Thesauros Edebiyat Tarih Ἰβηρική

Ἰβηρική

Ἰβηρική Appianus of Alexandria
15.93 οἱ δὲ Νομαντῖνοι πολλάκις μὲν τοῖς φυλάσσουσιν ἐπεχείρουν, ἄλλοτε ἄλλῃ κατὰ μέρη, ταχεῖα δʼ αὐτίκα καὶ καταπληκτικὴ τῶν ἀμυνομένων ἡ ὄψις ἦν, σημείων τε ὑψηλῶν πανταχόθεν αἰρομένων καὶ ἀγγέλων διαθεόντων, καὶ τῶν τειχομάχων ἀθρόως ἀναπηδώντων ἐς τὰ τείχη, σαλπικτῶν τε κατὰ πάντα πύργον ἐξοτρυνόντων, ὥστε τὸν κύκλον ὅλον εὐθὺς ἅπασιν εἶναι φοβερώτατον, ἐς πεντήκοντα σταδίους ἐπέχοντα ἐν περιόδῳ. καὶ τόνδε τὸν κύκλον ὁ Σκιπίων ἑκάστης ἡμέρας τε καὶ νυκτὸς ἐπισκοπῶν περιῄει.
15.93 ὁ μὲν δὴ τοὺς πολεμίους ὧδε συγκλείσας οὐκ ἐς πολὺ ἀρκέσειν ἐνόμιζεν, οὔτε τροφῆς ἔτι προσιούσης σφίσιν οὔτε ὅπλων οὔτʼ ἐπικουρίας·

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi