8.49
μετὰ δὲ τοῦτο Ῥωμαῖοι μὲν τὴν Ἰαπύγων ἀποστάντων ἐδῄουν, Ἀννίβας δὲ τὴν Καμπανῶν, ἐς Ῥωμαίους μεταθεμένων χωρὶς Ἀτέλλης μόνης. καὶ Ἀτελλαίους μετῴκιζεν ἐς Θουρίους, ἵνα μὴ τῷ Βρεττίων καὶ Λευκανῶν καὶ Ἰαπύγων ἐνοχλοῖντο πολέμῳ. καὶ Ῥωμαῖοι τοὺς ἐκ Νουκερίας ἐκπεσόντας ἐν Ἀτέλλῃ μετῴκιζον· ἔς τε τὴν Ἀννίβου ἔτι ὑπήκοον ἐσβαλόντες, Αὐλωνίαν τε εἷλον καὶ τὴν Βρεττίων γῆν ἐπέτρεχον, καὶ Τάραντα φρουρουμένην ὑπὸ Καρθάλωνος ἐκ γῆς καὶ θαλάσσης ἐπολιόρκουν. ὁ δὲ Καρθάλων, ὀλίγων Καρχηδονίων παρόντων, Βρεττίους ἐς τὴν φρουρὰν προσέλαβεν. τῶν δὲ Βρεττίων ὁ φρούραρχος ἤρα γυναικός, ἧς ἀδελφὸς ὑπὸ Ῥωμαίοις στρατευόμενος ἔπραξε διὰ τῆς ἀδελφῆς τὸν φρούραρχον ἐνδοῦναι Ῥωμαίοις, ἐπάγουσι τὰς μηχανὰς ᾗ τοῦ τείχους αὐτὸς ἐφρούρει. Τάραντα μὲν δὴ Ῥωμαῖοι τόνδε τὸν τρόπον ἀνέλαβον, εὔκαιρον ἐς πολέμους χωρίον καὶ κατὰ γῆν καὶ κατὰ θάλασσαν.