Thesauros Edebiyat Tarih ἐκ τῆς Σικελῖκης καὶ νησιωτικής

ἐκ τῆς Σικελῖκης καὶ νησιωτικής

ἐκ τῆς Σικελῖκης καὶ νησιωτικής Appianus of Alexandria
III ὅτι Ἱπποκράτης καὶ Ἐπικύδης, ἀδελφὼ μὲν ἀλλήλων, στρατηγὼ δὲ Συρακοσίων, Ῥωμαίοις ἐκ πολλοῦ δυσχεραίνοντες, ἐπεὶ τὰς Συρακούσας οὐκ ἴσχυον ἐκπολεμῶσαι, κατέφυγον ἐς Λεοντίνους διαφερομένους τοῖς Συρακοσίοις, καὶ κατηγόρουν τῆς πατρίδος ὅτι τὰς σπονδὰς Ἱέρωνος ἐφʼ ὅλῃ Σικελίᾳ πεποιημένου μόνοι Συρακόσιοι σφίσιν αὐτοῖς ἀνακαινίσειαν. οἱ δὲ ἠρεθίζοντο. καὶ Συρακόσιοι μὲν ἐπεκήρυσσον, εἴ τις Ἱπποκράτους ἢ Ἐπικύδους κομίσειε τὴν κεφαλήν, ἰσόσταθμον αὐτῷ χρυσίον ἀντιδώσειν, Λεοντῖνοι δὲ αὑτῶν Ἱπποκράτη στρατηγὸν ᾑροῦντο.
IV ὅτι Σικελοὶ καὶ τέως ἀγανακτοῦντες ἐπὶ τῇ ὠμότητι Μαρκέλλου τοῦ στρατηγοῦ, μᾶλλόν τι καὶ τῷδε τῷ ἔργῳ συνεταράσσοντο, ἐφʼ ᾧ κατὰ προδοσίαν ἐς Συρακούσας ἐσῆλθεν. καὶ πρὸς Ἱπποκράτη μετετίθεντο, καὶ συνώμνυντο μὴ διαλύσασθαι χωρὶς ἀλλήλων, ἀγοράν τε αὐτῷ καὶ στρατιὰν ἔπεμπον, ἐς δισμυρίους πεζοὺς καὶ ἱππέας πεντακισχιλίους.
V ὅτι διαβεβλημένῳ τῷ Μαρκέλλῳ οὐκ ἐπίστευον χωρὶς ὅρκων. διὸ καὶ Ταυρομενίων προσχωρούντων οἱ, συνέθετο καὶ ὤμοσε μήτε φρουρήσειν τὴν πόλιν μήτε στρατολογήσειν ἀπʼ αὐτῆς.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi