3.18
Σύφαξ δʼ οὐ προσδοκῶν ἔτι λήσειν, φανερῶς τοῖς Καρχηδονίοις συνεμάχει, πόλιν τε ἐν μεσογείῳ Θολοῦντα, Ῥωμαίων παρασκευὴν καὶ σῖτον πολὺν ἔχουσαν, ἐκ προδοσίας εἷλε, καὶ τοὺς φρουροῦντας αὐτὴν ἔκτεινεν οὐκ ἐθελήσαντας ἀπελθεῖν ὑποσπόνδους, συμμαχίαν τε ἄλλην πολλὴν Νομάδων μετεπέμπετο. καὶ οἱ μισθοφόροι παρῆσαν αὐτοῖς ἤδη, καὶ νῆες εὐτρεπῶς εἶχον, ὥστε ἔγνωστο πολεμεῖν Σύφακα μὲν ὁρμώμενον ἐπὶ τοὺς πολιορκοῦντας Ἰτύκην, Ἀσδρούβαν δʼ ἐπὶ τὸ Σκιπίωνος στρατόπεδον. τὰς δὲ ναῦς ἔδει ταῖς ναυσὶν ἐπιπλεῖν, καὶ γίγνεσθαι ταῦτα τῆς ἐπιούσης ἡμέρας ἅπαντα ὁμοῦ, ἵνα μὴ διαρκέσειαν αὐτοῖς οἱ Ῥωμαῖοι διὰ τὴν ὀλιγότητα.