Thesauros Edebiyat Tarih Ἀννιβαϊκή

Ἀννιβαϊκή

Ἀννιβαϊκή Appianus of Alexandria
2.5 καὶ μικρὸν ἀναπαύσας προσέβαλε Ταυρασίᾳ, πόλει Κελτικῇ. κατὰ κράτος δὲ αὐτὴν ἐξελών, τοὺς μὲν αἰχμαλώτους ἔσφαξεν ἐς κατάπληξιν τῆς ἄλλης Κελτικῆς, ἐπὶ δὲ ποταμὸν Ἠριδανὸν τὸν νῦν Πάδον λεγόμενον ἐλθών, ἔνθα Ῥωμαῖοι Κελτοῖς τοῖς καλουμένοις Βοιοῖς ἐπολέμουν, ἐστρατοπέδευσεν. ὁ δʼ ὕπατος ὁ Ῥωμαίων Πόπλιος Κορνήλιος Σκιπίων, Καρχηδονίοις ἐν Ἰβηρίᾳ πολεμῶν, ἐπεὶ τῆς ἐσβολῆς Ἀννίβου τῆς ἐς τὴν Ἰταλίαν ἐπύθετο, τὸν ἀδελφὸν καὶ ὅδε Γναῖον Κορνήλιον Σκιπίωνα ἐπὶ τοῖς ἐν Ἰβηρίᾳ πράγμασι καταλιπὼν διέπλευσεν ἐς Τυρρηνίαν, ὅθεν ὁδεύων τε καὶ συμμάχους ὅσους δύναιτο ἀγείρων ἔφθασεν ἐπὶ τὸν Πάδον Ἀννίβαν. καὶ Μάλλιον μὲν καὶ Ἀτίλιον, οἳ τοῖς Βοιοῖς ἐπολέμουν, ἐς Ῥώμην ἔπεμψεν ὡς οὐ δέον αὐτοὺς ἔτι στρατηγεῖ ὑπάτου παρόντος, αὐτὸς δὲ τὸν στρατὸν παραλαβὼν ἐς μάχην ἐξέτασσε πρὸς Ἀννίβαν. καὶ γενομένης ἀκροβολίας τε καὶ ἱππομαχίας, οἱ Ῥωμαῖοι κυκλωθέντες ὑπὸ τῶν Λιβύων ἔφευγον ἐς τὸ στρατόπεδον, καὶ νυκτὸς ἐπιγενομένης ἐς Πλακεντίαν ἀνεχώρουν ἀσφαλῶς τετειχισμένην, τὸν Πάδον ἐπὶ γεφυρῶν περάσαντές τε καὶ λύσαντες τὰς γεφύρας. τὸν μὲν οὖν ποταμὸν καὶ ὁ Ἀννίβας ζεύξας ἐπέρα,

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi