19.128
Σκιπίωνι δʼ ἦν μὲν ἐπὶ τὴν Βύρσαν ἡ σπουδή· τὸ γὰρ ὀχυρώτατον τῆς πόλεως ἦν, καὶ οἱ πλέονες ἐς αὐτὴν συνεπεφεύγεσαν. τριῶν δʼ οὐσῶν ἀπὸ τῆς ἀγορᾶς ἀνόδων ἐς αὐτήν, οἰκίαι πυκναὶ καὶ ἑξώροφοι πανταχόθεν ἦσαν, ὅθεν οἱ Ῥωμαῖοι βαλλόμενοι τὰς πρώτας τῶν οἰκιῶν κατέλαβον, καὶ ἀπʼ αὐτῶν ἠμύνοντο τοὺς ἐπὶ τῶν πλησίον. ὅτε δʼ αὐτῶν κρατήσειαν, ξύλα καὶ σανίδας τοῖς διαστήμασι τῶν στενωπῶν ἐπιτιθέντες διέβαινον ὡς ἐπὶ γεφυρῶν. καὶ ὅδε μὲν ὁ πόλεμος ἦν ἐπὶ τῶν τεγῶν ἄνω, ἕτερος δʼ ἐν τοῖς στενωποῖς κατὰ τοὺς ἀπαντῶντας. στόνου δὲ καὶ οἰμωγῆς καὶ βοῆς πάντα καὶ ποικίλων παθῶν ἐνεπίμπλατο, κτεινομένων τε ἐν χερσί, καὶ ζώντων ἔτι ῥιπτουμένων ἄνωθεν ἀπὸ τῶν τεγῶν ἐς τὸ ἔδαφος, καὶ φερομένων ἐνίων ἐπὶ δόρατα ὀρθὰ ἢ αἰχμὰς ἄλλας ἢ ξίφη. ἐνεπίμπρη δʼ οὐδὲν οὐδείς πω διὰ τοὺς ἐπὶ τῶν τεγῶν, ἕως ἐπὶ τὴν Βύρσαν ἧκεν ὁ Σκιπίων· καὶ τότε τοὺς τρεῖς ὁμοῦ στενωποὺς ἐνεπίμπρη, καὶ τὸ ἀεὶ πιμπράμενον ἑτέροις ὁδοποιεῖν ἐκέλευεν, ἵνʼ εὐμαρῶς ὁ στρατὸς ἀλλασσόμενος διαθέοι.