Thesauros Edebiyat Tarih ἐκ τῆς Σικελῖκης καὶ νησιωτικής

ἐκ τῆς Σικελῖκης καὶ νησιωτικής

ἐκ τῆς Σικελῖκης καὶ νησιωτικής Appianus of Alexandria
VI οὐ δεξαμένων δὲ ταῦτα Κρητῶν ᾑρέθη στρατηγὸς ἐπʼ αὐτοὺς Μέτελλος. καὶ νικᾷ μὲν ὁ Μέτελλος ἐν Κυδωνίᾳ Λασθένη, καὶ φυγόντος ἐς Κνωσσὸν Πανάρης Μετέλλῳ τὴν Κυδωνίαν παρέδωκεν ἐπὶ συνθήκῃ, μηδὲν παθεῖν αὐτός. Μετέλλου δὲ Κνωσσὸν περικαθημένου, ὁ Λασθένης τὴν οἰκίαν χρημάτων πλήσας κατέφλεξε, καὶ διέφυγεν ἀπὸ τῆς Κνωσσοῦ. καὶ οἱ Κρῆτες ἐς Πομπήιον Μάγνον, στρατηγοῦντα τοῦ λῃστικοῦ καὶ Μιθριδατείου πολέμου, πέμψαντες ἔφασαν ἑαυτοὺς ἐλθόντι ἐπιτρέψειν. ὁ δὲ ἀσχόλως τότε ἔχων ἐκέλευε τὸν Μέτελλον, ὡς οὐ δέον ἔτι πολεμεῖν τοῖς ἑαυτοὺς ἐπιτρέπουσιν, ἐξανίστασθαι τῆς νήσου· παραλήψεσθαι γὰρ αὐτὸς αὐτὴν ἐπελθών. ὁ δὲ οὐ φροντίσας ἐπέμεινε τῷ πολέμῳ, μέχρι ὑπηγάγετο αὐτήν, Λασθένει συνθέμενος ὅμοια Πανάρει. καὶ ἐθριάμβευσε, καὶ Κρητικὸς ἐκλήθη ὅδε δικαιότερον Ἀντωνίου, τὴν νῆσον ἐξεργασάμενος.
VII ὅτι Κλώδιος ὁ πατρίκιος, ὁ ποῦλχερ ἐπίκλην, τοῦτʼ ἔστιν εὐπρεπής, τῆς Γαΐου Καίσαρος γυναικὸς ἤρα. καὶ ἁρμόσασθαι αὑτὸν ἐς γυναῖκα ἐκ κεφαλῆς ἐς ἄκρους πόδας, ἔτι ὄντα ἀγένειον, καὶ ἐς τὴν οἰκίαν τοῦ Γαΐου παρελθεῖν οἷα γυναῖκα νυκτός, ὅτε μόναις γυναιξὶν ἐξῆν ἐσελθεῖν, μυστηρίων ἀγομένων. πλανηθέντα δὲ τῆς ὁδηγούσης, κατάφωρον ὑπʼ ἄλλων ἐκ τῆς φωνῆς γενόμενον ἐξελαθῆναι.
← Önceki 6 / 6

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi