Thesauros Edebiyat Tarih Ἀννιβαϊκή

Ἀννιβαϊκή

Ἀννιβαϊκή Appianus of Alexandria
9.58 Καρχηδονίων δʼ αὐτὸν μετακαλούντων κατὰ σπουδὴν ἐπικουρεῖν κινδυνευούσῃ τῇ πατρίδι ὑπὸ Σκιπίωνος, καὶ τὸν ναύαρχον Ἀσδρούβαν ἐπʼ αὐτόν, ἵνα μὴ βραδύνειε, πεμψάντων, ἤχθετο μὲν τῆς Καρχηδονίων ἐς τοὺς ἄρχοντας ἀπιστίας τε καὶ ἀχαριστίας ἐς πεῖραν ἐρχόμενος διὰ μακροῦ, καὶ τὴν αἰτίαν ἐδεδοίκει τοῦ τοσοῦδε πολέμου πρῶτος ἐμβαλὼν ἐν Ἰβηρίᾳ, ἐγνώκει δʼ ὑπʼ ἀνάγκης ὅμως ἕπεσθαι, καὶ ναῦς εἰργάζετο πολλάς, εὐξύλου τῆς Ἰταλίας οὔσης. τῶν δʼ ἔτι ὑπηκόων οἱ πόλεων ὡς ἀλλοτρίων καταφρονῶν, ἔγνω διαρπάσαι πάσας, καὶ τὴν στρατιὰν πλουτίσας, εὔνουν ἐς τὰς ἐν Καρχηδόνι συκοφαντίας ἐπαγαγέσθαι. αἰδούμενός τε αὐτὸς παρασπονδεῖν, Ἀσδρούβαν τὸν ναύαρχον ἐπὶ προφάσει περιέπεμπε, τοὺς φρουροῦντας ὀψόμενον. ὁ δὲ ἐς ἑκάστην πόλιν ἐσιὼν ἐκέλευσε τοῖς ἐνοικοῦσιν, αὐτούς τε καὶ δούλους αὐτῶν, ὅσα δύναιντο λαβόντας, ἐκ τῶν πόλεων μεθίστασθαι, καὶ τὰ λοιπὰ διήρπαζεν. τούτων ἔνιοι πυνθανόμενοι, πρὶν τὸν Ἀσδρούβαν ἥκειν, τοῖς φρουροῖς ἐπετίθεντο, καὶ συνέβαινεν ὅπου μὲν κρατεῖν τὰς πόλεις ὅπου δὲ τοὺς φρουρούς, σφαγή τε ποικίλη καὶ γυναικῶν ὕβρις καὶ παρθένων ἀπαγωγαί, καὶ πάντα ὅσα ἐν πόλεσιν ἑαλωκυίαις, ἐγίγνοντο.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi