Thesauros Edebiyat Tarih Ἰβηρική

Ἰβηρική

Ἰβηρική Appianus of Alexandria
8.39 χρόνῳ δʼ ὕστερον, ὅτε Ῥωμαῖοι Κελτοῖς τε τοῖς περὶ Πάδον ἐπολέμουν καὶ Φιλίππῳ τῷ Μακεδόνι, ἐνεωτέρισαν αὖθις ἐς τὴν ἀσχολίαν αὐτῶν οἱ Ἴβηρες. καὶ αὐτοῖς ἐπέμφθησαν ἐκ Ῥώμης στρατηγοὶ τοῦδε τοῦ πολέμου Σεμπρώνιός τε Τουδιτανὸς καὶ Μᾶρκος Ἕλουιος, μετὰ δʼ ἐκείνους Μινούκιος. καὶ ἐπὶ τούτῳ, μείζονος ἔτι τῆς κινήσεως γιγνομένης, μετὰ πλέονος δυνάμεως ἐπέμφθη Κάτων, νέος μὲν ὢν ἔτι πάμπαν, αὐστηρὸς δὲ καὶ φιλόπονος, συνέσει τε γνώμης καὶ δεινότητι λόγων ἀριπρεπής, ὥστε αὐτὸν ἐπὶ τοῖς λόγοις ἐκάλουν οἱ Ῥωμαῖοι Δημοσθένη, πυνθανόμενοι τὸν ἄριστον ἐν τοῖς Ἕλλησι ῥήτορα γεγενῆσθαι Δημοσθένη.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi