3.17
Σύφαξ δὲ τῶν γιγνομένων πυνθανόμενος ἧκε μετὰ τοῦ στρατοῦ, καὶ οὐ μακρὰν ἐστάθμευεν ἀπὸ Ἀσδρούβου. ἔτι δʼ ὑποκρινόμενος εἶναι φίλος ἑκατέροις, καὶ τρίβειν τὸν πόλεμον ἐγνωκὼς μέχρι νῆές τε ἕτεραι ναυπηγούμεναι πρὸς τῶν Καρχηδονίων ἐπιγένοιντο καὶ μισθοφόροι τινὲς Κελτῶν καὶ Λιγύων ἐπέλθοιεν, ἐπεχείρει διαιτᾶν διαλύσεις, καὶ ἐδικαίου μήτε Ῥωμαίους Λιβύης μήτε Καρχηδονίους Ἰταλίας ἐπιβαίνειν ἐπὶ πολέυῳ, ἔχειν δὲ Ῥωμαίους Σικελίαν καὶ Σαρδὼ καὶ εἴ τινας ἄλλας νήσους ἔχουσι, καὶ Ἰβηρίαν. ἢν δέ τις ἀπειθῇ, τοῖς πειθομένοις ἔφη συμμαχήσειν. ἅμα δὲ ταῦτʼ ἔπρασσε, καὶ Μασσανάσσην ἐπείρα μεταθέσθαι πρὸς αὑτόν, τήν τε Μασσυλίων ἀρχὴν αὐτῷ βεβαιώσειν ὑπισχνούμενος, καὶ τῶν θυγατέρων τριῶν οὐσῶν δώσειν ἐς γάμον ἣν ἂν ἐθέλῃ. ἔφερε δʼ ὁ ταῦτα λέγων χρυσίον, ἵνα, εἰ μὴ πείσειε, δοίη τῶν θεραπευτήρων αὐτοῦ τῷ κτείνειν Μασσανάσσην ὑπισχνουμένῳ. ὁ μὲν δὴ μὴ πείθων ἔδωκέ τινι τὸ χρυσίον ἐπὶ τῷ φόνῳ· ὁ δὲ λαβὼν ἔδειξε τῷ Μασσανάσσῃ, καὶ τὸν δόντα ἤλεγξεν.