Thesauros Edebiyat Tarih Ἀννιβαϊκή

Ἀννιβαϊκή

Ἀννιβαϊκή Appianus of Alexandria
6.39 καὶ ἡ πόλις ἐθορυβήθη θόρυβον οἷον οὐ πρότερον, οἰκεῖον μὲν οὐδὲν ἔχοντες ἱκανόν (ὃ γὰρ εἶχον, ἐν Καμπανίᾳ τότε ἦν), πολεμίου δὲ στρατοῦ τοσοῦδε σφίσιν ἐπιστάντος ἄφνω, καὶ στρατηγοῦ διʼ ἀρετὴν καὶ εὐτυχίαν ἀμάχου. ὅμως δὲ ἐκ τῶν παρόντων οἱ μὲν δυνάμενοι φέρειν ὅπλα τὰς πύλας ἐφύλασσον, οἱ δὲ γέροντες ἐς τὸ τεῖχος ἀνεπήδων, γύναια δὲ καὶ παιδία λίθους καὶ βέλη παρέφερον. οἱ δὲ ἐκ τῶν ἀγρῶν συνέθεον ἐς τὸ ἄστυ δρόμῳ. βοῆς δὲ παμμιγοῦς καὶ θρήνων καὶ εὐχῶν καὶ παρακελεύσεων πρὸς ἀλλήλους πάντα μεστὰ ἦν. εἰσὶ δʼ αὐτῶν οἳ τὴν γέφυραν τὴν ἐπὶ τοῦ Ἀνιῆνος ἐκδραμόντες ἔκοπτον. μικρὸν δέ τι πολίχνιον Ῥωμαῖοί ποτε ἐπιτειχίζοντες Αἰκανοῖς Ἄλβην ἀπὸ τῆς αὑτῶν μητροπόλεως ἐκάλεσαν· σὺν χρόνῳ δʼ ἐπισύροντες ἢ διαφθείροντες, ἢ ἐς τὴν Ἀλβανῶν σύγκρισιν, Ἀλβησέας αὐτοὺς καλοῦσιν. τούτων τότε τῶν Ἀλβησέων ἐς Ῥώμην δισχίλιοι δρόμῳ διέθεον, τοῦ κινδύνου μετασχεῖν, καὶ ἅμα ἀφικνοῦντο καὶ ὡπλίζοντο καὶ τὰς πύλας ἐφρούρουν. τοσῇδε προθυμίᾳ βραχὺ πολίχνιον ἐκ τοσῶνδε ἀποικιῶν ἐχρήσατο μόνη, οἷόν τι καὶ Ἀθηναίοις ἐς Μαραθῶνα μικρὰ πόλις ἡ Πλαταιέων ἔδραμε τοῦ τότε κινδύνου μετασχεῖν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi