Thesauros Edebiyat Tarih Ἰβηρική

Ἰβηρική

Ἰβηρική Appianus of Alexandria
11.63 Οὐετίλιος μὲν δὴ αὐτὸν διώκων ἦλθεν ἐπὶ τὴν Τριβόλαν, ὁ δʼ Οὐρίατθος ἐν λόχμαις ἐνέδραν ἐπικρύψας ἔφυγε, μέχρι τὰς λόχμας ὑπερελθόντος τοῦ Οὐετιλίου αὐτός τε ἐπεστρέφετο καὶ οἱ ἐκ τῆς ἐνέδρας ἀνεπήδων, καὶ Ῥωμαίους ἑκατέρωθεν ἔκτεινόν τε καὶ ἐζώγρουν καὶ ἐς τὰς φάραγγας ἐώθουν. ἐζωγρήθη δὲ καὶ ὁ Οὐετίλιος· καὶ αὐτὸν ὁ λαβὼν ἀγνοῶν, γέροντα ὑπέρπαχυν ὁρῶν, ἔκτεινεν ὡς οὐδενὸς ἄξιον. Ῥωμαίων δὲ μόλις ἐκ μυρίων ἑξακισχίλιοι διέδρασαν ἐς Καρπησσόν, ἐπὶ θαλάσσῃ πόλιν, ἣν ἐγὼ νομίζω πρὸς Ἑλλήνων πάλαι Ταρτησσὸν ὀνομάζεσθαι, καὶ Ἀργανθώνιον αὐτῆς βασιλεῦσαι, ὃν ἐς πεντήκοντα καὶ ἑκατὸν ἔτη ἀφικέσθαι φασίν. τοὺς μὲν οὖν ἐς τὴν Καρπησσὸν διαφυγόντας ὁ ταμίας, ὃς εἵπετο τῷ Οὐετιλίῳ, συνέτασσεν ἐπὶ τειχῶν δεδιότας· παρὰ δὲ Βελλῶν καὶ Τίτθων αἰτήσας πεντακισχιλίους συμμάχους, καὶ λαβών, προύπεμψεν ἐπὶ τὸν Οὐρίατθον. ὁ δὲ πάντας ἔκτεινεν, ὡς μηδʼ ἄγγελον διαφυγεῖν. καὶ ὁ ταμίας ἡσύχαζεν ἐν τῇ πόλει, περιμένων τινὰ βοήθειαν ἀπὸ Ῥώμης.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi