9.50
ὁ μὲν δὴ Λεύκολλος ὥδευεν, ὁ δὲ Μάρκελλος τόν τε πόλεμον προεῖπε τοῖς Κελτίβηρσι, καὶ τὰ ὅμηρα αἰτοῦσιν ἀπέδωκεν. τὸν δʼ ἐν Ῥώμῃ τοὺς λόγους διαθέμενον ὑπὲρ τῶν Κελτιβήρων ἰδίᾳ πρὸς αὑτὸν ἀνακαλέσας ἐπὶ πολὺ διέτριβεν· ὑπὲρ ὅτου δὴ καὶ ὑπωπτεύετο μὲν καὶ τότε, μᾶλλον δʼ ἐπιστώθη τοῖς ὕστερον γενομένοις, ὅτι αὐτοὺς ἀνέπειθεν ἑαυτῷ τὰ κατὰ σφᾶς ἐπιτρέψαι, ἐπειγόμενος ἄρα πρὸ τοῦ Λευκόλλου τὸν πόλεμον καταλυθῆναι. μετὰ γὰρ τὴν συνουσίαν Νεργόβριγα μὲν Ἀρουακῶν πεντακισχίλιοι κατέλαβον, Μάρκελλος δʼ ἐπὶ Νομαντίαν ἐχώρει, καὶ πέντε σταδίους ἀποσχὼν παρεστρατοπέδευεν αὐτοῖς καὶ συνεδίωκεν ἐς τὴν πόλιν, ἕως ὁ τῶν Νομαντίνων στρατηγὸς Λιτέννων ὑποστὰς ἐβόα βούλεσθαι Μαρκέλλῳ συνελθεῖν ἐς λόγους, καὶ συνελθὼν ἔφη Βελλοὺς καὶ Τίτθους καὶ Ἀρουακοὺς ἑαυτοὺς ἐπιτρέπειν Μαρκέλλῳ. ὁ δὲ ἄσμενος ἀκούσας ὅμηρά τε καὶ χρήματα πάντας ᾔτησε, καὶ λαβὼν ἀφῆκεν ἐλευθέρους. ὁ μὲν δὴ πόλεμος ὁ Βελλῶν τε καὶ Τίτθων καὶ Ἀρουακῶν ἔληγεν οὕτω πρὸ Λευκόλλου.