε ναύαρχος τὰ ἐκ πελάγους πάντα ἐφορᾷ, καὶ τοῖς ἐπιπλέουσιν ἀφανὴς ἡ τῶν ἔνδον ᾖ ὄψις ἡ ἀκριβής. οὐ μὴν οὐδὲ τοῖς ἐσπλεύσασιν ἐμπόροις εὐθὺς ἦν τὰ νεώρια σύνοπτα· τεῖχός τε γὰρ αὐτοῖς διπλοῦν περιέκειτο, καὶ πύλαι, αἳ τοὺς ἐμπόρους ἀπὸ τοῦ πρώτου λιμένος ἐς τὴν πόλιν ἐσέφερον οὐ διερχομένους τὰ νεώρια.
 
οὕτω μὲν εἶχεν ἡ πόλις ἡ Καρχηδονίων ἡ τότε, οἱ δʼ ὕπατοι διελόμενοι τὸ ἔργον ᾔεσαν ἐπὶ τοὺς πολεμίους, Μανίλιος μὲν ἀπὸ τῆς ἠπείρου κατὰ τὸν αὐχένα, ἐγχώσων τε τὴν τάφρον καὶ βραχὺ ἐπιτείχισμα τὸ ἐπʼ αὐτῇ βιασόμενος, καὶ ἐπʼ ἐκείνῳ τὰ ὑψηλὰ τείχη· Κηνσωρῖνος δὲ κλίμακας ἔκ τε γῆς καὶ νεῶν ἐπέφερε κατὰ τὴν εὐτελῆ τοῦ τείχους γωνίαν. ἄμφω δʼ ὡς ἀνόπλων κατεφρόνουν, ἕως ἐντυχόντες ὅπλοις τε καινοῖς καὶ ἀνδρῶν προθυμίᾳ παραλόγῳ κατεπλάγησαν καὶ ὑπεχώρουν. καὶ εὐθὺς αὐτοῖς τοῦτο πρῶτον ἀντεκεκρούκει, ἐλπίσασιν ἀμαχὶ λήψεσθαι τὴν πόλιν. ὡς δὲ καὶ αὖθις ἐπεχείρουν καὶ αὖθις ἀπετύγχανον, τὰ μὲν τῶν Καρχηδονίων φρονήματα ἐπῇρτο, οἱ δʼ ὕπατοι δεδιότες Ἀσδρούβαν ὄπισθεν σφῶν ὑπὲρ τὴν λίμνην οὐκ ἐκ μακροῦ διαστήματος ἐστρατοπεδευμένον, ὠχύρουν καὶ αὐτοὶ δύο στρατόπεδα, Κηνσωρῖνος μὲν ἐπὶ τῆς λίμνης ὑπὸ τοῖς τείχεσι τῶν πολεμίων, Μανίλιος δʼ ἐν τῷ αὐχένι τῆς ἐς τὴν ἤπειρον ὁδοῦ. ὡς δὲ αὐτοῖς ἐγήγερτο τὰ στρατόπεδα, ὁ Κηνσωρῖνος ἐπὶ ὕλῃ ἐς μηχανὰς διέπλευσε διὰ τῆς λίμνης· καὶ ἀπέβαλεν ὑλοτόμων ἐς πεντακοσίους ἄνδρας ὅπλα τε πολλά, Ἱμίλκωνος αἰφνίδιον αὐτῷ, τοῦ Καρχηδονίων ἱππάρχου, προσπεσόντος, ᾧ Φαμέας ἐπώνυμον ἦν. κομίσας δʼ ὅμως τινὰ ὕλην, μηχανὰς ἐποίησε καὶ κλίμακας. καὶ πάλιν ἐπεχείρουν ἄμφω τῇ πόλει, καὶ ἀπετύγχανον ὁμοίως. Μανίλιος μὲν οὖν μικρὸν ἔτι προσκαμὼν καὶ μόλις τι τοῦ προτειχίσματος καταβαλών, ἀπέγνω μηδὲ ἐπιχειρεῖν ἔτι ταύτῃ·
 
Κηνσωρῖνος δὲ χώσας τι τῆς λίμνης παρὰ τὴν ταινίαν, ἵνα εὐρύτερον εἴη, δύο μηχανὰς κριοφόρους ἐπῆγε μεγάλας, τὴν μὲν ὠθουμένην ἑξακισχιλίοις πεζοῖς, ἡγουμένων τῶν χιλιάρχων, τὴν δὲ ὑπὸ τῶν ἐρετῶν, ἡγουμένων καὶ τοῖσδε ναυάρχων. φιλονεικίας δʼ, ὡς ἐν ἴσῳ καὶ ὁμοιῳ ἔργῳ, τοῖς τε ὑπηρέταις καὶ τοῖς ἄρχουσιν αὐτῶν γενομένης, συνέπεσέ τι τοῦ τείχους, καὶ τὰ ἐντὸς ἤδη κατεφαίνετο. Καρχηδόνιοι δὲ καὶ ὣς αὐτοὺς ἀπωσάμενοι, τὰ πεσόντα νυκτὸς ᾠκοδόμουν. οὐκ ἀρκούσης δʼ ἐς τὸ ἔργον αὐτοῖς τῆς νυκτός, δεδιότες περὶ τῷ ἤδη γεγονότι, μὴ καὶ τοῦτο μεθʼ ἡμέραν αἱ Ῥωμαίων μηχαναὶ νεότευκτον καὶ ὑγρὸν ἔτι καταβάλοιεν, ἐξέδραμον ἐπὶ τὰ μηχανήματα τῶν πολεμίων, οἱ μὲν σὺν ὅπλοις, οἱ δὲ γυμνοὶ λαμπάδας ἡμμένας ἔχοντες, καὶ ἐνέπρησαν μὲν οὐχ ὅλα (οὐ γὰρ ἔφθασαν Ῥωμαίων ἐπιδραμόντων), ἀχρεῖα δʼ ὅλα ποιήσαντες ἀνεχώρουν. ἅμα δʼ ἡμέρᾳ Ῥωμαίοις ἐπέπεσεν ὁρμὴ διὰ τοῦ πεσόντος οὔπω τελέως ἐγηγερμένου βιάσασθαι καὶ ἐσδραμεῖν· καὶ γάρ τι πεδίον ἐντὸς ἐφαίνετο εὐφυὲς ἐς μάχην, ἐν ᾧ τοὺς ἐνόπλους ἔστησαν οἱ Καρχηδόνιοι κατὰ μετώπου, τοὺς δʼ ἀνόπλους αὐτοῖς ἐπέταξαν σὺν λίθοις ὀπίσω καὶ ξύλοις, ἑτέρους τε πολλοὺς διαθέντες ἐπὶ τῶν περικειμένων οἰκιῶν ἀνέμενον τοὺς ἐπερχομένους ἐσδραμεῖν. οἱ δʼ ἔτι μᾶλλον ἠρεθίζοντο ὡς ὑπὸ γυμνῶν ἀνδρῶν καταφρονούμενοι, καὶ θρασέως ἐπεπήδων. Σκιπίων δέ, ὃς μετʼ ὀλίγον εἷλε Καρχηδόνα καὶ παρὰ τοῦτο Ἀφρικανὸς ἐπεκλήθη, χιλιαρχῶν τότε ὤκνει, καὶ τοὺς ἑαυτοῦ λόχους ἐς πολλὰ διελών, καὶ στήσας ἐκ διαστήματος ἐπὶ τοῦ τειχίου, κατιέναι μὲν ἐς τὴν πόλιν οὐκ εἴα, τοὺς δὲ ἐσελθόντας ἐξωθουμένους ὑπὸ τῶν Καρχηδονίων πάντοθεν αὐτοῖς ἐπιπεσόντων ὑπεδέχετο καὶ περιέσωζεν. καὶ τοῦτο πρῶτον αὐτὸν ἐπὶ δόξης ἐποίησεν, εὐβουλότερον τοῦ στρατηγοῦ φανέντα.
 
κυνὸς δʼ ἦν ἐπιτολή, καὶ τὸ Κηνσωρίνου στρατόπεδον ἐνόσει, σταθμεῦον ἐπὶ λίμνῃ σταθεροῦ καὶ βαρέος ὕδατος καὶ ὑπὸ τείχεσι μεγίστοις, οὐ καταπνεόμενον ἐκ τῆς θαλάσσης. ὅθεν ὁ Κηνσωρῖνος ἐς τὴν θάλασσαν ἀπὸ τῆς λίμνης μετεστρατοπέδευσεν. καὶ οἱ Καρχηδόνιοι, ὅτε γίγνοιτο πνεῦμα ἐς τοὺς Ῥωμαίους ἐπίφορον, σκάφας φρυγάνων καὶ στυππίου εἷλκον ὑπὸ τοῖς τείχεσιν, οὐ καθορώμενοι τοῖς πολεμίοις, ἀπὸ κάλων· εἰ δὲ ἐπικάμπτοντες ἔμελλον γενήσεσθαι καταφανεῖς, θεῖον αὐταῖς καὶ πίσσαν ἐπιχέοντες ἀνέτεινον τὰ ἱστία, καὶ πλήσαντες ἀνέμου πῦρ ἐνέβαλον ἐς τὰ σκάφη. τὰ δὲ τῷ τε ἀνέμῳ καὶ τῇ ῥοπῇ τοῦ πυρὸς ἐς τὰς Ῥωμαίων ναῦς ἐωθεῖτο καὶ ἐλυμαίνετο καὶ ὀλίγου τὸν στόλον κατέφλεξεν. μετὰ δὲ οὐ πολὺ Κηνσωρῖνος μὲν ἐς Ῥώμην ᾤχετο ἀρχαιρεσιάσων, οἱ δὲ Καρχηδόνιοι τῷ Μανιλίῳ θρασύτερον ἐπέκειντο· καὶ νυκτός, οἱ μὲν ὅπλα ἔχοντες οἱ δὲ γυμνοί, σανίδας φέροντες ἐπετίθεσαν τῇ κατὰ σφᾶς τάφρῳ τοῦ Μανιλίου, καὶ τὸ χαράκωμα διέσπων. ἀπορουμένων δὲ ὡς ἐν νυκτὶ τῶν ἔνδον, ὁ Σκιπίων ἐξέδραμε σὺν ἱππεῦσιν ἐκ τοῦ στρατοπέδου κατὰ πύλας ἄλλας, ἔνθα οὐδεὶς πόλεμος, καὶ περιδραμὼν τοὺς Καρχηδονίους κατεφόβησεν. οἱ δὲ ἀνεχώρουν ἐς τὴν πόλιν. καὶ δεύτερον ὁ Σκιπίων ἐδόκει τῷδε τῷ ἔργῳ περισῶσαι Ῥωμαίους, ἐν νυκτὶ θορυβουμένους.
 
ὁ δὲ Μανίλιος τὸ μὲν στρατόπεδον ἔτι μᾶλλον ὠχύρου, τεῖχός τε ἀντὶ χάρακος αὐτῷ περιτιθεὶς καὶ ἐπίνειον φρούριον ἐγείρων ἐπὶ τῆς θαλάσσης διὰ τὴν καταπλέουσαν ἀγοράν· τραπεὶς δʼ ἐς τὰ μεσόγεια μυρίοις πεζοῖς καὶ ἱππεῦσι δισχιλίοις τὴν χώραν ἐπόρθει, ξυλευόμενός τε καὶ χορτολογῶν καὶ ἀγορὰν συλλέγων. ἡγεῖτο δʼ ἀεὶ τῶν προνομευόντων χιλίαρχος ἕτερος παρʼ ἕτερον. καὶ Φαμέας ὁ ἵππαρχος ὁ τῶν Λιβύων, νέος τε ὢν ἔτι καὶ θρασύτερος ἐς μάχας, καὶ ἵπποις χρώμενος μικροῖς καὶ ταχέσι, καὶ ποηφαγοῦσιν ὅτε μηδὲν εἴη, καὶ φέρουσι δίψος, εἰ δεήσειε, καὶ λιμόν, ὑποκρυπτόμενος ἐν λόχμαις ἢ φάραγξιν, ὅπῃ τι ἀμελούμενον ἴδοι, ἐφίπτατο ἐξ ἀφανοῦς ὥς τις ἀετός, καὶ λυμηνάμενος ἀπεπήδα· ὅτε δὲ Σκιπίων ἄρχοι, οὐδαμοῦ οὐδʼ ἐπεφαίνετο. ὁ γάρ τοι Σκιπίων ἀεὶ συντεταγμένους ἦγε τοὺς πεζούς, καὶ τοὺς ἱππέας τῶν ἵππων ἐπιβεβηκότας· ἔν τε ταῖς προνομαῖς οὐ πρὶν διέλυε τὴν σύνταξιν ἢ τὸ πεδίον, ὃ ἔμελλε θεριεῖν, ἱππεῦσι καὶ ὁπλίταις περιλάβοι· καὶ τότε κύκλῳ αὐτὸς ἑτέραις ἴλαις ἱππέων ἀεὶ περιῄει, καὶ τῶν θεριζόντων τὸν ἀποσκιδνάμενον ἢ ἐξιόντα τοῦ κύκλου πικρῶς ἐκόλαζεν.
 
ὅθεν οἷ Φαμέας οὐκ ἐπεχείρει μόνῳ. καὶ γιγνομένου τοῦδε συνεχῶς τὸ μὲν κλέος ηὔξετο τῷ Σκιπίωνι, οἱ δʼ ἕτεροι χιλίαρχοι κατὰ φθόνον ἐλογοποίουν ξενίαν ἐκ πατερων εἶναι Φαμέᾳ πρὸς Σκιπίωνα τὸν τοῦδε πάππον. Λιβύων δὲ τοῖς ἐς πύργους καὶ φρούρια, ἃ πολλὰ ἦν ἐν τῇ χώρᾳ, καταφυγοῦσιν οἱ μὲν ἄλλοι χιλίαρχοι σπενδόμενοι καὶ μεθιέντες ἐπετίθεντο ἀπιοῦσιν, ὁ δὲ Σκιπίων ἐς τὰ οἴκοι παρέπεμπε, καὶ ἀπὸ τοῦδε οὐ πρὶν ἢ Σκιπίωνα ἀφικέσθαι συνετίθετο οὐδείς. τοσαύτη δόξα αὐτοῦ ἀνδρείας τε πέρι καὶ πίστεως καὶ παρὰ τοῖς ἰδίοις διʼ ὀλίγου ἐγεγένητο καὶ παρὰ τοῖς πολεμίοις. ἐπανελθόντων δʼ αὐτῶν ἀπὸ τῆς προνομῆς ἐς τὸ στρατόπεδον, οἱ Καρχηδόνιοι νυκτὸς ἐπέθεντο τῷ ἐπινείῳ· καὶ θόρυβος ἦν ποικίλος, συνεπηχούντων ἐς ἔκπληξιν τῶν ἐν ἄστει Καρχηδονίων. ὁ μὲν οὖν Μανίλιος τὸν στρατὸν ἔνδον συνεῖχεν ὡς ἐν ἀγνοίᾳ τοῦ κακοῦ· ὁ δὲ Σκιπίων ἱππέων ἴλας δέκα λαβὼν ἐπῆγε μετὰ δᾴδων ἡμμένων, προειπὼν διὰ τὴν νύκτα μὴ συμπλέκεσθαι, περιτρέχειν δὲ σὺν τῷ πυρὶ καὶ τὸ πλῆθος ἐπιφαίνειν καὶ φόβον ἐμπεσουμένων παρέχειν ἀεί, μέχρι ταρασσόμενοι διχόθεν οἱ Καρχηδόνιοι κατεπλάγησαν καὶ ἐς τὴν πόλιν ἐσέφυγον. καὶ τόδε τοῖς Σκιπίωνος κατορθώμασι προσεγίγνετο. ἦν τε διὰ στόματος ἐπὶ πᾶσιν ἔργοις ὡς μόνος ἄξιος Παύλου τε τοῦ πατρὸς τοῦ Μακεδόνας ἑλόντος καὶ τῶν Σκιπιώνων, ἐς οὓς κατὰ θέσιν ἀνείληπτο.
 
Μανιλίου δὲ ἐς Νέφεριν ὁδεύοντος ἐπὶ Ασδρούβαν, ἐδυσχεραινεν ὁ Σκιπίων ὁρῶν πάντα ἀπόκρημνα καὶ φάραγγας καὶ λόχμας, καὶ τὰ ὑψηλὰ προειλημμένα. ὡς δʼ ἀπὸ σταδίων τριῶν ἐγεγένηντο τοῦ Ἀσδρούβα, καὶ ἔς τι ῥεῦμα καταβάντας ἐχρῆν ἀναβαίνειν ἐπὶ τὸν Ἀσδρούβαν, ἐνέκειτο δὴ τότε, καὶ συνεβούλευε στραφῆναι ὡς ἄλλου καιροῦ καὶ μηχανῆς ἄλλης ἐπὶ τὸν Ἀσδρουβαν δεομένους. ἀντιλεγόντων δὲ κατὰ ζῆλον αὐτοῦ τῶν ἑτέρων χιλιάρχων, καὶ μαλακίαν καὶ οὐκ εὐβουλίαν ἡγουμένων εἰ τοὺς πολεμίους ἰδόντες ἀναχωρήσουσιν, ἐν ᾧ καὶ καταφρονοῦντες φεύγουσιν ἐπικείσονται, δεύτερα τούτων ἠξίου στρατόπεδον πρὸ τοῦ ῥεύματος ἐγεῖραι, ἵνʼ εἰ βιασθεῖεν, ἔχοιεν ἀναχώρησιν, οὐκ ὄντος αὐτοῖς νῦν οὐδʼ ὅποι καταφεύγοιεν. οἱ δὲ καὶ τοῦτο ἐγέλων, καὶ τὸ ξίφος τις ἠπείλησεν ἀπορρίψειν, εἰ μὴ Μανίλιος ἀλλὰ Σκιπίων ἄρχοι. διέβαινεν οὖν ὁ Μανίλιος, οὐδὲ τἄλλα ὢν ἐμπειροπόλεμος, καὶ αὐτῷ περάσαντι ὁ Ἀσδρούβας ἀπήντα, φόνος τε ἦν πολὺς ἐξ ἑκατέρων. καὶ ὁ Ἀσδρούβας ἀναδραμὼν ἐς τὸ φρούριον, ἔνθα μηδὲν παθεῖν ἐδύνατο, ἐφήδρευεν ἀπιοῦσιν ἐπιθέσθαι. οἱ δὲ σὺν μετανοίᾳ τῶν γεγονότων ἀπεχώρουν, ἄχρι μὲν ἐπὶ τὸ ῥεῦμα ἐν τάξει· δυσπόρου δʼ ὄντος τοῦ ποταμοῦ, καὶ διαβάσεων ὀλίγων τε καὶ δυσχερῶν, ἐς ἀταξίαν διῃροῦντο ὑπʼ ἀνάγκης. καὶ ὁ Ἀσδρούβας καθορῶν ἐπέκειτο λαμπρῶς τότε μάλιστα, καὶ πλῆθος ἔκτεινεν οὐδʼ ἀμυνομένων ἀλλὰ φευγόντων. ἔπεσον δὲ καὶ τῶν χιλιάρχων τρεῖς οἳ τὸν στρατηγὸν μάλιστα ἐπεπείκεσαν ἐς τὴν μάχην.
 
ὁ δὲ Σκιπίων τριακοσίους ἱππέας οὓς εἶχεν ἀμφʼ αὑτόν, καὶ ὅσους ἄλλους συναγαγεῖν ἔφθασε, διελὼν ἐς δύο τοῖς ἐχθροῖς ἐπῆγε σὺν δρόμῳ πολλῷ, παρὰ μέρος ἀκοντίζοντάς τε καὶ εὐθὺς ἀποχωροῦντας, εἶτʼ αὖθις ἐπιόντας καὶ πάλιν εὐθὺς ἀποπηδῶντας. οὕτω γὰρ εἴρητο αὐτοῖς, τοὺς ἡμίσεας ἀεὶ παρὰ μέρος ἐπιέναι καὶ ἀκοντίσαντας ἀπελαύνειν, ὥσπερ ἐν κύκλῳ περιιόντας. γιγνομένου δὲ τοῦδε πυκνοῦ, καὶ διαστήματος οὐδενὸς ὄντος, οἱ μὲν Λίβυες ἐβάλλοντο συνεχῶς, καὶ ἐπιστρέφοντες ἐς τὸν Σκιπίωνα ἧσσον τοῖς περῶσιν ἐπέκειντο, οἱ δʼ ἔφθασαν διελθεῖν τὸ ῥεῦμα. καὶ ὁ Σκιπίων ἐπʼ αὐτοῖς ἀφίππευσε βαλλόμενός τε καὶ χαλεπῶς. σπεῖραι δʼ ἐν ἀρχῇ τοῦδε τοῦ πόνου τέσσαρες ἀποσχισθεῖσαι τοῦ ῥεύματος ὑπὸ τῶν πολεμίων ἔς τινα λόφον ἀνέδραμον· καὶ αὐτὰς ὁ Ἀσδρούβας περιεκάθητο, ἀγνοούντων ἔτι Ῥωμαίων, ἕως ἐστάθμευσαν. ἐπεὶ δʼ ἔμαθον, ἠπόρουν, καὶ τοῖς μὲν ἐδόκει φεύγειν καὶ μὴ κινδυνεύειν ἅπασι διʼ ὀλίγους, ὁ δὲ Σκιπίων ἐδίδασκεν ἀρχομένων μὲν ἔργων εὐβουλίᾳ χρῆσθαι, κινδυνεύοντων δὲ ἀνδρῶν τοσῶνδε καὶ σημείων τόλμῃ παραβόλῳ. αὐτὸς δʼ ἐπιλεξάμενός τινας ἱππέων ἴλας, ἐπανοίσειν ἔφη ἐκείνους, ἢ χαίρων αὐτοῖς συναπολεῖσθαι. δύο τε ἡμερῶν σιτία φέρων εὐθὺς ὥδευε, δεδιότος πάνυ τοῦ στρατοῦ μὴ οὐδʼ αὐτὸς ἐπανέλθοι. ὡς δʼ ἧκεν ἐπὶ τὸν λόφον ἔνθα ἦσαν οἱ πολιορκούμενοι, τὸν μὲν ἄντικρυς αὐτοῦ δρόμῳ κατέλαβε, καὶ μία τοὺς δύο χαράδρα διεῖργεν, οἱ δὲ Λίβυες τότε μάλιστα ἐπέκειντο τοῖς πολιορκουμένοις καὶ πρὸς αὐτοὺς ἐνενεύκεσαν, ὡς οὔπω δυναμένου τοῦ Σκιπίωνος ἐπικουρεῖν ἐξ ὁδοιπορίας συντόνου. ὁ δὲ Σκιπίων ὡς εἶδε τὰς πέζας τῶν δύο λόφων τὴν χαράδραν περιιούσας, τὸν καιρὸν οὐ μεθῆκεν, ἀλλὰ περιέδραμε διʼ αὐτῶν ὑπὲρ τοὺς πολεμίους. οἱ δʼ ἤδη κυκλου?́μενοι διέφευγον ἀκόσμως, μεθιέντος αὐτοὺς ἀπιέναι τοῦ Σκιπίωνος ἀδεῶς, πολὺ πλείονας ὄντας.
 
οὕτω μὲν δὴ καὶ τούσδε ὁ Σκιπίων περιέσωσεν ἐν ἀπογνώσει γενομένους. καὶ αὐτὸν ἡ στρατιὰ μακρόθεν ἰδοῦσα ἐξ ἀέλπτου περισεσωσμένον τε καὶ περισώσαντα τοὺς ἑτέρους, μέγα ἠλάλαξαν ἡδόμενοι. καὶ δαιμόνιον αὐτῷ συλλαμβάνειν ἐδόξαζον, ὃ καὶ τῷ πάππῳ Σκιπίωνι προσημαίνειν ἐδόκει τὰ μέλλοντα. ὁ μὲν δὴ Μανίλιος ἀνεζεύγνυεν ἐς τὸ πρὸς τῇ πόλει στρατόπεδον, πολλὴν τίσιν ὑποσχὼν τοῦ μὴ πεισθῆναι Σκιπίωνι τῆς στρατείας ἀποτρέποντι· ἀχθομένων δὲ πάντων ἐπὶ τῇ τῶν πεσόντων ἀταφίᾳ, καὶ μάλιστα ἐπὶ τοῖς χιλιάρχοις, ὁ Σκιπίων τινὰ λύσας τῶν αἰχμαλώτων ἔπεμψε πρὸς Ἀσδρούβαν, καὶ παρῄνει θάψαι τοὺς χιλιάρχους. ὁ δʼ ἐρευνησάμενος τὰ νεκρά, καὶ ἀπὸ τῆς σφραγῖδος εὑρών (χρυσοφοροῦσι γὰρ τῶν στρατευομένων οἱ χιλίαρχοι, τῶν ἐλαττόνων σιδηροφορούντων), ἔθαψεν αὐτούς, εἴτε τὸ ἔργον ἀνθρώπειον καὶ κοινὸν ἐν τοῖς πολέμοις ἡγούμενος, εἴτε τὴν Σκιπίωνος δόξαν ἤδη δεδιώς τε καὶ θεραπεύων. Ῥωμαίοις δʼ ἀναζευγνύουσι μὲν ἀπὸ τοῦ Ἀσδρούβα ἐπέκειτο Φαμέας, διὰ τὸ πταῖσμα θορυβουμένοις· ἐσιοῦσι δὲ οἱ Καρχηδόνιοι τῆς πόλεως ἐκδραμόντες ὑπήντων, καί τινα καὶ τῶν σκευοφόρων διέφθειραν.
 
εν τούτῳ δὲ καὶ ἡ σύγκλητος ἐς τὸ στρατόπεδον ἔπεμπε τοὺς εἰσομένους καὶ μεταδώσοντας αὐτῇ τὰ ἀκριβέστατα, ἐφʼ ὧν ὅ τε Μανίλιος καὶ τὸ συνέδριον καὶ οἱ λοιποὶ τῶν χιλιάρχων, ἐσβεσμένου τοῦ φθόνου διὰ τὴν εὐπραγίαν, ἐμαρτύρουν τῷ Σκιπίωνι, καὶ ὁ στρατὸς ἅπας καὶ τὰ ἔργα ἐπʼ ἐκείνοις, ὥστʼ ἐπανελθόντες οἱ πρέσβεις διεθρόησαν ἐς ἅπαντας τὴν ἐμπειρίαν καὶ ἐπίτενξιν τοῦ Σκιπίωνος καὶ τῆς στρατιᾶς τὴν ἐς αὐτὸν ὁρμήν. ἡ δὲ βουλὴ τούτοις μὲν ἔχαιρε, πολλῶν δὲ γεγενημένων πταισμάτων ἐς Μασσανάσσην ἔπεμπε, καὶ παρεκάλει συμμαχεῖν αὐτὸν ἐρρωμένως ἐπὶ Καρχηδόνα. ὁ δʼ ὑπὸ μὲν τῶν πρέσβεων οὐ κατελήφθη, κάμνων δὲ γήρᾳ καὶ νόσῳ, καὶ παῖδας ἔχων νόθους μὲν πλείονας, οἷς ἐδεδώρητο πολλά, γνησίους δὲ τρεῖς οὐδὲν ἀλλήλοις τὰ ἔργα ἐοικότας, ἐκάλει τὸν Σκιπίωνα κατὰ φιλίαν αὐτοῦ τε καὶ τοῦ πάππου σύμβουλόν οἱ περὶ τῶν τέκνων καὶ τῆς ἀρχῆς ἐσόμενον. ὁ δὲ ᾔει μὲν αὐτίκα, μικρὸν δὲ πρὶν ἐλθεῖν ὁ Μασσανάσσης ἀποψύχων ἐπέσκηψε τοῖς παισὶ πείθεσθαι τοῦ Σκιπίωνος, ὡς ἂν αὐτοῖς διαιρῇ τὰ ὄντα.
 
καὶ ὁ μὲν τοῦτʼ εἰπὼν ἐτελεύτησεν, ἀνὴρ ἐς πάντα ἐπιτυχής, ᾧ τὴν μὲν ἀρχὴν τὴν πατρῴαν θεὸς ἔδωκεν, ἀφαιρεθέντι πρὸς Καρχηδονίων καὶ Σύφακος, ἀναλαβεῖν καὶ προαγαγεῖν ἐπὶ μέγιστον, ἀπὸ Μαυρουσίων τῶν παρʼ ὠκεανῷ μέχρι τῆς Κυρηναίων ἀρχῆς ἐς τὰ μεσόγεια, ἡμερῶσαι δὲ γῆν πολλήν, τὰ πολλὰ τῶν Νομάδων ποηφαγούντων διὰ τὸ ἀγεώργητον, θησαυρούς τε μεγάλους χρημάτων καταλιπεῖν καὶ στρατιὰν πολλὴν γεγυμνασμένην, τῶν δʼ ἐχθρῶν Σύφακα μὲν αἰχμάλωτον ἑλεῖν αὐτοχειρί, Καρχηδόνι δʼ αἴτιον τῆς ἀναστάσεως γενέσθαι, πάμπαν ἀσθενῆ Ῥωμαίοις ὑπολιπόντα. ἔφυ δὲ καὶ τὸ σῶμα μέγας τε καὶ εὔρωστος ἐς γῆρας πολύ, καὶ μάχης ἐπειρᾶτο μέχρι τοῦ θανάτου, ἵππου τε χωρὶς ἀναβολέως ἐπέβαινεν. καὶ μεγίστῳ δὴ τῷδʼ ἐτεκμηρίωσε μάλιστα τὴν εὐρωστίαν αὑτοῦ· πολλῶν γὰρ αὐτῷ παίδων γιγνομένων τε καὶ ἀποθνησκόντων, οὔποτε μὲν ἦσαν αὐτῷ μείους τῶν δέκα, τετραετὲς δὲ παιδίον ἐνενηκοντούτης ὢν ἀπέλιπεν. ὁ μὲν δὴ Μασσανάσσης ὧδε χρόνου τε καὶ σώματος ἔχων ἐτεθνήκει, Σκιπίων δὲ τοῖς μὲν νόθοις αὐτοῦ παισὶ προσέθηκεν ἑτέρας δωρεάς, τοῖς δὲ γνησίοις τοὺς μὲν θησαυροὺς καὶ φόρους καὶ τὸ ὄνομα τῆς βασιλείας κοινὸν ἀπέφηνε, τὰ δʼ ἄλλα διέκρινεν ὡς ἔμελλεν ἁρμόσειν πρὸς ὃ ἐβούλετο ἕκαστος, Μικίψῃ μέν, ὃς πρεσβύτατος ὢν εἰρηνικώτατος ἦν, Κίρτην ἐξαίρετον ἔχειν καὶ τὰ βασίλεια τὰ ἐν αὐτῇ, Γολόσσῃ δέ, στρατιωτικῷ τε ὄντι καὶ δευτέρῳ καθʼ ἡλικίαν, πολέμου τε καὶ εἰρήνης εἶναι κυρίῳ, Μαστανάβᾳ δέ, ὃς νεώτατος ὢν ἤσκει δικαιοσύνην, δικάζειν τοῖς ὑπηκόοις τὰ ἀμφίλογα.
 
οὕτω μὲν ὁ Σκιπίων τὴν ἀρχὴν καὶ περιουσίαν Μασσανάσσου διεῖλε τοῖς παισί, καὶ Γολόσσην εὐθὺς ἐς συμμαχίαν ἐπήγετο· ὁ δὲ τὰς Φαμέου μάλιστα ἐνέδρας, αἳ πολλὰ Ῥωμαίους ἐλύπουν, ἐρευνώμενος ἀνέστελλεν. ἐν δέ τινι χειμασίᾳ Σκιπίων καὶ Φαμέας ἀντιπαρώδευον ἀλλήλοις, μέσην ἔχοντες ἄβατον χαράδραν, καὶ οὐδὲν ἐς ἀλλήλους δυνάμενοι. δεδιὼς δʼ ὁ Σκιπίων μή τις ἐνέδρα κατὰ τὸ πρόσθεν εἴη, προϊὼν κατεσκέπτετο σὺν τρισὶ φίλοις. καὶ αὐτὸν ὁ Φαμέας ἰδὼν ἀντιπροῄει μεθʼ ἑνὸς φίλου. ἐλπίσας δʼ αὐτὸν ὁ Σκιπίων εἰπεῖν τι θέλειν, ἐξίππευσε μεθʼ ἑνὸς καὶ ὅδε φίλου. καὶ ὡς ἤδη κατακούειν ἐδύναντο ἀλλήλων, πρὸ Καρχηδονίων οἱ προελήλυθεν. τί δὴ τῆς ἰδίας σωτηρίας οὐ προνοεῖς, εἰ μὴ τῆς κοινῆς δύνασαι; ὁ δέ, τίς ἐστιν, ἔφη, μοι σωτηρία, Καρχηδονίων μὲν οὕτως ἐχόντων, Ῥωμαίων δʼ ὑπʼ ἐμοῦ κακὰ πολλὰ πεπονθότων; καὶ ὁ Σκιπίων, ἐγγυῶμαί σοί, φησιν, εἰ πιστὸς ἐγὼ καὶ ἀξιόχρεως, καὶ σωτηρίαν καὶ συγγνώμην παρὰ Ῥωμαίων καὶ χάριν ἔσεσθαι. ὁ δʼ ἐπῄνεσε μὲν ὡς ἀξιοπιστότατον ἐκ πάντων, κρινῶ δʼ, ἔφη· κἂν δυνατὸν ἡγῶμαι, φανερὸν ἔσται σοι.
 
καὶ οἱ μὲν ἐπὶ τούτοις διεκρίθησαν, ὁ δὲ Μανίλιος αἰδούμενος τὴν δυσπραξίαν τὴν ἐς Ἀσδρούβαν αὐτῷ γενομένην, αὖθις ἐς Νέφεριν ἐστράτευε, πεντακαίδεκα ἡμερῶν τροφὰς ἐπαγόμενος. πλησιάσας δʼ ἔθετο χάρακα καὶ ὠχύρου καὶ ἐτάφρευε, καθὰ Σκιπίων ἐν τῇ προτέρᾳ στρατείᾳ παρήγγειλεν. οὐδὲν δὲ ἀνύων ἐν αἰδοῖ μείζονι ἐγίγνετο καὶ φόβῳ τοῦ πάλιν αὐτοῖς ἀπιοῦσι τὸν Ἀσδρούβαν ἐπιθέσθαι. καὶ ὁ μὲν ἐν τῷδε ἦν ἀπορίας, ἐπιστολὴν δέ τις ἐκ τοῦ Γολόσσου στρατοῦ ἔφερε τῷ Σκιπίωνι. ὁ δʼ, ὡς εἶχε, σεσημασμένην ἐπέδειξε τῷ στρατηγῷ. καὶ λύσαντες ηὗρον· ἐς τήνδε τὴν ἡμέραν ἐγὼ μὲν τόδε τὸ χωρίον καταλήψομαι· σὺ δʼ ἐλθὲ μεθʼ ὅσων βούλει, καὶ τοῖς προφύλαξιν εἰπὲ δέχεσθαι τὸν νυκτὸς ἀφικνούμενον. ἡ μὲν ἐπιστολὴ χωρὶς ὀνομάτων τοιάδʼ ἐδήλου, συνῆκε δʼ ὁ Σκιπίων εἶναι παρὰ Φαμέου. καὶ ὁ Μανίλιος ἐδεδοίκει μὲν περὶ τῷ Σκιπίωνι, μή τις ἀπάτη παρʼ ἀνδρὸς γένοιτο πιθανωτάτου πάντων ἐς ἐνέδρας· εὔελπιν δʼ αὐτὸν ὁρῶν ἔπεμπεν, ἐπιτρέψας περὶ μὲν τῆς σωτηρίας δοῦναι πίστιν ἀσφαλῆ τῷ Φαμέᾳ, χάριν δὲ μὴ ὁρίζειν, ἀλλʼ ἐπαγγέλλεσθαι Ῥωμαίους τὰ πρέποντα ποιήσειν. οὐ μὴν ἐδέησεν οὐδʼ ἐπαγγελίας· ὁ γάρ τοι Φαμέας ὡς ἧκεν ἐς τὸ συγκείμενον, περὶ μὲν τῆς σωτηρίας ἔφη πιστεύειν δεξιουμένῳ Σκιπίωνι, τὰς δὲ χάριτας Ῥωμαίοις ἐπιτρέπειν. ταῦτα δʼ εἰπὼν ἐξέτασσε τῆς ἐπιούσης ἐς μάχην, καὶ προπηδήσας μὲτὰ τῶν ἰλαρχῶν ἐς τὸ μεταίχμιον ὡς ἐπί τινα σκέψιν ἑτέραν, εἶπεν· εἰ μὲν ἔστιν ἔτι τῇ πατρίδι βοηθεῖν, ἕτοιμός εἰμι μεθʼ ὑμῶν· εἰ δʼ ἔχει τὰ ἐκείνης ὡς ἔχει, ἐμοὶ μὲν δοκεῖ τῆς ἰδίας σωτηρίας προνοεῖν, καὶ πίστιν ἔλαβον ἐπί τε ἐμαυτῷ καὶ ὅσους πείσαιμι ὑμῶν, καιρὸς δὲ καὶ ὑμᾶς ἐπιλέγεσθαι τὰ συνοίσοντα. ὁ μὲν οὕτως εἶπε, τῶν δʼ ἰλαρχῶν οἱ μὲν σὺν τοῖς αὑτῶν ηὐτομόλησαν, καὶ ἐγένοντο πάντες ἐς διακοσίους καὶ δισχιλίους ἱππέας· τοὺς δʼ Ἄννων κατεκώλυσεν, ᾧ Λεῦκος ἦν ἐπίκλησις.
 
ἐπανιόντι δὲ τῷ Σκιπίωνι μετὰ τοῦ Φαμέου ὁ στρατὸς ἀπήντα, καὶ τὸν Σκιπίωνα ηὐφήμουν ὡς ἐπὶ θριάμβῳ. Μανίλιος δʼ ὑπερηδόμενός τε, καὶ οὐκέτι τὴν ἐπάνοδον αἰσχρὰν ἐπὶ τῷδε ἡγούμενος, οὐδʼ Ἀσδρούβαν ἕψεσθαι προσδοκῶν καταπεπληγμένον, ἀνεζεύγνυεν αὐτίκα διʼ ἔνδειαν, ἑπτακαιδεκάτην ἡμέραν ἀντὶ πεντεκαίδεκα ἔχων. τρισὶ δʼ ἄλλαις ἐχρῆν κακοπαθοῦντα ἐπανελθεῖν. ὁ οὖν Σκιπίων τόν τε Φαμέαν καὶ Γολόσσην καὶ τοὺς ὑφʼ ἑκατέρῳ λαβὼν ἱππέας, προσλαβὼν δέ τινας καὶ τῶν Ἰταλικῶν, ἐς πεδίον ἠπείχθη τὸ καλούμενον μέγα βάραθρον, καὶ πολλὴν ἐξ αὐτοῦ λείαν τε καὶ ἀγορὰν ἧκε φέρων τῷ στρατῷ περὶ νύκτα. Μανίλιος δὲ πυθόμενός οἱ διάδοχον ἐπιέναι Καλπούρνιον Πίσωνα, προέπεμπεν ἐς Ῥώμην Σκιπίωνα μετὰ Φαμέου· καὶ ὁ στρατὸς ἐπὶ τὴν ναῦν καταθέοντες ηὐφήμουν τὸν Σκιπίωνα, καὶ ηὔχοντο ὕπατον ἐς Λιβύην ἐπανελθεῖν ὡς μόνον αἱρήσοντα Καρχηδόνα. θεόληπτος γάρ τις αὐτοῖς ἥδε ἡ δόξα ἐνέπιπτε, Σκιπίωνα μόνον αἱρήσειν Καρχηδόνα· καὶ πολλοὶ ταῦτα τοῖς οἰκείοις ἐς Ῥώμην ἐπέστελλον. ἡ δὲ βουλὴ Σκιπίωνα μὲν ἐπῄνει, Φαμέαν δʼ ἐτίμησαν ἁλουργίδι καὶ ἐπιπορπήματι χρυσῷ καὶ ἵππῳ χρυσοφαλάρῳ καὶ πανοπλίᾳ καὶ ἀργυρίου δραχμαῖς μυρίαις, ἔδωκαν δὲ καὶ μνῶν ἑκατὸν ἀργύρωμα καὶ σκηνὴν καὶ κατασκευὴν ἐντελῆ. καὶ ἐπήλπισαν περὶ πλειόνων, εἰ τὰ λοιπὰ τοῦ πολέμου συνεκπονήσειεν αὑτοῖς. ὁ δʼ ὑποσχόμενος ἐς Λιβύην διέπλευσεν ἐς τὸ Ῥωμαιων στρατόπεδον.
 
ἧκε δὲ Καλπούρνιος Πίσων ὁ ὕπατος ἅμα ἦρι, καὶ σὺν αὐτῷ Λεύκιος Μαγκῖνος ἐπὶ τὴν ναυαρχίαν· οἳ Καρχηδονίοις μὲν οὐκ ἐπεχείρουν, οὐδὲ Ἀσδρούβᾳ, τὰς δὲ πόλεις ἐπιόντες Ἀσπίδος μὲν ἀπετύγχανον, ἐκ γῆς καὶ θαλάσσης ἀποπειράσαντες, ἑτέραν δʼ ἐγγὺς εἷλεν ὁ Πίσων, καὶ διήρπαζεν αἰτιωμένην ἐπὶ συνθήκαις αὐτῷ προσελθεῖν. ἀπὸ δὲ ταύτης ἐς Ἰππάγρετα μετῆλθεν, ἣ μεγάλη τε ἦν καὶ τείχεσι καὶ ἀκροπόλει καὶ λιμέσι καὶ νεωρίοις ὑπʼ Ἀγαθοκλέους τοῦ Σικελιωτῶν τυράννου κατεσκεύαστο καλῶς, μέση δʼ οὖσα Καρχηδόνος καὶ Ἰτύκης τὴν ἀγορὰν ἐλῄστευε τὴν Ῥωμαίοις διαπλέουσαν· ὅθεν καὶ πάνυ ἐπλούτουν. καὶ ὁ Καλπούρνιος ἀμύνασθαί τε αὐτοὺς ἐπενόει, καὶ τό γε κέρδος ἀφελέσθαι. ἀλλʼ ὁ μὲν τὸ θέρος ὅλον ἐφεδρεύων οὐκ ἤνυε, δὶς δʼ ἐκδραμόντες οἱ Ἱππαγρέτιοι, Καρχηδονίων αὐτοῖς συμμαχούντων, τὰς μηχανὰς αὐτοῦ κατέπρησαν. καὶ ὁ μὲν ἄπρακτος ἐς Ἰτύκην ἐπανελθὼν ἐχείμαζεν.
 
οἱ Καρχηδόνιοι δέ, ἐπειδή σφισι καὶ τὸ Ἀσδρούβα στρατόπεδον ἀπαθὲς ἦν, καὶ αὐτοὶ κρείττους ἐν τῇ μάχῃ ἐγεγένητο Πίσωνος ἀμφὶ τὰ Ἱππάγρετα, Βιθύας τε αὐτοῖς ὁ Νομὰς μετὰ ὀκτακοσίων ἱππέων ἀπὸ Γολόσσου προσεκεχωρήκει, καὶ Μικίψην καὶ Μαστανάβαν τοὺς Μασσανάσσου παῖδας ἑώρων ὑπισχνουμένους μὲν ἀεὶ Ῥωμαίοις ὅπλα καὶ χρήματα, βραδύνοντας δὲ καὶ περιορωμένους ἄρα τὸ μέλλον, ἐπῄρθησαν τοῖς φρονήμασι καὶ Λιβύην ἀδεῶς ἐπῄεσαν, κρατυνόμενοί τε τὴν χώραν καὶ πολλὰ ὑβριστικὰ ἐν ταῖς πόλεσι κατὰ Ῥωμαίων ἐκκλησιάζοντες. ἔς τε τὴν ἀνανδρίαν αὐτῶν προύφερον τὰ ἐς Νέφεριν αὐτοῖς δὶς γενόμενα, καὶ ὅσα ἔναγχος ἐς Ἱππάγρετα, καὶ τὸ αὐτῆς Καρχηδόνος ἀνόπλου τε οὔσης καὶ ἀφράκτου μὴ δεδυνῆσθαι κατασχεῖν. ἔπεμπον δὲ καὶ ἐς Μικίψην καὶ Μαστανάβαν καὶ ἐς τοὺς αὐτονόμους Μαυρουσίων, παρακαλοῦντες ὁμοῦ, καὶ διδάσκοντες ὅτι καὶ σφίσι μεθʼ αὑτοὺς ἐπιχειρήσουσι Ῥωμαῖοι. ἔστελλον δὲ καὶ ἐς Μακεδονίαν ἄλλους πρὸς τὸν νομιζόμενον υἱὸν εἶναι Περσέως, πολεμοῦντα Ῥωμαίοις, καὶ ἀνέπειθον ἔχεσθαι τοῦ πολέμου καρτερῶς ὡς οὐκ ἐλλειψόντων αὐτῷ χρημάτων καὶ νεῶν ἀπὸ Καρχηδόνος. ὅλως τε μικρὸν οὐδὲν ἔτι ἐφρόνουν ὁπλισάμενοι, ἀλλὰ θυμῷ καὶ τόλμῃ καὶ παρασκευῇ κατὰ μικρὸν ηὔξοντο. ἐπῇρτο δʼ ἐν μέρει καὶ Ἀσδρούβας ὁ κατὰ τὴν χώραν στρατηγὸς τῷ δὶς κρατῆσαι Μανιλίου· τήν τε τῆς πόλεως στρατηγίαν προσλαβεῖν ἐπειγόμενος, Ἀσδρούβαν τὸν ἄρχοντα αὐτῆς, ἀδελφιδοῦν ὄντα Γολόσσου, διέβαλλε τῇ βουλῇ τὰ Καρχηδονίων Γολόσσῃ προδιδόναι. καὶ τοῦ λόγου προτεθέντος ἐς μέσον, ὁ μὲν ἠπορεῖτο ὡς ἐπʼ ἀδοκήτῳ, οἱ δὲ τύπτοντες αὐτὸν τοῖς ὑποβάθροις κατέβαλον.
 
ἐς δὲ Ῥώμην ἐξαγγελλομενης τῆς τε Πίσωνος ἀπραξίας καὶ Καρχηδονίων παρασκευῆς, ὁ δῆμος ἤχθετο καὶ ἐδεδοίκει αὐξομένου πολέμου μεγάλου τε καὶ ἀδιαλλάκτου καὶ γείτονος· οὐ γάρ τινα διάλυσιν προσεδόκων, ἄπιστα πρότεροι κελεύσαντες. τῶν δʼ οὐ πρὸ πολλοῦ Σκιπίωνος ἔργων, ἐν Λιβύῃ χιλιαρχοῦντος ἔτι, μεμνημένοι, καὶ παραβάλλοντες αὐτὰ τοῖς παροῦσι, τῶν τε ἐπεσταλμένων σφίσιν ὑπὸ τῶν ἐκ στρατοπέδου φίλων καὶ οἰκείων ἀναφέροντες, ὥρμηντο ὕπατον ἐς Καρχηδόνα πέμπειν Σκιπίωνα. ἐνειστήκει δʼ ἀρχαιρέσια, καὶ ὁ Σκιπίων (οὐ γάρ πω διʼ ἡλικίαν αὐτῷ συνεχώρουν ὑπατεύειν οἱ νόμοι) ἀγορανομίαν μετῄει, καὶ ὁ δῆμος αὐτὸν ὕπατον ᾑρεῖτο. παρανόμου δʼ ὄντος καὶ τῶν ὑπάτων προφερόντων αὐτοῖς τὸν νόμον, ἐλιπάρουν καὶ ἐνέκειντο, καὶ ἐκεκράγεσαν ἐκ τῶν Τυλλίου καὶ Ῥωμύλου νόμων τὸν δῆμον εἶναι κύριον τῶν ἀρχαιρεσιῶν, καὶ τῶν περὶ αὐτῶν νόμων ἀκυροῦν ἢ κυροῦν ὃν ἐθέλοιεν. τέλος δὲ τῶν δημάρχων τις ἔφη τοὺς ὑπάτους ἀφαιρήσεσθαι τὴν χειροτονίαν, εἰ μὴ σύνθοιντο τῷ δήμῳ. καὶ ἡ βουλὴ τοῖς δημάρχοις ἐπείθετο λῦσαι τὸν νόμον τόνδε καὶ μετὰ ἔτος ἓν αὖθις ἀναγράψαι, οἷόν τι καὶ Λακεδαιμόνιοι, λύοντες ἐν χρείᾳ τὴν ἀτιμίαν τῶν ἁλόντων περὶ Πύλον, ἔφασαν· κοιμάσθων οἱ νόμοι τήμερον. οὕτω μὲν ὁ Σκιπίων ἀγορανομίαν μετιὼν ᾕρητο ὕπατος, καὶ αὐτὸν ὁ σύναρχος Δροῦσος περὶ Λιβύης πρὸς αὑτὸν ἐκέλευε διακληροῦσθαι, μέχρι τις τῶν δημάρχων ἐσηγήσατο τῆσδε τῆς στρατηγίας τὴν κρίσιν τοῦ δήμου γενέσθαι· καὶ ὁ δῆμος εἵλετο τὸν Σκιπίωνα. ἐδόθη δʼ αὐτῷ στρατὸς ἐκ μὲν καταλόγου, ὅσος ἦν ἀντὶ τῶν ἀπολωλότων, ἐθελοντὰς δʼ ἄγειν ὅσους πείσειε παρὰ τῶν συμμάχων, καὶ ἐς βασιλέας καὶ πόλεις, ὅσας δοκιμάσειε, πέμπειν, τὸν Ῥωμαίων δῆμον ταῖς ἐπιστολαῖς ἐπιγράφοντα. καὶ ἔστιν οὓς ἔλαβεν οὕτω παρά τε πόλεων καὶ βασιλέων.
 
ὁ μὲν δὴ τάδε διοικησάμενος ἐς Σικελίαν καὶ ἀπὸ Σικελίας ἐς Ἰτύκην ἔπλει· Καλπούρνιος δὲ Πίσων ἐπολιόρκει τὰ μεσόγεια, καὶ Μαγκῖνος ἐφορμῶν Καρχηδόνι, μέρος τι τοῦ τείχους ἀμελούμενον ἰδών, οὗ κρημνοὶ προύκειντο συνεχεῖς καὶ δύσβατοι, καὶ παρʼ αὐτὸ ἦν καὶ ἀμελούμενον, ἤλπισε λαθὼν κλίμακας ἐποίσειν ἐπὶ τὸ τεῖχος. καὶ προσέθηκε μέν, καί τινες τῶν στρατιωτῶν ἀνῆλθον εὐτόλμως· οἱ Καρχηδόνιοι δʼ ὀλίγων ἔτι ὄντων καταφρονήσαντες, ἀνέῳξαν πύλην ἐς τοὺς κρημνοὺς ἐκφέρουσαν, καὶ ἐπὶ τοὺς Ῥωμαίους ἐξέδραμον. καὶ αὐτοὺς οἱ Ῥωμαῖοι τρεψάμενοί τε καὶ διώκοντες ἐς τὴν πόλιν διὰ τῆς πύλης συνεσέδραμον. βοῆς δʼ ὡς ἐπὶ νίκῃ γενομένης, ὅ τε Μαγκῖνος ἐκφερόμενος ὑπὸ τῆς ἡδονῆς, καὶ τὰ ἄλλα ταχὺς ὢν καὶ κουφόνους, καὶ ὁ ἄλλος ὅμιλος ἅμα τῷ Μαγκίνῳ, τὰς ναῦς ἀφέντες ἐς τὸ τεῖχος ἐβοηδρόμουν ἄνοπλοί τε καὶ γυμνοί. ἤδη δὲ τοῦ θεοῦ περὶ δείλην ἑσπέραν ὄντος, ἐχυρόν τι πρὸς τῷ τείχει καταλαβόντες ἡσύχαζον, τροφῶν δʼ ἀπορῶν ὁ Μαγκῖνος ἐκάλει Πίσωνα καὶ τοὺς Ἰτυκαίων ἄρχοντας, ἐπικουρεῖν αὑτῷ κινδυνεύοντι καὶ τροφὰς φέρειν κατὰ σπουδήν. καὶ ὁ μὲν ἔμελλεν ἅμʼ ἕῳ πρὸς τῶν Καρχηδονίων ἐξωθούμενος ἐς τοὺς κρημνοὺς συντριβήσεσθαι.
 
Σκιπίων δ?̓ἑσπέρας ἐς Ἰτύκην κατήγετο, καὶ περὶ μέσας νύκτας ἐντυχὼν οἷς ὁ Μαγκῖνος ἔγραφε, τόν τε σαλπικτὴν ἐκέλευεν εὐθὺς ἐπὶ πόλεμον ἠχεῖν, καὶ τοὺς κήρυκας συγκαλεῖν ἐπὶ θάλασσαν ὅσοι συνεληλύθεσαν ἐξ Ἰταλίας αὐτῷ, καὶ τοὺς ἡβῶντας Ἰτυκαίων· ὅσοι δʼ ὑπερήλικες, ἀγορὰν ἐς τὰς τριήρεις καταφέρειν. αἰχμάλωτά τε Καρχηδονίων τινὰ λύσας, ἀφῆκεν ἐξαγγέλλειν αὐτοῖς ἐπιπλεῖν Σκιπίωνα. ἔς τε τὸν Πίσωνα ἱππέας ἄλλους ἐπʼ ἄλλοις ἔπεμπε, καλῶν αὐτὸν κατὰ τάχος. καὶ αὐτὸς ἐσχάτης φυλακῆς ἀνήγετο, κελεύσας, ὅταν πλησιάζωσιν, ὀρθοὺς ἐπὶ τῶν καταστρωμάτων ἑστάναι τοῦ πλέονα τὴν ὄψιν ἐμποιεῖν τοῖς πολεμίοις. ὁ μὲν δὴ τάδʼ ἔπρασσεν, ὁ δὲ Μαγκῖνος, ἅμʼ ἕῳ τῶν Καρχηδονίων αὐτῷ πανταχόθεν ἐπιπιπτόντων, πεντακοσίους μέν, οὓς μόνους εἶχεν ἐνόπλους, περιέστησε τοῖς γυμνοῖς τρισχιλίοις οὖσι, τιτρωσκόμενος δὲ διʼ ἐκείνων καὶ συνωθούμενος ἐπὶ τὸ τεῖχος ἤδη κατεκρημνίζετο, καὶ αἱ νῆες ὤφθησαν αἱ τοῦ Σκιπίωνος, ῥοθίῳ τε φοβερῷ καταπλέουσαι καὶ μεσταὶ πανταχόθεν ὁπλιτῶν ἐφεστώτων, Καρχηδονίοις μὲν ᾐσθημένοις διὰ τῶν αἰχμαλώτων οὐκ ἀνέλπιστοι, Ῥωμαίοις δʼ ἀγνοοῦσιν ἀδόκητον σωτηρίαν φέρουσαι· μικρὸν γὰρ ὑποχωρησάντων τῶν Καρχηδονίων, ὁ Σκιπίων τοὺς κινδυνεύοντας ἐς αὐτὰς ἀνέλαβεν. καὶ Μαγκῖνον μὲν ἐς Ῥώμην αὐτίκα ἔπεμψε (καὶ γὰρ ἧκεν αὐτῷ Σερρανὸς ἐπὶ τὴν ναυαρχίαν διάδοχος), αὐτὸς δʼ οὐ μακρὰν τῆς Καρχηδόνος ἐστρατοπέδευεν. οἱ δὲ Καρχηδόνιοι τῶν τειχῶν ἐς πέντε σταδίους προελθόντες ἀντήγειραν αὐτῷ χάρακα, καὶ αὐτοῖς ἐς τόνδε τὸν χάρακα ἀφίκοντο Ἀσδρούβας τε ὁ τῆς χώρας στρατηγὸς καὶ Βιθύας ὁ ἵππαρχος ἑξακισχιλίους πεζοὺς ἄγοντες καὶ ἱππέας ἐς χιλίους, χρόνῳ καὶ μελέτῃ γεγυμνασμένους.
 
ὁ δὲ Σκιπίων οὐδὲν εὔκοσμον ἐν τοῖς στρατιώταις ὁρῶν οὐδὲ τεταγμένον, ἀλλʼ ἐς ἀργίαν καὶ πλεονεξίαν καὶ ἁρπαγὰς ὑπὸ τοῦ Πίσωνος ἐπιτετραμμένους, ἄλλο τε πλῆθος αὐτοῖς συνόντας ἀγοραῖον, οἳ τῆς λείας χάριν ἑπόμενοι τοῖς θρασυτέροις συνεξέτρεχον ἐπὶ τὰς ἁρπαγὰς ἄνευ παραγγέλματος ἰοῦσι, τοῦ νόμου λιποστράτιον ἐν τοῖς πολέμοις ἡγουμένου τὸν ἀποχωρούντα πορρωτέρω σάλπιγγος ἀκοῆς, ὅσα τε πταίσειαν οὗτοι, πάντα ἐς τὸν στρατηγὸν ἀναφερόμενα, καὶ ὅσα διαρπάσειαν, ἑτέρας ἔριδος αὐτοῖς καὶ κακῶν γιγνόμενα ἀρχάς· πολλοὶ γὰρ καὶ συσκήνων κατεφρόνουν διὰ τὰ κέρδη, καὶ ἐς ἀνόμους πληγὰς καὶ τραύματα καὶ ἀνδροφονίας ἐχώρουν. ὧν αἰσθόμενος ὁ Σκιπίων, καὶ ἐλπίζων οὔποτε κρατήσειν τῶν πολεμίων εἰ μὴ τῶν ἰδίων κρατήσειε, συνήγαγεν ἐς ἐκκλησίαν αὐτούς, καὶ ἐπὶ βῆμα ὑψηλὸν ἀναβὰς ἐπέπληξεν ὧδε.
 
ἐγὼ μεθʼ ὑμῶν, ὦ ἄνδρες, ὑπὸ Μανιλίῳ στρατηγῷ ταττόμενος, τῆς εὐπειθείας ἐν ὑμῖν μάρτυσιν ἔδωκα πεῖραν, ἣν νῦν ὑμᾶς αἰτῶ στρατηγῶν, κολάσαι μὲν ἐς ἔσχατον ἔχων ἐξουσίαν τοὺς ἀπειθοῦντας, ὠφέλιμον δʼ ἡγούμενος προαγορεῦσαι. ἴστε δὲ ἃ πράττετε· καὶ τί με δεῖ λέγειν ἃ αἰσχύνομαι; λῃστεύετε μᾶλλον ἢ πολεμεῖτε, καὶ διαδιδράσκετε, οὐ στρατοπεδεύετε· καὶ πανηγυρίζουσιν ὑπὸ τῶν κερδῶν, οὐ πολιορκοῦσιν ἐοίκατε· καὶ τρυφᾶν ἐθέλετε πολεμοῦντες ἔτι, οὐ νενικηκότες. τοιγάρτοι τὰ τῶν πολεμίων ἐξ ἀέλπτου καὶ βραχέος, οὗ κατέλιπον, ἐς τοσοῦτον ἐπῇρται δυνάμεως, καὶ ἡμῖν ὁ πόνος ἐκ τῆσδε τῆς ῥᾳστώνης γέγονε χαλεπώτερος. τὰς δʼ αἰτίας εἰ μὲν ἐν ὑμῖν οὔσας ἑώρων, εὐθὺς ἂν ἐκόλαζον· ἐπεὶ δʼ ἀνατίθημι ἑτέρῳ, νῦν μὲν ὑμᾶς ἀφίημι τῶν μέχρι νῦν γεγονότων. ἥκω δὲ οὐ λῃστεύσων ἔγωγε ἀλλὰ νικήσων, οὐδὲ χρηματιούμενος πρὸ τῆς νίκης, ἀλλὰ τοὺς ἐχθροὺς πρῶτον ἐξεργασόμενος. ἄπιτε πάντες ἐκ τοῦ στρατοπέδου τήμερον, ὅσοι μὴ στρατεύεσθε, χωρὶς τῶν ἐπιτραπησομένων ὑπʼ ἐμοῦ μένειν. τοῖς δʼ ἐξιοῦσιν οὐδʼ ἐπανελθεῖν δίδωμι, πλὴν εἴ τις ἀγορὰν φέροι, καὶ ταύτην στρατιωτικήν τε καὶ ψιλήν. ἔσται δὲ καὶ τούτοις χρόνος ὡρισμένος ἐν ᾧ τὰ ὄντα διαθήσονται, καὶ τῆς πράσεως αὐτῶν ἐγὼ καὶ ὁ ταμίας ἐπιμελησόμεθα. καὶ τάδε μὲν εἰρήσθω τοῖς περιττοῖς, ὑμῖν δὲ τοῖς ἐστρατευμένοις ἓν ἔστω παράγγελμα κοινὸν ἐπὶ πᾶσιν ἔργοις ὁ ἐμὸς τρόπος καὶ πόνος· πρὸς γὰρ τόδε κατευθεύνοντες αὑτοὺς οὔτε προθυμίας ἁμαρτήσεσθε οὔτε χάριτος ἀτυχήσετε. χρὴ δὲ νῦν μὲν πονεῖν, ἐν ᾧ κινδυνεύομεν, τὰ δὲ κέρδη καὶ τὴν τρυφὴν ἐς τὸν πρέποντα καιρὸν ἀναθέσθαι. ταῦτʼ ἐγὼ προστάσσω καὶ ὁ νόμος, καὶ τοῖς μὲν εὐπειθῶς ἔχουσιν οἴσει πολλὴν ἀγαθῶν ἀμοιβήν, τοῖς δʼ ἀπειθοῦσι μετάνοιαν.
 
ὁ μὲν δὴ Σκιπίων ταῦτʼ εἶπε, καὶ εὐθὺς ἀπήλαυνε τὸ πλῆθος ἀνδρῶν ἀχρείων, καὶ σὺν αὐτοῖς ὅσα περιττὰ καὶ μάταια καὶ τρυφερὰ ἦν. καθαροῦ δὲ τοῦ στρατοῦ γενομένου καὶ περιδεοῦς καὶ ἐς τὰ παραγγελλόμενα ὀξέος, ἀπεπείραζε τῶν καλουμένων Μεγάρων νυκτὸς μιᾶς διχῇ λανθάνων. χωρίον δʼ ἐστὶν εὐμέγεθες ἐν τῇ πόλει τὰ Μέγαρα, τῷ τείχει παρεζευγμένον· ἐς ὃ τῇ μὲν ἑτέρους περιέπεμπε, τῇ δʼ αὐτὸς σὺν πελέκεσι καὶ κλίμαξι καὶ μοχλοῖς ἐβάδιζε σταδιους εἴκοσιν ἀψοφητί, μετὰ σιγῆς βαθυτάτης. αἰσθήσεως δʼ ἄνωθεν, ὅτε μάλιστʼ ἐπλησίαζε, καὶ βοῆς ἀπὸ τῶν τειχῶν γενομένης, ἀντεβόησεν αὐτός τε πρῶτος καὶ ὁ στρατὸς αὐτοῦ καὶ οἱ ἐπὶ θάτερα ἀπεσταλμένοι μέγιστον, ὡς τῷδε πρώτῳ τοὺς Καρχηδονίους καταπλαγῆναι, τοσούτων ἐχθρῶν ἐν πλευραῖς ἄφνω νυκτὸς ἐπιγενομένων. κατὰ μὲν οὖν τὸ τεῖχος οὐδέν, καίπερ ἐπιχειρῶν, ἤνυεν, ἐς δέ τινος ἰδιώτου πύργον ἔρημον, ἐκτὸς ὄντα τοῦ τείχους καὶ τὸ ὕψος ἴσον ὄντα τῷ τείχει, νεανίας ἀνεβίβασεν εὐτόλμους, οἳ τοὺς ἐπὶ τῶν τειχῶν ἀκοντίοις ἀνέστελλον, ξύλα τε καὶ σανίδας ἐς τὸ διάστημα ἐπιθέντες καὶ διʼ αὐτῶν ἐς τὰ τείχη διαδραμόντες καθήλαντο ἐς τὰ Μέγαρα, καὶ πυλίδα κόψαντες ἐδέχοντο τὸν Σκιπίωνα. ὁ δὲ ἐσῆλθε μὲν σὺν ἀνδράσι τετρακισχιλίοις, καὶ φυγη ταχεῖα τῶν Καρχηδονίων ἐς τὴν Βύρσαν ἦν ὡς τῆς ἄλλης πόλεως ἁλούσης. βοή τε ἐγίγνετο ποικίλη καὶ τινῶν αἰχμαλωσία καὶ θόρυβος, ὡς καὶ τοὺς ἔξω στρατοπεδεύοντας ἐκλιπεῖν τὸ χαράκωμα καὶ ἐς τὴν Βύρσαν ὁμοῦ τοῖς ἄλλοις ἀναδραμεῖν. ὁ δὲ Σκιπίων (τὸ γὰρ χωρίον, τὰ Μέγαρα, ἐλαχανεύετο καὶ φυτῶν ὡραίων ἔγεμεν, αἱμασιαῖς τε καὶ θριγκοῖς βάτου καὶ ἄλλης ἀκάνθης καὶ ὀχετοῖς βαθέος ὕδατος ποικίλοις τε καὶ σκολιοῖς κατάπλεων ἦν) ἔδεισε μὴ ἄβατον καὶ δυσχερὲς ᾖ στρ ατῷ διώκοντι ἐν ἀγνωσίᾳ μάλιστα διόδων, καί τις ἐν νυκτὶ ἐνέδρα γένοιτο. ἀνεζευγνυε δή.
 
καὶ γενομένης ἡμέρας ὁ Ἀσδρούβας, χαλεπῶς ἔχων τῆς ἐς τὰ Μέγαρα ἐπιχειρήσεως, ὅσα Ῥωμαίων εἶχεν αἰχμάλωτα, ἐπὶ τὸ τεῖχος ἀγαγών, ὅθεν εὐσύνοπτα Ῥωμαίοις ἔμελλε τὰ δρώμενα ἔσεσθαι, τῶν μὲν ὀφθαλμοὺς ἢ γλώττας ἢ νεῦρα ἢ αἰδοῖα σιδηρίοις ἐξεῖλκε καμπύλοις, τῶν δʼ ὑπέτεμνε τὰ πέλματα καὶ τοὺς δακτύλους ἐξέκοπτεν, ἢ τὸ δέρμα τοῦ λοιποῦ σώματος ἀπέσπα, καὶ πάντας ἔμπνους ἔτι κατεκρήμνιζεν, ἀδιάλλακτα τοῖς Καρχηδονίοις τὰ ἐς Ῥωμαίους ἐπινοῶν. καὶ ὁ μὲν αὐτοὺς οὕτως ἠρέθιζε τὴν σωτηρίαν ἔχειν ἐν μόνῃ τῇ μάχῃ, περιέστη δʼ αὐτῷ ἐς τὸ ἐναντίον ὧν ἐπενόει. ὑπὸ γὰρ συνειδότος οἱ Καρχηδόνιοι τῶνδε τῶν ἀθεμίστων ἔργων περιδεεῖς ἀντὶ προθύμων ἐγίγνοντο, καὶ τὸν Ἀσδρούβαν ὡς καὶ τὴν συγγνώμην σφῶν ἀφῃρημένον ἐμίσουν· καὶ μάλισθʼ ἡ βουλὴ αὐτοῦ κατεβόα ὡς ὠμὰ καὶ ὑπερήφανα δεδρακότος ἐν συμφοραῖς οἰκείαις τοσαῖσδε. ὁ δὲ καὶ τῶν βουλευτῶν τινὰς ἔκτεινε συλλαμβάνων, καὶ ἐς πάντα ὢν ἤδη περιδεὴς ἐς τυραννίδα μᾶλλον ἢ στρατηγίαν περιῆλθεν, ὡς ἐν τῷδε μόνῳ τὸ ἀσφαλὲς ἕξων, εἰ φοβερὸς αὐτοῖς εἴη καὶ διʼ αὐτὸ καὶ δυσεπιχείρητος.
 
ὁ δὲ Σκιπίων τὸν μὲν χάρακα τῶν ἐχθρῶν, ὃν τῇ προτέρᾳ κατελελοίπεσαν ἐς τὸ ἄστυ φεύγοντες, ἐνέπρησεν, ὅλου δὲ τοῦ ἰσθμοῦ κρατῶν διετάφρευεν αὐτὸν ἐκ θαλάσσης ἐπὶ θάλασσαν, ἀπέχων τῶν πολεμίων ὅσον ὁρμὴν βέλους. οἱ δὲ ἐπέκειντο, καὶ ἦν αὐτῷ ἔργον ἐπὶ σταδίους τοῦ μετώπου πέντε καὶ εἴκοσιν ἐργαζομένῳ τε ὁμοῦ καὶ μαχομένῳ. ὡς δὲ αὐτῷ τοῦτʼ ἐξετετέλεστο, ἑτέραν ὤρυσσε τάφρον ἴσην, οὐ πολὺ τῆς προτέρας διασχών, ἐς τὴν ἤπειρον ἀφορῶσαν. δύο τε ἐπικαρσίας αὐταῖς ἑτέρας περιθεὶς ὡς γενέσθαι τὸ ὅλον ὄρυγμα τετράγωνον, ἐσταύρωσε πάντα ξύλοις ὀξέσιν. καὶ ἐπὶ τοῖς σταυροῖς τὰς μὲν ἄλλας τάφρους ἐχαράκωσε, τῇ δʼ ἐς τὴν Καρχηδόνα ὁρώσῃ καὶ τεῖχος παρῳκοδόμησεν ἐπὶ τοὺς πέντε καὶ εἴκοσι σταδίους, ὕψος μὲν δυώδεκα ποδῶν χωρὶς ἐπάλξεών τε καὶ πύργων, οἳ ἐκ διαστήματος ἐπέκειντο τῷ τείχει, τὸ δὲ βάθος ἐφʼ ἥμισυ μάλιστα τοῦ ὕψους. ὁ δʼ ἐν μέσῳ πύργος ὑψηλότατός τε ἦν, καὶ ἐπʼ αὐτοῦ ξύλινος ἐπέκειτο τετρώροφος, ὅθεν καθεώρα τὰ γιγνόμενα ἐν τῇ πόλει. ταῦτα δʼ ἡμέραις εἴκοσι καὶ νυξὶν ἐργασάμενος ὅλῳ τῷ στρατῷ πονοῦντι, καὶ παραλλὰξ ἐργαζομένῳ τε καὶ πολεμοῦντι καὶ σῖτον ἢ ὕπνον αἱρουμένῳ, τὴν στρατιὰν ἐσήγαγεν ἐς τόδε τὸ χαράκωμα.
 
καὶ ἦν αὐτῷ τοῦτο στρατόπεδόν τε ὁμοῦ καὶ κατὰ τῶν ἐχθρῶν ἐπιτείχισμα ἐπίμηκες, ὅθεν ὁρμώνενος τὴν ἀγορὰν ἀφῃρεῖτο Καρχηδονίους, ὅση κατὰ γῆν αὐτοῖς ἐφέρετο· ὅτι γὰρ μὴ τῷδε τῷ αὐχένι μόνῳ, τὰ λοιπὰ ἡ Καρχηδὼν περίκλυστος ἦν. καὶ τοῦτο πρῶτον αὐτοῖς καὶ μάλιστα ἐγίγνετο λιμοῦ καὶ κακῶν αἴτιον· ἅτε γὰρ τοῦ πλήθους παντὸς ἐκ τῶν ἀγρῶν ἐς τὴν πόλιν ἀνοικισαμένου, οὔτε προϊόντες ποι διὰ τὴν πολιορκίαν, οὔτε ξένων ἐμπόρων διὰ τὸν πόλεμον θαμινὰ ἐπιόντων, μόνῃ τῇ τῆς Λιβύης ἀγορᾷ χρώμενοι, μικρὰ μέν ποτε καὶ διὰ θαλάσσης, ὅτε ὡραῖον εἴη, τὰ πλέονα δὲ κατὰ τὴν γῆν ἐπεκομίζοντο, ἀφῃρημένοι δὲ τότε τὴν ἐκ τῆς γῆς κομιδήν, ἐπιπόνως ᾔσθοντο τοῦ λιμοῦ. Βιθύας δέ, ὅσπερ ἵππαρχος ἦν αὐτοῖς καὶ ἐπέπεμπτο ἐπὶ σῖτον ἐκ πολλοῦ, προσελθεῖν μὲν ἢ βιάσασθαι τὸ χαράκωμα τοῦ Σκιπίωνος οὐκ ἐτόλμα, περιφέρων δὲ τὴν ἀγορὰν ἐς τὰ πόρρω διὰ μακροῦ ναυσὶν ἐσέπεμπεν, ἐφορμουσῶν μὲν τῇ Καρχηδόνι νεῶν τοῦ Σκιπίωνος· ἀλλʼ οὔτε διηνεκῶς οὔτε πυκναὶ συνειστήκεσαν ὡς ἐν ἀλιμένῳ καὶ περικρήμνῳ θαλάσσῃ, παρά τε τὴν πόλιν αὐτὴν οὐκ ἐδύναντο ἀνακωχεύειν, τῶν Καρχηδονίων τοῖς τείχεσιν ἐφεστώτων, καὶ τοῦ κύματος ἐκεῖ μάλιστα διὰ τὰς πέτρας ταρασσομένου. ὅθεν αἱ φορτίδες αἱ Βιθύου, καὶ εἴ τις ἄλλος ἔμπορος ὑπὸ κέρδους ἐθελοκινδύνως ἠπείγετο, φυλάσσοντες ἄνεμον ἐκ πόντου πολὺν πεπετασμένοις τοῖς ἱστίοις διέθεον, ἀδυνάτων οὐσῶν ἔτι τῶν τριήρων ὁλκάδας φερομένας ἱστίῳ καὶ πνεύματι διώκειν. σπανίως μὲν οὖν ἐγίγνετο καὶ μόνον ὅτε βίαιον εἴη πνεῦμα ἐκ πόντου· καὶ ταῦτα δʼ, ὅσα φέροιεν αἱ νῆες, Ἀσδρούβας τρισμυρίοις ἀνδράσι μόνοις διένεμεν, οὓς ἐς μάχην ἐπείλεκτο, καὶ τοῦ ἄλλου πλήθους κατεφρόνει· ὅθεν ἐμόχθουν μάλιστα ὑπὸ τοῦ λιμοῦ.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi