Thesauros Edebiyat Tarih Ἰβηρική

Ἰβηρική

Ἰβηρική Appianus of Alexandria
2.8 Ἀσδρούβαν δὲ ἐπὶ τοῖσδε Ἰβηρίαν τὴν ὑπὸ Καρχηδονίοις καθιστάμενον ἀνὴρ δοῦλος, οὗ τὸν δεσπότην ὠμῶς διεφθάρκει, λαθὼν ἐν κυνηγεσίοις ἀναιρεῖ. καὶ τόνδε μὲν Ἀννίβας ἐλεγχθέντα δεινῶς αἰκισάμενος διέφθειρεν· ἡ στρατιὰ δὲ τὸν Ἀννίβαν, καίπερ ὄντα κομιδῇ νέον, ἀρέσκοντα δὲ ἰσχυρῶς, στρατηγὸν ἀπέδειξαν αὑτῶν· καὶ ἡ Καρχηδονίων βουλὴ συνέθετο. ὅσοι δὲ τοῦ Βάρκα διαπολῖται τὴν Βάρκα τε καὶ Ἀσδρούβα δύναμιν ἐδεδοίκεσαν, ὡς ἔμαθον αὐτοὺς τεθνεῶτας, Ἀννίβα κατεφρόνουν ὡς νέου, καὶ τοὺς ἐκείνων φίλους τε καὶ στασιώτας ἐδίωκον ἐπὶ τοῖς ἐκείνων ἐγκλήμασιν. ὅ τε δῆμος ἅμα τοῖς κατηγοροῦσιν ἐγίγνετο, μνησικακῶν τοῖς διωκομένοις τῆς βαρύτητος τῆς ἐπὶ Βάρκα τε καὶ Ἀσδρούβα· καὶ τὰς δωρεὰς ἐκέλευον αὐτούς, ὅσας μεγάλας Ἀσδρούβας τε καὶ Βάρκας αὐτοῖς ἐπεπόμφεσαν, ἐς τὸ κοινὸν ἐσενεγκεῖν ὡς ἐκ τῶν πολεμίων πεπορισμένας. οἱ δὲ ἐπέστελλον τῷ Ἀννίβᾳ, σφίσι τε ἐπικουρεῖν δεόμενοι, καὶ διδάσκοντες ὅτι καὶ αὐτὸς ἔσοιτο τοῖς πατρῴοις ἐχθροῖς εὐκαταφρόνητος, εἰ τοὺς ἐν τῇ πατρίδι συνεργεῖν αὐτῷ δυναμένους ὑπερίδοι.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi