Thesauros Edebiyat Tarih Ἰβηρική

Ἰβηρική

Ἰβηρική Appianus of Alexandria
11.61 οὐ πολὺ δὲ ὕστερον, ὅσοι διέφυγον ἐκ τῆς Λευκόλλου καὶ Γάλβα παρανομήσεως, ἁλισθέντες ἐς μυρίους τὴν Τυρδιτανίαν κατέτρεχον. καὶ αὐτοῖς ἀπὸ Ῥώμης ἐπελθὼν Γάιος Οὐετίλιος, ἄγων τέ τινα στρατὸν ἄλλον καὶ τοὺς ἐν Ἰβηρίᾳ προσλαβών, ἅπαντας ἔχων ἐς μυρίους, ἐπέπεσε προνομεύουσι, καὶ πολλοὺς ἀνελὼν συνέωσε τοὺς λοιποὺς ἔς τι χωρίον, οἷ κινδυνεύειν τε μένοντας ἐχρῆν ὑπὸ λιμοῦ καὶ ἀπιόντας ὑπὸ Ῥωμαίων· ὧδε γὰρ εἶχε δυσχωρίας. καὶ διὰ τοῦτο πρέσβεις ἐς τὸν Οὐετίλιον ἔπεμπον σὺν ἱκετηρίαις, γῆν ἐς συνοικισμὸν αἰτοῦντες ὡς ἀπὸ τοῦδε ἐσόμενοι Ῥωμαίων ἐς πάντα κατήκοοι. ὁ δὲ ὑπισχνεῖτο δώσειν, καὶ συνετίθετο ἤδη. Οὐρίατθος δʼ ὁ ἐκ τῆς Γάλβα παρανομίας ἐκφυγών, τότε συνὼν αὐτοῖς, ὑπεμίμνησκε τῆς Ῥωμαίων ἀπιστίας, ὁσάκις τε αὐτοῖς ὀμόσαντες ἐπιθοῖντο, καὶ ὡς ὅδε πᾶς ὁ στρατὸς ἐκ τοιῶνδε ἐπιορκιῶν Γάλβα καὶ Λευκόλλου διαφύγοιμεν. οὐδʼ ἀπορεῖν ἔφη σωτηρίας ἀπὸ τοῦδε τοῦ χωρίου, ἂν ἐθέλωσι πείθεσθαι.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi