8.50
Ἀννίβας δὲ ἐπειγόμενος ἐς αὐτήν, ὡς ἔμαθεν εἰλημμένην, παρῆλθεν ἀχθόμενος ἐς Θουρίους κἀκεῖθεν ἐς Οὐενουσίαν, ἔνθα αὐτῷ Κλαύδιός τε Μάρκελλος ὁ Σικελίαν ἑλών, πέμπτον ὑπατεύων τότε, καὶ Τίτος Κρισπῖνος ἀντιστρατοπεδεύοντες οὐκ ἐτόλμων ἄρχειν μάχης. λείαν δέ τινα ὑπὸ Νομάδων ἀγομένην Μάρκελλος ἰδών, καὶ δόξας ὀλίγους εἶναι τοὺς ἄγοντας, ἐπέδραμεν αὐτοῖς μετὰ τριακοσίων ἱππέων σὺν καταφρονήσει, καὶ πρῶτος ἡγεῖτο, θυμικὸς ὢν ἐς μάχας καὶ παρακινδυνευτικὸς ἀεί. ἄφνω δὲ πολλῶν τῶν Λιβύων φανέντων καὶ πανταχόθεν αὐτῷ προσπεσόντων, οἱ μὲν οὐραγοῦντες Ῥωμαίων πρῶτοι φυγῆς ἦρχον, ὁ δὲ Μάρκελλος, ὡς ἑπομένων αὐτῶν, ἐμάχετο γενναίως, μέχρι κατακοντισθεὶς ἀπέθανεν. καὶ αὐτοῦ τῷ σώματι ὁ Ἀννίβας ἐπιστάς, ὡς εἶδε τὰ τραύματα πάντα ἐπὶ τῶν στέρνων, ἐπῄνεσε μὲν ὡς στρατιώτην, ἐπέσκωψε δὲ ὡς στρατηγόν. καὶ τὸν δακτύλιον αὐτοῦ περιελών, τὸ μὲν σῶμα ἔκαυσε λαμπρῶς, καὶ τὰ ὀστᾶ τῷ παιδὶ προσέπεμψεν ἐς τὸ Ῥωμαίων στρατόπεδον·