II
ὅτι Μάλλιος Τορκουάτος ὁ ὕπατος τοιοῦτος ἦν τὴν ἀρετήν. τούτῳ πατὴρ ἐγεγένητο μικρολόγος καὶ ἀμελὴς ἐς αὐτόν. καὶ ἐν ἀγροῖς αὐτὸν εἶχε, μετὰ τῶν θεραπόντων ἐργαζόμενόν τε καὶ τρεφόμενον. γραψαμένου δὲ αὐτὸν ἐπὶ πολλοῖς ἀδικήμασι Πομπωνίου δημάρχου, καὶ μέλλοντος ἐρεῖν τι καὶ περὶ τῆς ἐς τὸν παῖδα κακώσεως, ὁ παῖς ὅδε Μάλλιος ἧκεν, ἐπικρύπτων ξιφίδιον, ἐς τὴν οἰκίαν τοῦ δημάρχου, καὶ τυχεῖν ἠξίωσεν αὐτοῦ μόνου ὡς δή τι λέξων χρήσιμον ἐς τὴν δίκην. ὑποδεχθεὶς δὲ καὶ λέγειν ἀρχόμενος ἐπέκλεισε τὰς θύρας, καὶ τὸ ξίφος ἐπισπάσας ἠπείλει τῷ δημάρχῳ κτενεῖν αὐτόν, εἰ μὴ ὀμόσειεν ὅτι λύσει τῷ πατρὶ τὴν δίκην. καὶ ὁ μὲν ὤμοσε καὶ διέλυσεν, ἐκθέμενος τῷ δήμῳ τὸ συμβάν· ὁ δὲ Μάλλιος ἐξ ἐκείνου λαμπρὸς ἦν, ἐπαινούμενος ὅτι τοιόσδε ἐς τοιόνδε πατέρα ἐγεγένητο.
III
ὁ δὲ αὐτὸν εἰς μονομαχίαν προυκαλεῖτο, σκώπτων ἐς αὐτόν. ὁ δὲ τέως μὲν αὑτοῦ κατεῖχε, μετὰ δέ, οὐ φέρων ἔτι τὸ ἐρέθισμα, ἀντήλασε τὸν ἵππον.