Thesauros Edebiyat Tarih Ἰβηρική

Ἰβηρική

Ἰβηρική Appianus of Alexandria
7.34 μετὰ δὲ τοῦθʼ ὁ μὲν Σκιπίων ἐς ἀρρωστίαν ἐνέπεσε, καὶ ὁ Μάρκιος αὐτῷ διῴκει τὸ στρατόπεδον· ὅσοι δὲ τῶν στρατιωτῶν ὑπʼ ἀσωτίας ἀναλώκεσαν τὰ πεπορισμένα, ἡγούμενοι τῶν μὲν πόνων οὐδὲν ἄξιον ηὑρῆσθαι παρὰ τὸ μηδὲν ἔχειν, σφετερίζεσθαι δʼ αὐτῶν τὰ ἔργα καὶ τὴν δόξαν Σκιπίωνα, ἀφίσταντο ἀπὸ τοῦ Μαρκίου καὶ ἐφʼ ἑαυτῶν ἐστρατοπέδευον. ἔκ τε τῶν φρουρίων αὐτοῖς πολλοὶ συνέτρεχον, καὶ παρὰ Μάγωνός τινες ἀργύριον φέροντες ἔπειθον αὐτοὺς ἐς τὸν Μάγωνα μεταθέσθαι. οἱ δὲ τὸ μὲν ἀργύριον ἔλαβον, στρατηγοὺς δʼ ἀπὸ σφῶν ἑλόμενοι καὶ ταξιάρχους, καὶ τἆλλα διακοσμηθέντες, ἐφʼ ἑαυτῶν ἐτάσσοντο καὶ συνώμνυον ἀλλήλοις. πυθόμενος δʼ ὁ Σκιπίων ἐπέστελλεν ἐν μέρει μὲν τοῖς ἀφεστηκόσιν ὅτι διὰ τὴν νόσον αὐτοὺς οὐκ ἀμείψαιτό πω, ἐν μέρει δὲ τοῖς ἄλλοις, ἵνα μεταπείθωσιν αὐτοὺς πλανωμένους, κοινῇ δʼ ἅπασιν ἐπιστολὴν ἄλλην ὡς ἤδη συνηλλαγμένοις, ὅτι αὐτοὺς αὐτίκα ἀμείψεται. καὶ ἐκέλευεν εὐθὺς ἥκειν ἐπὶ σῖτον ἐς Καρχηδόνα.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi