Thesauros Edebiyat Tarih Ἰβηρική

Ἰβηρική

Ἰβηρική Appianus of Alexandria
12.68 τότε δὲ ἤδη τροφῶν τε ἀπορῶν ὁ Οὐρίατθος καὶ τὸν στρατὸν ἔχων ἐλάττω, νυκτὸς ἐμπρήσας τὸ στρατόπεδον ἐς Λυσιτανίαν ἀνεχώρει. καὶ αὐτὸν ὁ Σερουιλιανὸς οὐ καταλαβὼν ἐς Βαιτουρίαν ἐνέβαλε, καὶ πέντε πόλεις διήρπαζεν, αἳ τῷ Οὐριάτθῳ συνεπεπράχεσαν. μετὰ δὲ τοῦτο ἐστράτευεν ἐς Κουνέους, ὅθεν ἐς Λυσιτανοὺς ἐπὶ τὸν Οὐρίατθον αὖθις ἠπείγετο. καὶ αὐτῷ παροδεύοντι δύο λῄσταρχοι μετὰ μυρίων ἀνδρῶν ἐπιθέμενοι, Κούριός τε καὶ Ἀπουλήιος, ἐθορύβησαν καὶ τὴν λείαν ἀφείλοντο. καὶ Κούριος μὲν ἐν τῷ ἀγῶνι ἔπεσεν, ὁ δὲ Σερουιλιανὸς τήν τε λείαν μετʼ οὐ πολὺ ἀνέλαβε, καὶ πόλεις εἷλεν Εἰσκαδίαν τε καὶ Γέμελλαν καὶ Ὀβόλκολαν, φρουρουμένας ὑπὸ τῶν Οὐριάτθου, καὶ διήρπαζεν ἑτέρας, καὶ συνεγίγνωσκεν ἄλλαις· αἰχμάλωτα δʼ ἔχων ἀμφὶ τὰ μύρια, πεντακοσίων μὲν ἀπέτεμε τὰς κεφαλάς, τοὺς δὲ λοιποὺς ἀπέδοτο. καὶ Κοννόβαν μέν τινα λῄσταρχον ἑαυτὸν ἐγχειρίσαντα λαβών, καὶ φεισάμενος αὐτοῦ μόνου,

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi