4.22
Σύφαξ δὲ νυκτὸς μὲν ἔτι, τῆς βοῆς αἰσθόμενος καὶ τὸ πῦρ ὁρῶν, οὐκ ἐπεξῆλθεν, ἀλλὰ τῶν ἱππέων τινὰς ἐπικουρεῖν ἔπεμψεν Ἀσδρούβᾳ, οἷς ὁ Μασσανάσσης ἐπιπεσὼν ἄφνω πολὺν ἐργά ζεται φόνον. ἅμα δʼ ἡμέρᾳ μαθὼν ὁ Σύφαξ Ἀσδρούβαν μὲν ἤδη φυγόντα, τῆς δὲ στρατιᾶς αὐτοῦ τοὺς μὲν ἀπολωλότας, τοὺς δʼ εἰλημμένους ὑπὸ τῶν πολεμίων, τοὺς δὲ διερριμμένους, καὶ τὸ στρατόπεδον αὐτῇ παρασκευῇ Ῥωμαίους ἔχοντας, ἀνεζεύγνυε φεύγων ἐς τὰ μεσόγεια μετὰ θορύβου, πάντα καταλιπών, οἰόμενος εὐθὺς ἀπὸ τῆς Καρχηδονίων διώξεως αὑτῷ τὸν Σκιπίωνα ἐπανίοντα ἐπιστήσεσθαι. ὅθεν καὶ τοῦδε τὸν χάρακα καὶ τὴν ἐν αὐτῷ παρασκευὴν εἷλε Μασσανάσσης.
4.23
καὶ Ῥωμαῖοι διὰ τόλμης μιᾶς, ἐν ὀλίγῳ μέρει νυκτός, δύο στρατοπέδων καὶ δύο στρατῶν πολὺ μειζόνων ἐκράτησαν ὁμοῦ. ἀπέθανον δὲ Ῥωμαίων μὲν ἀμφὶ τοὺς ἑκατὸν ἄνδρας, τῶν δʼ ἐχθρῶν ὀλίγῳ δέοντες τρισμύριοι· καὶ αἰχμάλωτοι ἐγένοντο δισχίλιοι καὶ τετρακόσιοι. τῶν δὲ ἱππέων ἑξακόσιοι ἐπανιόντι τῷ Σκιπίωνι ἑαυτοὺς παρέδοσαν. καὶ τῶν ἐλεφάντων οἱ μὲν ἀνῄρηντο, οἱ δὲ ἐτέτρωντο. Σκιπίων δὲ ὅπλων τε καὶ χρυσοῦ καὶ ἀργύρου καὶ ἐλέφαντος πολλοῦ καὶ ἵππων ἄλλων τε καὶ Νομαδικῶν κεκρατηκώς, καὶ διὰ μιᾶς τῆσδε νίκης, λαμπροτάτης δὴ γενομένης, ἐς γόνυ τὰ Καρχηδονίων καταβαλὼν ἅπαντα, ἀριστεῖα τῷ στρατῷ διεδίδου, καὶ τῶν λαφύρων τὰ ἀξιολογώτατα ἐς Ῥώμην ἔπεμπεν. καὶ τὸν στρατὸν ἐγύμναζε φιλοπόνως, προσδοκῶν Ἀννίβαν τε αὐτίκα ἀπὸ τῆς Ἰταλίας καὶ Μάγωνα ἀπὸ Λιγυστίνων ἐπελεύσεσθαι.