Thesauros Edebiyat Tarih Ἀννιβαϊκή

Ἀννιβαϊκή

Ἀννιβαϊκή Appianus of Alexandria
4.20 ὁ δʼ Ἀννίβας πρῶτα μέν, εἰδὼς περὶ μεσημβρίαν εὖρον ζοφώδη τὸν χῶρον ἐξ ἔθους ἐπιπνέοντα, προύλαβεν ὅπῃ κατὰ νώτου τὸ πνεῦμα ἔμελλεν ἕξειν· ἔπειτα ἐς ὄρος περίφυτον καὶ φαραγγῶδες ἱππέας προενήδρευσε καὶ ψιλούς, οἷς εἴρητο, ὅταν αἱ φάλαγγες ἔργων ἔχωνται καὶ τὸ πνεῦμα ἐπίῃ, κατόπιν γίγνεσθαι τῶν πολεμίων. ἄνδρας τε πεντακοσίους Κελτίβηρας ἐπὶ τοῖς μακροῖς ξίφεσιν ὑπὸ τοῖς χιτῶσιν ἄλλα ξίφη βραχύτερα περιέζωσεν, οἷς ἔμελλεν αὐτὸς ὅτε δέοι χρῆσθαι σημανεῖν. σύμπασαν δὲ τὴν στρατιὰν κἀκεῖνος ἐς τρία διῄρει, καὶ τοὺς ἱππέας τοῖς κέρασιν ἐπέτασσεν ἐκ μεγάλων διαστημάτων, εἰ δύναιντο κυκλώσασθαι τοὺς πολεμίους. ἐπέστησε δὲ τῷ μὲν δεξιῷ Μάγωνα τὸν ἀδελφόν, τῷ δὲ ἑτέρῳ τὸν ἀδελφιδοῦν Ἄννωνα· τὸ δὲ μέσον αὐτὸς εἶχε κατὰ δόξαν Αἰμιλίου τῆς ἐμπειρίας. δισχίλιοί τε ἱππεῖς ἐπίλεκτοι παρέθεον αὐτῷ, καὶ Μαάρβαλ ἑτέρους ἔχων χιλίους ἐφήδρευεν ὅπῃ τι πονούμενον ἴδοι. καὶ τάδε πράσσων ἐς δευτέραν παρέτεινεν ὥραν, ἵνα τὸ πνεῦμα θᾶσσον ἐπέλθοι.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi